§1.85.1ἐπεὶ δὲ κατεχρήσαντο μὲν ἀσεβῶς τοὺς αἰχμαλώτους, τροφῇ ταύτῃ χρώμενοι, κατεχρήσαντο δὲ τὰ δουλικὰ τῶν σωμάτων, ἐβοήθει δʼ ἐκ τοῦ Τύνητος οὐδείς, §1.85.2τότε προδήλου τῆς αἰκίας διὰ τὴν περικάκησιν ἐκ τῶν πολλῶν τοῖς ἡγεμόσιν ὑπαρχούσης, ἔκριναν οἱ περὶ τὸν Αὐτάριτον καὶ Ζάρζαν καὶ Σπένδιον ἐγχειρίζειν ἑαυτοὺς τοῖς πολεμίοις καὶ διαλαλεῖν περὶ διαλύσεως Ἀμίλκᾳ.
当他们以这种食物为食,不敬地吃光了俘虏,又吃光了奴隶,而突尼斯方面又没有任何人前来救援时,由于极度绝望,大众显然会对首领们施加惩罚,于是奥塔里图斯、扎尔扎斯和斯彭迪乌斯一伙决定向敌人投降,并与哈米尔卡商讨和谈条件。
§1.85.3πέμψαντες οὖν κήρυκα καὶ λαβόντες συγχώρημα περὶ πρεσβείας ἧκον, ὄντες δέκα, πρὸς τοὺς Καρχηδονίους.
于是他们派出一名传令官,获得了派遣使节的许可,一行十人来到了迦太基人面前。
§1.85.4πρὸς οὓς Ἀμίλκας ὁμολογίας ἐποιήσατο τοιαύτας· ἐξεῖναι Καρχηδονίοις ἐκλέξασθαι τῶν πολεμίων οὓς ἂν αὐτοὶ βούλωνται δέκα· τοὺς δὲ λοιποὺς ἀφιέναι μετὰ χιτῶνος.
哈米尔卡与他们达成了如下协议:迦太基人有权在敌人中任意挑选他们想要的十个人,而其余的人则只穿一件内衣予以放行。
§1.85.5γενομένων δὲ τούτων εὐθέως Ἀμίλκας ἔφη τοὺς παρόντας ἐκλέγεσθαι κατὰ τὰς ὁμολογίας.
协议达成后,哈米尔卡立即宣布按照协议挑选在场的这十个人。
τῶν μὲν οὖν περὶ τὸν Αὐτάριτον καὶ Σπένδιον καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἡγεμόνων τοῦτον τὸν τρόπον ἐκυρίευσαν οἱ Καρχηδόνιοι.
因此,迦太基人便以这种方式将奥塔里图斯、斯彭迪乌斯以及其他最显赫的首领掌控在自己手中。
§1.85.6τῶν δὲ Λιβύων, ἐπεὶ τὴν σύλληψιν ᾔσθοντο τῶν ἡγεμόνων, νομισάντων αὑτοὺς παρεσπονδῆσθαι διὰ τὸ τὰς συνθήκας ἀγνοεῖν, καὶ διὰ ταύτην τὴν αἰτίαν ὁρμησάντων ἐπὶ τὰ ὅπλα,
而利比亚人得知首领们被捕后,因不了解条约内容而认为自己遭到了背叛,并因此拿起了武器。
§1.85.7περιστήσας αὐτοῖς Ἀμίλκας τά τε θηρία καὶ τὴν λοιπὴν δύναμιν ἅπαντας διέφθειρε, πλείους ὄντας τῶν τετρακισμυρίων, περὶ τὸν τόπον τὸν Πρίονα καλούμενον·
哈米尔卡用战象和其余的军队将他们包围,并在被称为“锯(普里翁)”的地方将这四万多人全部消灭。
ὃν συμβαίνει διὰ τὴν ὁμοιότητα τοῦ σχήματος πρὸς τὸ νῦν εἰρημένον ὄργανον ταύτης τετευχέναι τῆς προσηγορίας.
该地正是因为其形状与刚才提到的工具相似而获得了这一名称。