Humanitext Reader

波利比奥斯 · 历史 §10.17.1-10.17.16

分配战利品的意义与新迦太基俘虏的处置

第 663 段,共 1311 段 · 希腊语

内容简介

大西庇阿阐明了均分战利品对于维持军事秩序的必要性,并对新迦太基的俘虏进行了安置:释放了市民,将工匠登记为公有奴隶,并将强壮的年轻人编入海军水兵,同时向后两者许诺了自由。

§10.17.1λιστα τοὺς ἄλλους εἴωθε βλάπτειν.
这确实最易对他人造成危害。
ἐπειδὴ γὰρ οἱ πλεῖστοι τῶν ἀνθρώπων κακοπαθοῦσι καὶ κινδυνεύουσι τοῦ κέρδους ἕνεκεν, φανερὸν ὡς, ὅταν ὁ καιρὸς οὗτος ὑποπέσῃ, δυσχερῶς εἰκὸς ἀπέχεσθαι τοὺς ἐν ταῖς ἐφεδρείαις ἢ στρατοπεδείαις ἀπολειπομένους διὰ τὸ [τοὺς] παρὰ τοῖς πλείστοις πᾶν τὸ ληφθὲν εἶναι τοῦ κυριεύσαντος·
因为大多数人为了利益而吃苦冒着危险,所以显而易见,一旦出现这种机会,留守在待命部队或营地中的人很难克制自己,因为在大多数人那里,掠夺的一切财物都归占有者所有。
§10.17.2καὶ γὰρ ἂν ὅλως μόναρχος ἢ στρατηγὸς ἐπιμελὴς ἀναφέρειν εἰς τὸ κοινὸν ἐπιτάξῃ τὰς ὠφελείας, ὅμως τὰ δυνατὰ κρύπτεσθαι πάντες ἴδια νομίζουσι.
事实上,即使君主或细心的将领完全命令将战利品上缴公库,大家依然将能够藏匿的东西视为私产。
§10.17.3διὸ τῶν πολλῶν ὁρμώντων ἐπὶ τοῦτο τὸ μέρος οὐ δυνάμενοι κρατεῖν κινδυνεύουσι τοῖς ὅλοις·
因此,当众人纷纷涌向这部分利益时,将领们无法控制他们,从而使全局陷入危险之中。
§10.17.4καὶ πολλοὶ δή τινες κατορθώσαντες τὰς ἐπιβολάς, καὶ ποτὲ μὲν ἐπιπεσόντες ταῖς τῶν πολεμίων παρεμβολαῖς, ποτὲ δὲ καταλαβόμενοι πόλεις, οὐ μόνον ἐξέπεσον, ἀλλὰ καὶ τοῖς ὅλοις ἐσφάλησαν παρʼ οὐδὲν ἢ τὴν προειρημένην αἰτίαν.
确实有许多人在成功实施了他们的企图后,有的袭击了敌人的军营,有的占领了城市,但由于上述原因,他们不仅被逐出,而且甚至遭受了彻底的失败。
§10.17.5διὸ δεῖ περὶ μηδὲν οὕτω σπουδάζειν καὶ προνοεῖσθαι τοὺς ἡγουμένους ὡς περὶ τοῦτο τὸ μέρος, ἵνα, καθʼ ὅσον ἐστὶ δυνατόν, ὑπάρχῃ παρὰ τοῖς πολλοῖς ἐλπὶς ὡς ἐξ ἴσου πᾶσι τῆς ὠφελείας οὔσης, ἐάν τις ὑποπίπτῃ τοιοῦτος καιρός.
因此,将领们最应当用心和预见的莫过于这一部分,以便在可能的情况下,士兵们能抱有这样的期望,即如果出现这种机会,战利品将由所有人均分。
§10.17.6πλὴν οἱ μὲν χιλίαρχοι τότε περὶ τὴν τῶν λαφύρων ἦσαν οἰκονομίαν·
且说当时军政官们正忙于处理战利品。
ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων, ἐπεὶ συνήχθη τὸ τῶν αἰχμαλώτων πλῆθος, ὃ συνέβη γενέσθαι μικρῷ λεῖπον τῶν μυρίων, συνέταξε χωρισθῆναι πρῶτον μὲν τοὺς πολιτικοὺς ἄνδρας τε καὶ γυναῖκας καὶ τὰ τούτων τέκνα, δεύτερον δὲ τοὺς χειροτέχνας.
而罗马的将领,在俘虏聚集起来之后——这群人总数刚好比一万人稍微少一点——下令首先将市民男女及其子女分开,其次将工匠分开。
§10.17.7γενομένου δὲ τούτου, τοὺς μὲν πολιτικοὺς παρακαλέσας εὐνοεῖν Ῥωμαίοις καὶ μνημονεύειν τῆς εὐεργεσίας ἀπέλυσε πάντας ἐπὶ τὰς ἰδίας οἰκήσεις.
完成之后,他劝勉市民们要对罗马人怀有善意并记住这一恩德,然后将他们全部释放回各自的家中。
§10.17.8οὗτοι μὲν οὖν ἅμα δακρύοντες καὶ χαίροντες ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας, προσκυνήσαντες τὸν στρατηγὸν διελύθησαν·
于是,这些人因这出乎意料的得救而悲喜交加,向将领致敬后便解散了。
§10.17.9τοῖς δὲ χειροτέχναις κατὰ τὸ παρὸν εἶπε διότι δημόσιοι τῆς Ῥώμης εἰσί· παρασχομένοις δὲ τὴν εὔνοιαν καὶ προθυμίαν ἑκάστοις κατὰ τὰς αὑτῶν τέχνας ἐπηγγείλατο τὴν ἐλευθερίαν, κατὰ νοῦν χωρήσαντος τοῦ πρὸς τοὺς Καρχηδονίους πολέμου.
至于工匠,他当时对他们说,他们是罗马的公有奴隶;但如果他们每个人在各自的行业中表现出善意和热忱,只要对迦太基人的战争能够如愿进行,他就承诺给予他们自由。
§10.17.10καὶ τούτους μὲν ἀπογράφεσθαι προσέταξε πρὸς τὸν ταμίαν, συστήσας Ῥωμαϊκὸν ἐπιμελητὴν κατὰ τριάκοντα·
他还下令将这些人登记在财务官处,并为每三十人设立一名罗马监督官。
τὸ γὰρ πᾶν πλῆθος ἐγένετο τούτων περὶ δισχιλίους.
因为这些人的总数大约有两千人。
§10.17.11ἐκ δὲ τῶν λοιπῶν αἰχμαλώτων ἐκλέξας τοὺς εὐρωστοτάτους καὶ τοῖς εἴδεσι καὶ ταῖς ἡλικίαις ἀκμαιοτάτους προσέμιξε τοῖς αὑτοῦ πληρώμασι,
从其余的俘虏中,他挑选出最强壮、在体格和年龄上都处于最鼎盛时期的人,加入到自己的船员中。
§10.17.12καὶ ποιήσας ἡμιολίους τοὺς πάντας ναύτας ἢ πρόσθεν συνεπλήρωσε καὶ τὰς αἰχμαλώτους νῆας, ὥστε τοὺς ἄνδρας ἑκάστῳ σκάφει βραχύ τι λείπειν τοῦ διπλασίους εἶναι τοὺς ὑπάρχοντας τῶν προγενομένων·
他使水兵总数达到先前的1.5倍,并配齐了俘获的船只,使得每艘船上的人数几乎比原先多出一倍。
§10.17.13αἱ μὲν γὰρ αἰχμάλωτοι νῆες ἦσαν ὀκτωκαίδεκα τὸν ἀριθμόν, αἱ δʼ ἐξ ἀρχῆς πέντε καὶ τριάκοντα.
因为被俘的船只共有十八艘,而他们原先拥有的船只是三十五艘。
§10.17.14παραπλησίως δὲ καὶ τούτοις ἐπηγγείλατο τὴν ἐλευθερίαν, παρασχομένοις τὴν αὑτῶν εὔνοιαν καὶ προθυμίαν, ἐπειδὰν κρατήσωσι τῷ πολέμῳ τῶν Καρχηδονίων.
同样地,他也向这些人承诺,一旦他们在战争中战胜迦太基人,只要他们表现出自己的善意和热忱,就会获得自由。
§10.17.15τοῦτον δὲ χειρίσας τὸν τρόπον τὰ κατὰ τοὺς αἰχμαλώτους μεγάλην μὲν εὔνοιαν καὶ πίστιν ἐνειργάσατο τοῖς πολιτικοῖς καὶ πρὸς αὑτὸν καὶ πρὸς τὰ κοινὰ πράγματα, μεγάλην δὲ προθυμίαν τοῖς χειροτέχναις διὰ τὴν ἐλπίδα τῆς ἐλευθερίας.
罗马将领以此种方式处理俘虏事务,不仅使市民对自身及国家事务产生了极大的善意和信任,也因自由的希望激发了工匠们的极大热忱。
§10.17.16ἡμιόλιον δὲ ποιήσας τὸ ναυτικὸν ἐκ τοῦ καιροῦ διὰ τὴν αὑτοῦ πρόνοιαν
他以自己的先见之明,当即让海军规模扩大到先前的1.5倍……

