§10.18.1μετὰ δὲ ταῦτα Μάγωνα καὶ τοὺς ἅμα τούτῳ Καρχηδονίους ἐχώριζε. δύο μὲν γὰρ ἦσαν κατειλημμένοι τῶν ἐκ τῆς γερουσίας, πέντε δὲ καὶ δέκα τῶν ἐκ τῆς συγκλήτου.
此后,他将马戈和与他在一起的迦太基人隔离开来;因为在被俘的人中,有两人属于元老会,十五人属于参议院。
§10.18.2καὶ τούτους μὲν συνέστησε Γαΐῳ Λαιλίῳ, συντάξας τὴν ἁρμόζουσαν ἐπιμέλειαν ποιεῖσθαι τῶν ἀνδρῶν·
他将这些人托付给盖乌斯·莱利乌斯,下令对其进行妥善的照顾。
§10.18.3ἐπὶ δὲ τούτοις τοὺς ὁμήρους προσεκαλέσατο, πλείους ὄντας τῶν τριακοσίων.
此外,他召集了人质,人数有三百多。
καὶ τοὺς μὲν παῖδας καθʼ ἕνα προσαγαγόμενος καὶ καταψήσας θαρρεῖν ἐκέλευε, διότι μετʼ ὀλίγας ἡμέρας ἐπόψονται τοὺς αὑτῶν γονεῖς·
他把孩子们一个个拉到身边,抚摸着他们,让他们放心,因为过几天他们就能见到自己的父母了。
§10.18.4τοὺς δὲ λοιποὺς ὁμοῦ παρεκάλεσε πάντας θαρρεῖν καὶ γράφειν αὐτοὺς §10.18.5εἰς τὰς ἰδίας πόλεις πρὸς αὑτῶν ἀναγκαίους πρῶτον μὲν ὅτι σῴζονται καὶ καλῶς αὐτοῖς ἐστι, δεύτερον δὲ διότι θέλουσι Ῥωμαῖοι πάντας αὐτοὺς εἰς τὴν οἰκείαν ἀποκαταστῆσαι μετʼ ἀσφαλείας, ἑλομένων τῶν ἀναγκαίων σφίσι τὴν πρὸς Ῥωμαίους συμμαχίαν.
他劝勉其余所有人都要放心,并写信给他们各自城市的亲属,首先说明他们安全且受到良好对待,其次说明如果他们的亲属愿意为了他们选择与罗马人结盟,罗马人愿意将他们安全地送回故乡。
§10.18.6ταῦτα δʼ εἰπών, καὶ παρεσκευακὼς πρότερον ἐκ τῶν λαφύρων τὰ λυσιτελέστερα πρὸς τὴν ἐπίνοιαν, τότε κατὰ γένη καὶ καθʼ ἡλικίαν ἑκάστοις ἐδωρεῖτο τὰ πρέποντα, ταῖς μὲν παισὶ κόνους καὶ ψέλλια, τοῖς δὲ νεανίσκοις ῥαμφὰς καὶ μαχαίρας.
说了这些话,并预先从战利品中准备好了最适合其意图的物品,他便根据各人的家族和年龄,向他们分发了合适的礼物——给女孩发饰和手镯,给青年小刀和宝剑。
ἐκ δὲ τῶν αἰχμαλωτίδων τῆς Μανδονίου γυναικός, §10.18.7ὃς ἦν ἀδελφὸς Ἀνδοβάλου τοῦ τῶν Ἰλεργητῶν βασιλέως, προσπεσούσης αὐτῷ καὶ δεομένης μετὰ δακρύων ἐπιστροφὴν ποιήσασθαι τῆς αὑτῶν εὐσχημοσύνης ἀμείνω Καρχηδονίων, συμπαθὴς γενόμενος ἤρετο τί λείπει τῶν ἐπιτηδείων αὐταῖς·
而在被俘的妇女中,当曼多尼乌斯的妻子—— 他是伊勒格特斯人国王安多巴莱斯的兄弟——跪倒在他面前,流着泪恳求他对她们的体面给予比迦太基人更好的照顾时,他深受感动,询问她们还缺少什么必需品。
§10.18.8καὶ γὰρ ἦν ἡ γυνὴ πρεσβυτέρα καί τινα προστασίαν ἀξιωματικὴν ἐπιφαίνουσα.
