Humanitext Reader

波利比奥斯 · 历史 §1.75.1-1.75.10

哈米尔卡复出与夜渡马卡拉斯河

第 75 段,共 1311 段 · 希腊语

内容简介

哈米尔卡顶替汉诺重新出任将军,他利用河口在特定风向之下会变为浅滩的自然现象,在夜间成功渡过马卡拉斯河,避开敌军防线并解除了尤蒂卡之围。

§1.75.1διόπερ οἱ Καρχηδόνιοι θεωροῦντες αὐτὸν κακῶς χειρίζοντα τὰς πράξεις, Ἀμίλκαν τὸν ἐπικαλούμενον Βάρκαν αὖθις προεστήσαντο, §1.75.2καὶ τοῦτον ἐξέπεμπον εἰς τὸν ἐνεστῶτα πόλεμον στρατηγόν, δόντες ἑβδομήκοντα μὲν ἐλέφαντας καὶ τοὺς ἐπισυνηγμένους τῶν μισθοφόρων καὶ τοὺς ηὐτομοληκότας ἀπὸ τῶν πολεμίων, ἅμα δὲ τούτοις πολιτικοὺς ἱππεῖς καὶ πεζούς, ὥστε τοὺς σύμπαντας εἰς μυρίους ὑπάρχειν.
因此,迦太基人见他处理政务拙劣,便再次任命被称为巴卡的哈米尔卡为领袖,并派他作为将军投入当前的战争,交给他七十头战象、新招募的雇佣兵和从敌人那投诚过来的逃兵,同时还配有本国的骑兵和步兵,使总兵力达到一万人左右。
§1.75.3ὃς κατὰ τὴν πρώτην εὐθέως ἔξοδον καταπληξάμενος τῷ παραδόξῳ τῆς ἐπιβολῆς ἥττησε μὲν τὰς ψυχὰς τῶν ὑπεναντίων, ἔλυσε δὲ τὴν τῆς Ἰτύκης πολιορκίαν, ἐφάνη δʼ ἄξιος τῶν προγεγονότων ἔργων καὶ τῆς παρὰ τῷ πλήθει προσδοκίας.
他在第一次出征时,立刻以其出其不意的行动震慑了敌人的心灵,挫败了他们的斗志,解除了尤蒂卡之围,并证明了自己不负先前的功绩和民众的期待。
§1.75.4τὸ δὲ πραχθὲν ἦν ὑπʼ αὐτοῦ περὶ τὴν χρείαν ταύτην τοιοῦτον.
他在此次行动中所做的事情如下。
τῶν γεωλόφων τῶν ἐπιζευγνύντων τὸν αὐχένα τὸν συνάπτοντα τὴν Καρχηδόνα πρὸς τὴν Λιβύην ὄντων δυσβάτων καὶ χειροποιήτους ἐχόντων διεκβολὰς ἐπὶ τὴν χώραν, συνέβαινε τοὺς περὶ τὸν Μάθω πάντας τοὺς διὰ τῶν προειρημένων λόφων εὐκαίρως κειμένους τόπους φυλακαῖς διειληφέναι, §1.75.5πρὸς δὲ τούτοις τοῦ προσαγορευομένου Μακάρα ποταμοῦ διείργοντος κατά τινας τόπους παραπλησίως τὴν ἐπὶ τὴν χώραν τοῖς ἐκ τῆς πόλεως ἔξοδον καὶ διὰ τὸ πλῆθος τοῦ ῥεύματος ἀβάτου κατὰ τὸ πλεῖστον ὑπάρχοντος, μιᾶς δʼ οὔσης ἐπʼ αὐτῷ γεφύρας, καὶ ταύτην τηρεῖν τὴν δίοδον ἀσφαλῶς, πόλιν ἐπʼ αὐτῆς ᾠκοδομηκότας.
由于连接迦太基和利比亚的地峡的丘陵地带难以通行,且只有人工开辟的通道通往内陆,因此马托斯的手下早已在上述丘陵中所有地理位置有利的地方设岗防守;此外,被称为马卡拉斯的河流在某些地方同样阻断了从城市通往内陆的通道,且由于水量巨大,大部分河段无法涉渡,河上仅有一座桥梁,他们便在这座桥上建起了一座城镇,严密地把守着这一通道。
§1.75.6ἐξ ὧν συνέβαινε τοὺς Καρχηδονίους μὴ οἷον στρατοπέδῳ τῆς χώρας ἐπιβαίνειν, ἀλλὰ μηδὲ τοὺς κατʼ ἰδίαν θέλοντας διαπεσεῖν ῥᾳδίως ἂν δύνασθαι λαθεῖν τοὺς ὑπεναντίους.
凡此种种,导致迦太基人不仅无法率军进入内陆,甚至连想要独自穿过的人也难以不被敌人发现。
§1.75.7εἰς ἃ βλέπων Ἀμίλκας καὶ παντὸς πράγματος καὶ καιροῦ πεῖραν λαμβάνων διὰ τὸ δυσχρηστεῖν περὶ τὴν ἔξοδον διενοήθη τι τοιοῦτον.
哈米尔卡看清了这些困难,并尝试着各种方法和时机,由于出征受阻,他想出了这样一个办法。
§1.75.8τοῦ προειρημένου ποταμοῦ κατὰ τὴν εἰς θάλατταν ἐκβολὴν συνθεωρήσας κατά τινας ἀνέμων στάσεις ἀποθινούμενον τὸ στόμα καὶ τεναγώδη γινομένην τὴν παρʼ αὐτὸ τὸ στόμα πάροδον, ποιήσας εὐτρεπῆ τῷ στρατοπέδῳ τὰ πρὸς τὴν ἔξοδον καὶ κρύπτων ἐν αὑτῷ τὴν ἐπιβολὴν ἐτήρει τὸ προειρημένον σύμπτωμα.
他注意到,在上述河流入海的河口处,在某些风向的作用下,河口会被沙子堵塞,使得紧邻河口的通道变成浅滩,于是他让军队做好了出发的准备,将这个意图藏在心里,等待着上述情况的出现。
§1.75.9παραπεσόντος δὲ τοῦ καιροῦ, νυκτὸς ἐξορμήσας ἔλαθε πάντας ἅμα τῷ φωτὶ τὸν προειρημένον τόπον διαβιβάσας τὴν δύναμιν.
当时机来临时,他在夜间出发,避开了所有人的注意,在黎明时分让军队在上述地点渡过了河。
§1.75.10παραδόξου δὲ τοῦ πράγματος φανέντος καὶ τοῖς ἐν τῇ πόλει καὶ τοῖς ὑπεναντίοις, ὁ μὲν Ἀμίλκας προῆγεν διὰ τοῦ πεδίου, ποιούμενος τὴν πορείαν ἐπὶ τοὺς
这一举动无论是对城内的人还是对敌人都显得不可思议,而哈米尔卡则穿过平原,朝着……行军。