词汇与语法注释

  1. 10.17.1διὰ τὸ [τοὺς] παρὰ τοῖς πλείστοις πᾶν τὸ ληφθὲν εἶναι τοῦ κυριεύσαντος — 由 διὰ τό 引导的带冠词不定式结构。不定式 εἶναι 的逻辑主语是宾格的 πᾶν τὸ ληφθέν(被夺取的一切),而属格 τοῦ κυριεύσαντος(占有者)是所有格属格(“归占有者所有”)。παρὰ τοῖς πλείστοις 表示“在大多数(他国)人中”,用以对比罗马有组织的战利品分配制度与其他国家的惯例。
  2. 10.17.9παρασχομένοις δὲ τὴν εὔνοιαν καὶ προθυμίαν ἑκάστοις — 与格分词 παρασχομένοις 修饰主动词 ἐπηγγείλατο(承诺)的与格宾语 τοῖς δὲ χειροτέχναις 及其同位语 ἑκάστοις(每个人),同时起条件状语的作用(“如果他们表现出……”)。这一条件句功能与随后的属格独立分词结构 κατὰ νοῦν χωρήσαντος τοῦ ... πολέμου(如果战争顺利进行)所表达的另一个条件相呼应。
  3. 10.17.12βραχύ τι λείπειν τοῦ διπλασίους εἶναι τοὺς ὑπάρχοντας τῶν προγενομένων — 表示缺少或比较的动词 λείπειν(缺少、不足)以属格不定式 τοῦ ... εἶναι 作为其补足语。短语 βραχύ τι λείπειν τοῦ... 意为“差一点就达到……”(即“几乎达到……”)。不定式 εἶναι 的主语是 τοὺς ὑπάρχοντας(现有的水手),而 τῶν προγενομένων(原先的水手)则是比较属格,表明现在每艘船的人数几乎达到了原先的两倍。

引用这一段

波利比奥斯, 历史 §10.17.1-10.17.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.17.1-10.17.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。