Humanitext Reader

波利比奥斯 · 历史 §10.16.1-10.16.9

罗马军队掠夺与战利品分配的制度

第 662 段,共 1311 段 · 希腊语

内容简介

详细叙述了罗马军队占领新迦太基后分配战利品的程序,以及他们在掠夺行为中严格且公平的组织制度。

§10.16.1τοῦτον τὸν τρόπον ἐγένοντο κύριοι Ῥωμαῖοι·
罗马人以此种方式占领了城市。
εἰς δὲ τὴν ἐπαύριον ἁθροισθείσης εἰς τὴν ἀγορὰν τῆς τε τῶν στρατευομένων παρὰ τοῖς Καρχηδονίοις ἀποσκευῆς καὶ τῆς τῶν πολιτικῶν καὶ τῶν ἐργαστικῶν κατασκευῆς, ταῦτα μὲν ἐμέριζον οἱ χιλίαρχοι τοῖς ἰδίοις στρατοπέδοις κατὰ τὸ παρʼ αὑτοῖς ἔθος.
翌日,当为迦太基人服役者的私财以及市民与工匠的家产聚集到广场上时,军政官们按照他们的惯行,将这些物品分配给各自的军团。
§10.16.2ἔστι δὲ παρὰ Ῥωμαίοις τοιαύτη τις ἡ περὶ τὰς τῶν πόλεων καταλήψεις οἰκονομία.
在罗马人中,关于占领城市有这样一种制度。
ποτὲ μὲν γὰρ ἑκάστης σημαίας πρὸς τὴν πρᾶξιν ἀπομερίζονταί τινες τῶν ἀνδρῶν κατὰ τὸ μέγεθος τῆς πόλεως, ποτὲ δὲ κατὰ σημαίας μερίζουσιν αὐτούς.
因为有时会根据城市的大小,从每个中队中抽调若干人去执行这项任务,有时则按中队来分配他们。
§10.16.3οὐδέποτε δὲ πλείους ἀποτάττονται πρὸς τοῦτο τῶν ἡμίσεων· οἱ δὲ λοιποὶ μένοντες κατὰ τὰς τάξεις ἐφεδρεύουσι, ποτὲ μὲν ἐκτὸς τῆς πόλεως, ποτὲ δὲ πάλιν ἐντός, ἀεὶ πρὸς τὸ δεικνύειν.
但他们绝不会调派超过半数的人手去执行此项任务;其余的人则留在原阵形中待命,有时在城外,有时在城内,随时准备应对可能出现的情况。
§10.16.4τῆς δὲ δυνάμεως διῃρημένης αὐτοῖς κατὰ μὲν τὸ πλεῖον εἰς δύο στρατόπεδα Ῥωμαϊκὰ καὶ δύο τῶν συμμάχων, τοτὲ δὲ καὶ σπανίως ἁθροιζομένων ὁμοῦ τῶν τεττάρων, πάντες οἱ πρὸς τὴν ἁρπαγὴν ἀπομερισθέντες ἀναφέρουσι τὰς ὠφελείας ἕκαστοι τοῖς ἑαυτῶν στρατοπέδοις,
他们的兵力大抵分为两个罗马军团和两个盟国军团,极少有四个军团齐聚一堂的时候,但所有被派去掠夺的人都会将战利品各自带回自己的军团。
§10.16.5κἄπειτα πραθέντων τούτων οἱ χιλίαρχοι διανέμουσι πᾶσιν ἴσον, οὐ μόνον τοῖς μείνασιν ἐν ταῖς ἐφεδρείαις, ἀλλὰ καὶ τοῖς τὰς σκηνὰς φυλάττουσι τοῖς τʼ ἀρρωστοῦσι καὶ τοῖς ἐπί τινα λειτουργίαν ἀπεσταλμένοις.
随后,这些物品被出售后,军政官们会将其均分给所有人,不仅包括留在待命队伍中的人,还包括留守营帐的人、生病的人以及被派往执行其他任务的人。
§10.16.6περὶ δὲ τοῦ μηδένα νοσφίζεσθαι μηδὲν τῶν ἐκ τῆς διαρπαγῆς, ἀλλὰ τηρεῖν τὴν πίστιν κατὰ τὸν ὅρκον, ὃν ὀμνύουσι πάντες, ὅταν ἁθροισθῶσι πρῶτον εἰς τὴν παρεμβολήν, ἐξιέναι μέλλοντες εἰς τὴν πολεμίαν, §10.16.7ὑπὲρ τούτου δὲ τοῦ μέρους εἴρηται πρότερον ἡμῖν διὰ πλειόνων ἐν τοῖς περὶ τῆς πολιτείας.
至于任何人不得私吞掠夺物中的任何东西,而要恪守他们在首次齐聚营地准备向敌国进军时所立下的誓言,关于这部分内容,我们在讨论国制的部分中已经作了较为详细的阐述。
§10.16.8λοιπὸν ὅταν οἱ μὲν ἡμίσεις τράπωνται πρὸς τὰς ἁρπαγάς, οἱ δʼ ἡμίσεις διαφυλάττοντες τὰς τάξεις ἐφεδρεύωσι τούτοις, οὐδέποτε κινδυνεύει Ῥωμαίοις τὰ ὅλα διὰ πλεονεξίαν.
因此,当半数人转入掠夺,而另一半人保持阵形作为他们的后盾待命时,罗马人绝不会因为贪婪而使全局陷入危险。
§10.16.9τῆς γὰρ ἐλπίδος τῆς κατὰ τὴν ὠφέλειαν οὐκ ἀπιστουμένης ἀλλήλοις, ἀλλʼ ἐπʼ ἴσης ἑστηκυίας τοῖς μένουσι κατὰ τὰς ἐφεδρείας καὶ τοῖς διαρπάζουσιν, οὐδεὶς ἀπολείπει τὰς τάξεις·
因为对战利品的期望彼此不会落空,而是平等地保证给留守待命者和参与掠夺者,所以没有人会擅离阵地。
ὃ μά
这确实……

词汇与语法注释

  1. 10.16.3πρὸς τὸ δεิกνύειν — 介词 πρός 支配带冠词不定式的宾格。此处的不及物动词用法 δεικνύειν 意为“事态显现出来”或“根据情况的指示”,整体指代“随时根据形势的需要做出应对”的即应状态。
  2. 10.16.6περὶ δὲ τοῦ μηδένα νοσφίζεσθαι — 置于句首的介词 περί 引导带冠词不定式属格的结构,起到了提前引出讨论主题(“关于……之事”)的作用。与之呼应的主句是 §10.16.7 中的 ὑπὲρ τούτου δὲ τοῦ μέρους εἴρηται(关于这部分内容,已经阐述过了)。

引用这一段

波利比奥斯, 历史 §10.16.1-10.16.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.16.1-10.16.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。