词汇与语法注释

  1. 1.75.4τῶν γεωλόφων ... ὄντων δυσβάτων ... συνέβαινε ... — 此部分为属格绝对结构(τῶν γεωλόφων ὄντων δυσβάτων...),用以说明主句背景或原因,主句由无人称动词 συνέβαινε(发生……的情况)引导。
  2. 1.75.5καὶ ταύτην τηρεῖν τὴν δίοδον — 不定式 τηρεῖν 受 1.75.4 中的无人称动词 συνέβαινε 支配,其逻辑主语延续了 1.75.4 中的 τοὺς περὶ τὸν Μάθω(马托斯及其部下)。
  3. 1.75.6μὴ οἷον ... ἀλλὰ μηδὲ ... ἂν δύνασθαι — 关联词 μὴ οἷον ... ἀλλὰ μηδὲ ... 意为“不仅不……甚至连……也不”。ἂν δύνασθαι 是 ἂν 加上不定式(表示潜在或可能),构成了无人称动词 συνέβαινε 的主语从句。
  4. 1.75.8τοῦ προειρημένου ποταμοῦ ... συνθεωρήσας ... ἀποθινούμενον τὸ στόμα — 分词 συνθεωρήσας(观察到)支配宾语对格(τὸ στόμα 和 τὴν ... πάροδον)以及分词(ἀποθινούμενον 和 γινομένην),意为“观察到河口被堵塞、通道变浅”。句首的属格 τοῦ προειρημένου ποταμοῦ 表示修饰关系。
  5. 1.75.9ἔλαθε πάντας ... διαβιβάσας — 这是 λανθάνω (ἔλαθε) + 宾格 + 分词 (διαβιβάσας) 的固定句式,意为“在不被(宾格代指的人)察觉的情况下完成了(分词表示的动作)”。

引用这一段

波利比奥斯, 历史 §1.75.1-1.75.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.75.1-1.75.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。