§10.25.1εἶναι γὰρ τὸ νῦν γινόμενον ὁμοιότατον τῇ περὶ τὰς παρατάξεις οἰκονομίᾳ καὶ χειρισμῷ.
因为当前发生的事情与战列的布置和操纵极其相似。
§10.25.2καὶ γὰρ ἐπʼ ἐκείνων προκινδυνεύει μὲν ὡς ἐπίπαν καὶ προαπόλλυται τὰ κοῦφα καὶ τὰ πρακτικώτατα τῆς δυνάμεως, τὴν δʼ ἐπιγραφὴν τῶν ἐκβαινόντων ἡ φάλαγξ καὶ τὰ βαρέα λαμβάνει τῶν ὅπλων.
因为在那些战列中,通常是轻装部队和军队中最活跃的部分首先冒险并首先覆灭,而战局结果的荣誉则由方阵和重装兵种获得。
§10.25.3νῦν δὲ παραπλησίως προκινδυνεύουσι μὲν Αἰτωλοὶ καὶ Πελοποννησίων οἱ τούτοις συμμαχοῦντες, ἐφεδρεύουσι δὲ Ῥωμαῖοι, φάλαγγος ἔχοντες διάθεσιν.
但现在,与此相似的是,埃托利亚人以及与他们结盟的伯罗奔尼撒人首先在冒险,而罗马人则采取方阵的部署作为预备队留守。
§10.25.4κἂν μὲν οὗτοι πταίσαντες καταφθαρῶσιν, ἀναστρέψαντες ἐκ τῶν πραγμάτων ἀβλαβεῖς ἀπολυθήσονται Ῥωμαῖοι·
如果这些人受挫并被消灭,罗马人将毫发无损地从局势中抽身退却。
§10.25.5νικησάντων δὲ τούτων, ὃ μὴ δόξειε τοῖς θεοῖς, ἅμα τούτοις καὶ τοὺς ἄλλους Ἕλληνας ὑφʼ αὑτοὺς ἐκεῖνοι ποιήσονται.
但如果他们获胜——愿神明莫许此事! ——罗马人将会和他们一起,把其余的希腊人也置于自己的统治之下。
— §10.25.6πᾶσαν γὰρ δημοκρατικὴν συμμαχίαν καὶ φιλίας πολλῆς δεῖσθαι διὰ τὰς ἐν τοῖς πλήθεσι γινομένας ἀλογίας.
— 因为由于在大众中产生的种种无理,每一个民主同盟都需要深厚的友谊。
—
—