Humanitext Reader

波利比奥斯 · 历史 §10.38.1-10.38.10

西庇阿与首领结盟及进军拜库拉

第 684 段,共 1311 段 · 希腊语

内容简介

普布利乌斯与伊比利亚首领们缔结协定并归还了其女儿,随后率军逼近哈斯德鲁巴坚固据守的拜库拉,并在担心被包围的情况下决定冒险发起进攻。

§10.38.1καὶ πλείω πρὸς τοῦτο τὸ μέρος αὐτῶν διαλεχθέντων, ἐπεὶ κατέπαυσαν τὸν λόγον, μεταλαβὼν ὁ Πόπλιος καὶ τοῖς ὑπʼ ἐκείνων εἰρημένοις ἔφη πιστεύειν, μάλιστα δὲ γινώσκειν τὴν Καρχηδονίων ὕβριν ἔκ τε τῆς εἰς τοὺς ἄλλους Ἴβηρας καὶ μάλιστα τῆς εἰς τὰς ἐκείνων γυναῖκας καὶ θυγατέρας ἀσελγείας,
καὶ πλείω πρὸς τοῦτο τὸ μέρος αὐτῶν διαλεχθέντων, ἐπεὶ κατέπαυσαν τὸν λόγον, μεταλαβὼν ὁ Πόπλιος καὶ τοῖς ὑπʼ ἐκείνων εἰρημένοις ἔφη πιστεύειν, μάλιστα δὲ γινώσκειν τὴν Καρχηδονίων ὕβριν ἔκ τε τῆς εἰς τοὺς ἄλλους Ἴβηρας καὶ μάλιστα τῆς εἰς τὰς ἐκείνων γυναῖκας καὶ θυγατέρας ἀσελγείας, 当他们在此方面进行更多陈述并结束了发言后,普布利乌斯接过来发言,表示自己相信他们所说的话,并且尤其了解迦太基人的傲慢无礼,这不仅表现在他们对待其他伊比利亚人的态度上,更表表现他们对其妻女的荒淫暴行上。
§10.38.2ἃς αὐτὸς παρειληφὼς νῦν οὐχ ὁμήρων ἐχούσας διάθεσιν, ἀλλʼ αἰχμαλώτων καὶ δούλων, οὕτως τετηρηκέναι τὴν πίστιν ὡς οὐδʼ ἂν αὐτοὺς ἐκείνους τηρῆσαι πατέρας ὑπάρχοντας.
ἃς αὐτὸς παρειληφὼς νῦν οὐχ ὁμήρων ἐχούσας διάθεσιν, ἀλλʼ αἰχμαλώτων καὶ δούλων, οὕτως τετηρηκέναι τὴν πίστιν ὡς οὐδʼ ἂν αὐτοὺς ἐκείνους τηρῆσαι πατέρας ὑπάρχοντας. 他说,这些妇女如今虽非作为人质,而是作为俘虏和奴隶被他接收,但他对她们信守保护的承诺,其程度甚至连她们身为父亲的亲人自己也无法做到。
§10.38.3τῶν δʼ ἀνθομολογησαμένων διότι παρακολουθοῦσι καὶ προσκυνησάντων αὐτὸν καὶ προσφωνησάντων βασιλέα πάντων, οἱ μὲν παρόντες ἐπεσημήναντο τὸ ῥηθέν, ὁ δὲ Πόπλιος ἐντραπεὶς θαρρεῖν αὐτοῖς παρῄνει· τεύξεσθαι γὰρ ἔφη σφᾶς ἁπάντων τῶν φιλανθρώπων ὑπὸ Ῥωμαίων.
τῶν δʼ ἀνθομολογησαμένων διότι παρακολουθοῦσι καὶ προσκυνησάντων αὐτὸν καὶ προσφωνησάντων βασιλέα πάντων, οἱ μὲν παρόντες ἐπεσημήναντο τὸ ῥηθέν, ὁ δὲ Πόπλιος ἐντραπεὶς θαρρεῖν αὐτοῖς παρῄνει· τεύξεσθαι γὰρ ἔφη σφᾶς ἁπάντων τῶν φιλανθρώπων ὑπὸ Ῥωμαίων. 对方表示完全理解并向他下拜,且称颂他为所有人的“国王”,在座的人对这一言论纷纷表示赞许,但普布利乌斯却感到窘迫,劝他们放心,因为他说他们将会得到罗马人的一切仁慈对待。
§10.38.4καὶ παραυτίκα μὲν ἐκ χειρὸς τὰς θυγατέρας ἀπέδωκε, τῇ δʼ ἐπαύριον ἐποιεῖτο τὰς συνθήκας πρὸς αὐτούς.
καὶ παραυτίκα μὲν ἐκ χειρὸς τὰς θυγατέρας ἀπέδωκε, τῇ δʼ ἐπαύριον ἐποιεῖτο τὰς συνθήκας πρὸς αὐτούς. 于是他立即亲手将她们的女儿归还,并在次日与他们缔结了协定。
§10.38.5ἦν δὲ τὸ συνέχον τῶν ὁμολογηθέντων ἀκολουθεῖν τοῖς Ῥωμαίων ἄρχουσι καὶ πείθεσθαι τοῖς ὑπὸ τούτων παραγγελλομένοις.
ἦν δὲ τὸ συνέχον τῶν ὁμολογηθέντων ἀκολουθεῖν τοῖς Ῥωμαίων ἄρχουσι καὶ πείθεσθαι τοῖς ὑπὸ τούτων παραγγελλομένοις. 协议的核心内容是服从罗马将领的领导,并听从他们所下达的命令。