因为这位妇女年事已高,显露出某种高贵威严的气度。
§10.18.9τῆς δὲ κατασιωπώσης ἐκάλει τοὺς πρὸς τὴν ἐπιμέλειαν τῶν γυναικῶν ἀποτεταγμένους.
见她保持沉默,他便召集了那些被指派照顾妇女的人。
§10.18.10ὧν παραγενομένων καὶ διασαφούντων ὅτι πάντα τὰ δέοντα δαψιλῶς αὐταῖς παρασκευάζοιεν, πάλιν ὁμοίως ἁψαμένης αὐτοῦ τῶν γονάτων τῆς γυναικὸς καὶ τὸν αὐτὸν εἰπούσης λόγον, μᾶλλον ἔτι διαπορήσας ὁ Πόπλιος, καί τινα λαβὼν ἔννοιαν ὡς ὀλιγωρούντων καὶ ψευδῶς πρὸς τὸ παρὸν ἀποφαινομένων τῶν πρὸς τὴν ἐπιμέλειαν ἀποτεταγμένων, θαρρεῖν ἐκέλευε τὰς γυναῖκας· §10.18.11αὐτὸς γὰρ ἑτέρους ἐπιστήσειν τοὺς φροντιοῦντας ἵνα μηδὲν αὐτὰς ἐλλείπῃ τῶν ἐπιτηδείων.
当他们赶到并说明已经为她们丰盛地准备了一切必需品,而该妇女再次同样抱住他的膝盖并说出同样的话时,普布利乌斯更加困惑,并产生了一种怀疑,认为那些被指派照顾的人怠慢了她们,且在目前作了虚假的陈述,于是他让妇女们放心,说他自己会指派其他人负责,使她们不缺少任何必需品。
ἡ δʼ ἐπισχοῦσα μικρόν" §10.18.123Οὐκ ὀρθῶσ"3 ἔφη "3στρατηγέ, τοὺς ἡμετέρους ἐκδέχῃ λόγους, εἰ νομίζεις ἡμᾶς ὑπὲρ τῆς γαστρὸς δεῖσθαί σου νῦν" §10.18.133.
但她稍微停顿了一下,说道: “将军,如果您认为我们现在是为了肚子向您恳求,那您就误解了我们的意思。
καὶ τότε λαβὼν ὁ Πόπλιος ἐν νῷ τὸ βούλημα τῆς γυναικός, καὶ θεωρῶν ὑπὸ τὴν ὄψιν τὴν ἀκμὴν τῶν Ἀνδοβάλου θυγατέρων καὶ πλειόνων ἄλλων δυναστῶν, ἠναγκάσθη δακρῦσαι, τῆς γυναικὸς ἐν ὀλίγῳ τὴν τῆς περιστάσεως ἔμφασιν ὑποδεικνυούσης.
” 此时普布利乌斯领会了这位妇女的真意,又亲眼看到安多巴莱斯的女儿们和许多其他权贵的女儿们正值青春年华,不禁流下眼泪,因为这位妇女在简短的言辞中,已经暗示了她们所处的危险境遇。
§10.18.14διὸ δὴ καὶ τότε φανερὸς γενόμενος ὅτι συνῆκε τὸ ῥηθέν, καὶ λαβόμενος τῆς δεξιᾶς, θαρρεῖν αὐτήν τε ταύτην ἐκέλευε καὶ τὰς ἄλλας ὁμοίως· §10.18.15ποιήσεσθαι γὰρ πρόνοιαν ὡς ἰδίων ἀδελφῶν καὶ τέκνων, συστήσεσθαι δὲ καὶ πρὸς τὴν τούτων ἐπιμέλειαν ἀκολούθως τοῖς προειρημένοις πιστοὺς ἄνδρας.
因此,他当时公开表明自己理解了她所说的话,拉着她的右手,让她以及其他妇女同样放心;因为他会像对待自己的姐妹和孩子一样照顾她们,并会按照前言指派忠实的人来照顾她们。