§10.26.1ὅτι Φίλιππος ὁ βασιλεὺς Μακεδόνων μετὰ τὸ ἐκτελέσαι τὸν τῶν Νεμέων ἀγῶνα αὖθις εἰς Ἄργος ἐπανῆλθε καὶ τὸ μὲν διάδημα καὶ τὴν πορφύραν ἀπέθετο, βουλόμενος αὑτὸν ἴσον τοῖς πολλοῖς καὶ πρᾷόν τινα καὶ δημοτικὸν ὑπογράφειν.
马其顿国王菲利普在结束了尼米亚竞技会后,再次回到阿哥斯,并脱下了王冠和紫衣,意图将自己塑造为一个与大众平等、温和且具有平民作风的人。
§10.26.2ὅσῳ δὲ τὴν ἐσθῆτα δημοτικωτέραν περιετίθετο, τοσούτῳ τὴν ἐξουσίαν ἐλάμβανε μείζω καὶ μοναρχικωτέραν.
然而,他穿戴的衣着越是具有平民色彩,他所掌握的权力就越是大而专制。
§10.26.3οὐ γὰρ ἔτι τὰς χήρας ἐπείρα γυναῖκας οὐδὲ τὰς ὑπάνδρους ἠρκεῖτο μοιχεύων, ἀλλʼ ἐκ προστάγματος ἣν αὐτῷ φανείη, προσπέμψας ἐκάλει, ταῖς δὲ μὴ προχείρως συνυπακουούσαις ἐνύβριζε, κώμους ποιούμενος ἐπὶ τὰς οἰκίας.
因为他不再满足于勾引寡妇或与有夫之妇通奸,而是通过命令,派遣使者召来任何他看中的女人;对于那些不愿轻易顺从的女性,他就带人到她们家中彻夜狂欢并加以侮辱。
§10.26.4καὶ τῶν μὲν τοὺς υἱεῖς, τῶν δὲ τοὺς ἄνδρας ἀνακαλούμενος ἐπὶ προφάσεσιν ἀλόγοις διέσειε, καὶ πολλὴν ἀσέλγειαν ἐναπεδείκνυτο καὶ παρανομίαν.
他还以各种无理的借口,召来一些人的儿子和另一些人的丈夫进行勒索,展现了极大的放纵与不法。
§10.26.5διὸ καὶ χρώμενος τῇ κατὰ τὴν παρεπιδημίαν ἐξουσίᾳ ἀνέδην πολλοὺς ἐλύπει τῶν Ἀχαιῶν, καὶ μάλιστα τοὺς μετρίους ἄνδρας.
因此,他肆意利用自己在当地滞留期间的权力,使许多亚该亚人深感痛苦,尤其是那些温和体面的人。
§10.26.6πιεζόμενοι δὲ διὰ τὸ πανταχόθεν αὐτοῖς περιεστάναι τὸν πόλεμον ἠναγκάζοντο καρτερεῖν καὶ φέρειν τὰ παρὰ φύσιν.
亚该亚人由于四面受敌、战火包围,被迫忍气吞声,默默承受这些违背常理的暴行。
§10.26.7ὅτι [Φιλίππου] οὐκ ἂν ἀγαθὰ μείζω τις σχοίη πρὸς βασιλείαν οὐδεὶς τῶν πρότερον οὐδὲ κακὰ τούτου τοῦ βασιλέως.
在先前的所有人中,没有谁比这位国王拥有更大、更适合王权的优点,也没有人比他拥有更大的缺点。
§10.26.8καί μοι δοκεῖ τὰ μὲν ἀγαθὰ φύσει περὶ αὐτὸν ὑπάρξαι, τὰ δὲ κακὰ προβαίνοντι κατὰ τὴν ἡλικίαν ἐπιγενέσθαι, καθάπερ ἐνίοις ἐπιγίνεται γηράσκουσι τῶν ἵππων.
在我看来,他的优点是天生具备的,而缺点则是随着年龄的增长而逐渐产生的,正如某些马匹在变老时会出现恶癖一样。
§10.26.9καίπερ ἡμεῖς οὐκ ἐν τοῖς προοιμίοις, ὥσπερ τῶν λοιπῶν συγγραφέων, προφερόμεθα τὰς τοιαύτας διαλήψεις, ἀλλʼ ἐπʼ αὐτῶν τῶν πραγμάτων ἀεὶ τὸν καθήκοντα λόγον ἁρμόζοντες ἀποφαινόμεθα περί τε τῶν βασιλέων καὶ τῶν ἐπιφανῶν ἀνδρῶν, §10.26.10νομίζοντες ταύτην οἰκειοτέραν εἶναι καὶ τοῖς γράφουσι καὶ τοῖς ἀναγινώσκουσι τὴν ἐπισημασίαν.
不过,我们并不像其他历史学家那样,在序言中直接提出此类评价,而是始终结合事件本身,配以恰当的论述,来对国王和杰出人物发表看法,因为我们认为,这种评价方式对于撰写者和阅读者而言都更为合适。