§10.38.6γενομένων δὲ τούτων ἀναχωρήσαντες εἰς τὰς αὑτῶν παρεμβολὰς καὶ παραλαβόντες τὰς δυνάμεις, ἧκον πρὸς τὸν Πόπλιον, καὶ στρατοπεδεύσαντες ὁμοῦ τοῖς Ῥωμαίοις προῆγον ἐπὶ τὸν Ἀσδρούβαν.
γενομένων δὲ τούτων ἀναχωρήσαντες εἰς τὰς αὑτῶν παρεμβολὰς καὶ παραλαβόντες τὰς δυνάμεις, ἧκον πρὸς τὸν Πόπλιον, καὶ στρατοπεδεύσαντες ὁμοῦ τοῖς Ῥωμαίοις προῆγον ἐπὶ τὸν Ἀσδρούβαν. 这些事情完成后,他们返回自己的营地,带领军队来到普布利乌斯处,与罗马人一同扎营,并向哈斯德鲁巴推进。
§10.38.7ὁ δὲ τῶν Καρχηδονίων στρατηγὸς ἐτύγχανε μὲν διατρίβων ἐν τοῖς περὶ Κασταλῶνα τόποις περὶ Βαίκυλα πόλιν οὐ μακρὰν τῶν ἀργυρείων μετάλλων·
ὁ δὲ τῶν Καρχηδονίων στρατηγὸς ἐτύγχανε μὲν διατρίβων ἐν τοῖς περὶ Κασταλῶνα τόποις περὶ Βαίκυλα πόλιν οὐ μακρὰν τῶν ἀργυρείων μετάλλων· 迦太基将领当时正逗留在卡斯图洛一带,即靠近银矿不远的拜库拉城附近。
§10.38.8πυθόμενος δὲ τὴν παρουσίαν τῶν Ῥωμαίων μετεστρατοπέδευσε, καὶ λαβὼν ἐκ μὲν τῶν ὄπισθεν ποταμὸν ἀσφαλῆ, παρὰ δὲ τὴν κατὰ πρόσωπον πλευρὰν τοῦ χάρακος ἐπίπεδον τόπον, ὀφρὺν προβεβλημένην ἔχοντα καὶ βάθος ἱκανὸν πρὸς ἀσφάλειαν καὶ μῆκος πρὸς ἔκταξιν, ἔμενεν ἐπὶ τῶν ὑποκειμένων, προτιθέμενος ἐπὶ τὴν ὀφρὺν ἀεὶ τὰς ἐφεδρείας.
πυθόμενος δὲ τὴν παρουσίαν τῶν Ῥωμαίων μετεστρατοπέδευσε, καὶ λαβὼν ἐκ μὲν τῶν ὄπισθεν ποταμὸν ἀσφαλῆ, παρὰ δὲ τὴν κατὰ πρόσωπον πλευρὰν τοῦ χάρακος ἐπίπεδον τόπον, ὀφρὺν προβεβλημένην ἔχοντα καὶ βάθος ἱκανὸν πρὸς ἀσφάλειαν καὶ μῆκος πρὸς ἔκταξιν, ἔμενεν ἐπὶ τῶν ὑποκειμένων, προτιθέμενος ἐπὶ τὴν ὀφρὺν ἀεὶ τὰς ἐφεδρείας. 得知罗马人到来后,他转移了营地,在后方以一条安全的河流为屏障,在营垒正面则拥有一片平地,平地前方有一道突出的棱线,其高度足以确保安全,长度足以部署阵列,他便留在此地形处,并始终在棱线上部署预备队。
§10.38.9ὁ δὲ Πόπλιος ἐγγίσας προθύμως μὲν εἶχε πρὸς τὸ διακινδυνεύειν, ἀπόρως δὲ διέκειτο, θεωρῶν τοὺς τόπους εὐφυεῖς ὄντας πρὸς τὴν τῶν ἐναντίων ἀσφάλειαν.
ὁ δὲ Πόπλιος ἐγγίσας προθύμως μὲν εἶχε πρὸς τὸ διακινδυνεύειν, ἀπόρως δὲ διέκειτο, θεωρῶν τοὺς τόπους εὐφυεῖς ὄντας πρὸς τὴν τῶν ἐναντίων ἀσφάλειαν. 普布利乌斯逼近后,虽然急于一战,但见地形极有利于敌军的安全,因而感到为难。
§10.38.10οὐ μὴν ἀλλὰ προσανασχὼν δύʼ ἡμέρας καὶ διαγωνιάσας μὴ συνεπιγενομένων τῶν περὶ τὸν Μάγωνα καὶ τὸν τοῦ Γέσκωνος Ἀσδρούβαν πανταχόθεν αὐτὸν οἱ πολέμιοι περιστῶσιν, ἔκρινε παραβάλλεσθαι καὶ καταπειράζειν τῶν ὑπεναντίων.
οὐ μὴν ἀλλὰ προσανασχὼν δύʼ ἡμέρας καὶ διαγωνιάσας μὴ συνεπιγενομένων τῶν περὶ τὸν Μάγωνα καὶ τὸν τοῦ Γέσκωνος Ἀσδρούβαν πανταχόθεν αὐτὸν οἱ πολέμιοι περιστῶσιν, ἔκρινε παραβάλλεσθαι καὶ καταπειράζειν τῶν ὑπεναντίων. 尽管如此,他还是等待了两天,因极度担心马戈和吉斯戈之子哈斯德鲁巴的军队会合,导致敌人从四面八方将自己包围,他决定冒险一试,对敌军发起试探性进攻。

