§1.77.1ὁ δὲ Μάθως αὐτὸς μὲν ἐπὶ τῆς τῶν Ἱππακριτῶν πολιορκίας ἐπέμενεν, τοῖς δὲ περὶ τὸν Αὐτάριτον τὸν τῶν Γαλατῶν ἡγεμόνα καὶ Σπένδιον ἔχεσθαι τῶν ὑπεναντίων συνεβούλευε, §1.77.2τὰ μὲν πεδία φεύγοντας διὰ τὸ πλῆθος τῶν παρὰ τοῖς ὑπεναντίοις ἱππέων καὶ θηρίων, ταῖς δʼ ὑπωρείαις ἀντιπαράγοντας καὶ συνεπιτιθεμένους κατὰ τὰς ὑποπιπτούσας ἀεὶ δυσχερείας.
马托斯本人继续留守围攻希帕克里塔,但建议高卢人领袖奥塔里图斯和斯彭迪乌斯一伙紧贴敌军,由于敌方拥有众多的骑兵和战兽,应当避开平原,而是沿着山麓与他们并行,并在每次出现不利地形时协同发起进攻。
§1.77.3ἅμα δὲ ταῖς ἐπινοίαις ταύταις καὶ πρὸς τοὺς Νομάδας καὶ τοὺς Λίβυας ἐξέπεμπε, δεόμενος βοηθεῖν σφίσι καὶ μὴ καταπροΐεσθαι τοὺς ὑπὲρ τῆς ἐλευθερίας καιρούς.
在进行这些策划的同时,他还派人前往努米底亚人和利比亚人处,请求他们予以援助,不要浪费这争取自由的良机。
§1.77.4ὁ δὲ Σπένδιος προσλαβὼν ἐκ τοῦ Τύνητος ἀφʼ ἑκάστου τῶν γενῶν τοὺς πάντας εἰς ἑξακισχιλίους προῆγε, ταῖς ὑπωρείαις ἀντιπαράγων τοῖς Καρχηδονίοις, ἔχων ἅμα τοῖς προειρημένοις καὶ τοὺς μετʼ Αὐταρίτου Γαλάτας, ὄντας εἰς δισχιλίους.
而斯彭迪乌斯从突尼斯招募了各族总计约六千人,沿着山麓与迦太基人并行推进,除了上述人员外,他还带着奥塔里图斯手下的高卢人,约有二千人。
§1.77.5τὸ γὰρ λοιπὸν μέρος αὐτῶν τοῦ κατʼ ἀρχὰς συστήματος ηὐτομολήκει πρὸς τοὺς Ῥωμαίους ἐν ταῖς περὶ τὸν Ἔρυκα στρατοπεδείαις.
因为他们起初编制的其余部分,在埃里克斯附近的营地时就已经叛逃到了罗马人那里。
§1.77.6τοῦ δʼ Ἀμίλκου παρεμβεβληκότος ἔν τινι πεδίῳ πανταχόθεν ὄρεσι περιεχομένῳ, συνέβη τὰς παρὰ τῶν Νομάδων καὶ Λιβύων βοηθείας εἰς τὸν καιρὸν τοῦτον συνάψαι τοῖς περὶ τὸν Σπένδιον.
当哈米尔卡在某个四面环山的平原上设营时,恰逢努米底亚人和利比亚人的援军在此刻与斯彭迪乌斯一伙会合。
§1.77.7γενομένης δὲ τοῖς Καρχηδονίοις τῆς μὲν τῶν Λιβύων ἐπιστρατοπεδείας αἰφνιδίου καὶ κατὰ πρόσωπον, τῆς δὲ τῶν Νομάδων ἀπʼ οὐρᾶς, τῆς δὲ περὶ τὸν Σπένδιον ἐκ πλαγίου, μεγάλην αὐτοῖς ἀπορίαν
由于利比亚人在迦太基人正面突然设营,努米底亚人在后方,斯彭迪乌斯一伙在侧翼,这给他们带来了极大的困境……