Humanitext Reader

波利比奥斯 · 历史 §1.87.1-1.87.10

将领和解与生擒马托斯

第 87 段,共 1311 段 · 希腊语

内容简介

迦太基通过元老院的调解使哈米尔卡和汉农和解,并准备决战。最终,他们击败了马托斯率领的利比亚军队并将其生擒。

§1.87.1οἱ δὲ Καρχηδόνιοι παραδόξου τῆς περιπετείας αὐτοῖς φανείσης δυσθύμως καὶ δυσελπίστως εἶχον πάλιν· ἄρτι γὰρ ἀναθαρροῦντες ταῖς ψυχαῖς παρὰ πόδας ἔπιπτον αὖθις ταῖς ἐλπίσιν.
迦太基人由于意想不到的逆境降临在他们身上,再次陷入沮丧和绝望;因为他们刚刚在心灵中重拾勇气,转眼间就再次在希望中跌落。
§1.87.2οὐ μὴν ἀφίσταντο τοῦ ποιεῖν τὰ πρὸς τὴν σωτηρίαν.
然而,他们并没有放弃采取拯救自己的手段。
§1.87.3διὸ καὶ τριάκοντα μὲν τῆς γερουσίας προχειρισάμενοι καὶ μετὰ τούτων τὸν πρότερον μὲν ἀπελθόντα στρατηγὸν Ἄννωνα, τότε δʼ ἐπαναγαγόντα, σὺν δὲ τούτοις τοὺς ὑπολοίπους τῶν ἐν ταῖς ἡλικίαις καθοπλίσαντες, οἷον ἐσχάτην τρέχοντες ταύτην, ἐξαπέστελλον πρὸς τὸν Βάρκαν, §1.87.4ἐντειλάμενοι πολλὰ τοῖς τῆς γερουσίας κατὰ πάντα τρόπον διαλῦσαι τοὺς στρατηγοὺς ἐκ τῆς προγεγενημένης διαφορᾶς καὶ συμφρονεῖν σφᾶς ἀναγκάσαι, βλέψαντας εἰς τὰ παρόντα τῶν πραγμάτων.
因此,他们一方面选派了三十位元老院成员,并随同他们派出了先前被解除将领职务、如今又被恢复的将军汉农,另一方面又武装了其余处于服役年龄的人,仿佛在进行这最后的一场角逐,将他们派遣到巴卡那里,他们对这些元老院成员作了许多叮嘱,要求他们想方设法调解将军们过去的恩怨,并迫使他们着眼于眼前的局势,团结一致。
§1.87.5ὧν πολλοὺς καὶ ποικίλους διαθεμένων λόγους, ἐπειδὴ συνήγαγον ὁμόσε τοὺς στρατηγούς, ἠναγκάσθησαν συγχωρεῖν καὶ πείθεσθαι τοῖς λεγομένοις οἱ περὶ τὸν Ἄννωνα καὶ τὸν Βάρκαν,
在这些使者发表了许多且各种各样的说辞,并将将军们召集到一起之后,汉农和巴卡及其部下不得不妥协并听从这些话。
§1.87.6καὶ τὸ λοιπὸν ἤδη συμφρονήσαντες μιᾷ γνώμῃ πάντα κατὰ νοῦν ἔπραττον τοῖς Καρχηδονίοις, §1.87.7ὥστε τοὺς περὶ τὸν Μάθω δυσχρηστουμένους ἐν τοῖς κατὰ μέρος κινδύνοις — πολλοὺς γὰρ ἐποιήσαντο περί τε τὴν Λέπτιν προσαγορευομένην καί τινας τῶν ἄλλων πόλεων — τέλος ἐπὶ τὸ διὰ μάχης κρίνειν ὁρμῆσαι τὰ πράγματα, προθύμως ἐχόντων πρὸς τοῦτο τὸ μέρος καὶ τῶν Καρχηδονίων.
此后,他们已经心往一处想,一切行动都符合迦太基人的心愿,以至于在局部战斗中陷入困境的马托斯及其部下——因为他们在被称为莱普提斯的城市以及其他一些城市周围进行了多次战斗——最终决定通过战斗来决一雌雄,而迦太基人也对这一方案十分热切。
§1.87.8διόπερ ἀμφότεροι τοῦτο προθέμενοι παρεκάλουν μὲν πάντας τοὺς συμμάχους πρὸς τὸν κίνδυνον, συνῆγον δὲ τὰς φρουρὰς ἐκ τῶν πόλεων, ὡς ἂν μέλλοντες ἐκκυβεύειν ὑπὲρ τῶν ὅλων.
因此,双方都以此为目标,一方面号召所有同盟者共同承担这一危险,另一方面从各城市召集守备队,仿佛要为全局进行最后的豪赌。
§1.87.9ἐπειδὴ δʼ ἑκατέροις ἦν τὰ πρὸς τὴν ἐπιβολὴν ἕτοιμα, παραταξάμενοι συνέβαλλον ἀλλήλοις ἐξ ὁμολόγου.
当双方为这次决战做好了准备,他们便排开阵势,在双方同意的情况下正面对决。
§1.87.10γενομένου δὲ τοῦ νικήματος κατὰ τοὺς Καρχηδονίους, οἱ μὲν πλεῖστοι τῶν Λιβύων ἐν αὐτῷ τῷ κινδύνῳ διεφθάρησαν, οἱ δὲ πρός τινα πόλιν συμφυγόντες μετʼ οὐ πολὺ παρέδοσαν ἑαυτούς, ὁ δὲ Μάθως ὑποχείριος ἐγένετο τοῖς ἐχθροῖς ζωγρίᾳ.
当胜利归于迦太基人时,大部分利比亚人在战斗中丧生,而那些逃往某座城市的士兵不久后也投降了,马托斯则被敌人活捉。

词汇与语法注释

  1. §1.87.3οἷον ἐσχάτην τρέχοντες ταύτην — 比喻性表达,意为“仿佛在进行这最后的一场角逐”。阴性宾格代词 ταύ谦暗示省略了诸如 ὁδόν(道路)等阴性名词作为同源宾格,或是用于表示进行最后决战的惯用表达。
  2. §1.87.4βλέψαντας — 宾格复数现在分词。其逻辑主语是不定式的主语 τοὺς στρατηγούς 或 σφᾶς(将军们)。它不与前面的与格 τοῖς τῆς γερουσίας(元老院使者们)一致,而是修饰将军们“眼看当前的局势”来达成一致。
  3. §1.87.7ὥστε τοὺς περὶ τὸν Μάθω δυσχρηστουμένους ... ὁρμῆσαι — ὥστε 从句中的“宾格加不定式”结构。τοὺς περὶ τὸν Μάθω 是不定式 ὁρμῆσαι 的逻辑主语(宾格),分词 δυσχρηστουμένους 用于修饰它。
  4. §1.87.8ὡς ἂν μέλλοντες — ὡς ἂν 与分词的结合,表达行为者的主观意图或一种假设,意为“仿佛他们将要……”。

引用这一段

波利比奥斯, 历史 §1.87.1-1.87.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.87.1-1.87.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。