词汇与语法注释

  1. 10.38.1πλείω πρὸς τοῦτο τὸ μέρος αὐτῶν διαλεχθέντων — 属格独立分词结构,αὐτῶν 是分词 διαλεχθέντων 的逻辑主语。πλείω πρὸς τοῦτο τὸ μέρος 为宾格,意为“关于此方面的更多事情”。
  2. 10.38.2ὡς οὐδʼ ἂν αὐτοὺς ἐκείνους τηρῆσαι πατέρας ὑπάρχοντας — 在由 ὡς 引导的结果从句中, ἂν τηρῆσαι 是虚拟语气或过去直陈语气(ἂν ἐτήρησαν 或 ἂν τηρήσειαν)在间接引语中转化为不定式的形式。分词 πατέρας ὑπάρχοντας 与宾格主语 αὐτοὺς ἐκείνους 一致,具有让步意,译为“即使他们自己作为父亲”。
  3. 10.38.3τῶν δʼ ἀνθομολογησαμένων διότι παρακολουθοῦσι — 由一系列属格分词与指示代词 τῶν 构成的属格独立分词结构。连词 διότι 在此相当于 ὅτι,引导名词性从句,作分词的宾语,表示“……这件事”。
  4. 10.38.8λαβὼν ἐκ μὲν τῶν ὄπισθεν ποταμὸν ἀσφαλῆ, παρὰ δὲ τὴν κατὰ πρόσωπον πλευρὰν τοῦ χάρακος ἐπίπεδον τόπον, ὀφρὺν προβεβλημένην ἔχοντα — 分词 λαβὼν 支配两个宾语:ποταμὸν 和 ἐπίπεδον τόπον。后者被分词 ἔχοντα 修饰。ὀφρὺν 指的是山丘的“边缘”或“棱线”,由定语分词 προβεβλημένην (向前突出的)修饰。
  5. 10.38.10διαγωνιάσας μὴ συνεπιγενομένων τῶν περὶ τὸν Μάγωνα... πανταχόθεν αὐτὸν οἱ πολέμιοι περιστῶσιν — 表示担忧的分词 διαγωνιάσας 引导了一个带 μὴ 和虚拟语气 περιστῶσιν 的担忧从句(“唯恐……包围”)。该从句中嵌套了一个属格独立分词结构(συνεπιγενομένων τῶν περὶ τὸν Μάγωνα...)以表达条件或时间。

引用这一段

波利比奥斯, 历史 §10.38.1-10.38.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.38.1-10.38.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。