§1.71.1λεσθαι μετασχεῖν αὐτοῖς τῆς ἀποστάσεως.
参与到他们的叛乱中。
Καρχηδόνιοι δὲ τοὺς μὲν κατʼ ἰδίαν βίους ἀεὶ διεξαγαγόντες ἀπὸ τῶν ἐκ τῆς χώρας γεννημάτων, τὰς δὲ κοινὰς παρασκευὰς καὶ χορηγίας ἁθροίζοντες ἐκ τῶν κατὰ τὴν Λιβύην προσόδων, ἔτι δὲ πολεμεῖν εἰθισμένοι ξενικαῖς δυνάμεσι, §1.71.2τότε πάντων ἅμα τούτων οὐ μόνον ἐστερημένοι παραλόγως, ἀλλὰ καὶ καθʼ αὑτῶν ὁρῶντες ἕκαστα τῶν προειρημένων ἐπιστρέφοντα, τελέως ἐν μεγάλῃ δυσθυμίᾳ καὶ δυσελπιστίᾳ καθέστασαν, ἅτε παρὰ τὴν προσδοκίαν αὐτοῖς τῶν πραγμάτων ἀποβεβηκότων.
而迦太基人,他们个人的生活一直以来都是靠着本土的农产品维持,而公共的储备和物资则是通过利比亚的财政收入来筹集,此外他们也惯于使用外国军队来作战,此时他们不仅出人意料地同时失去了所有这些,而且还看到前述的每一个要素都转而针对自己,因而完全陷入了极大的沮丧和绝望之中,因为事态的发展完全超出了他们的预期。
§1.71.3τετρυμένοι γὰρ ἐν τῷ περὶ Σικελίας πολέμῳ συνεχῶς ἤλπιζον ἐπιτελεσθεισῶν τῶν διαλύσεων ἀναπνοῆς τινος τεύξεσθαι καὶ καταστάσεως εὐδοκουμένης.
因为他们在关于西西里岛的战争中长期疲惫不堪,曾希望在缔结和约后能获得某种喘息和令人满意的稳定状态。
§1.71.4συνέβαινε δʼ αὐτοῖς τἀναντία· μείζονος γὰρ ἐνίστατο πολέμου καταρχὴ καὶ φοβερωτέρου.
然而,发生在他们身上的情况恰恰相反;因为一场更大且更可怕的战争正拉开序幕。
§1.71.5πρόσθεν μὲν γὰρ ὑπὲρ Σικελίας ἠμφισβήτουν Ῥωμαίοις, τότε δὲ περὶ σφῶν αὐτῶν καὶ τῆς πατρίδος ἔμελλον κινδυνεύσειν, πόλεμον ἀναλαμβάνοντες ἐμφύλιον.
因为以前他们是为了西西里岛而与罗马人争夺,而现在在承担一场内战时,他们将不得不为自身和祖国的生死存亡冒险。
§1.71.6πρὸς δὲ τούτοις οὐχ ὅπλων πλῆθος, οὐ ναυτικὴ δύναμις, οὐ πλοίων κατασκευὴ παρʼ αὐτοῖς ἦν, ὡς ἂν τοσαύταις ναυμαχίαις περιπεπτωκότων· καὶ μὴν οὐδὲ χορηγιῶν διάθεσις οὐδὲ φίλων οὐδὲ συμμάχων τῶν βοηθησόντων ἔξωθεν ἐλπὶς οὐδʼ ἡτισοῦν ὑπῆρχεν.
除此之外,在他们那里既没有充足的武器,也没有海军力量,更没有船只的建造,毕竟他们经历过如此多次的海战;而且,确实没有任何物资的储备,也没有任何来自外部会提供援助的盟友或朋友的希望。
§1.71.7διὸ καὶ τότε σαφῶς ἔγνωσαν ἡλίκην ἔχει διαφορὰν ξενικὸς καὶ διαπόντιος πόλεμος ἐμφυλίου στάσεως καὶ ταραχῆς.
因此,正是在那时,他们清楚地认识到,一场外国且渡海的战争与一场内部的叛乱和动荡之间有着多么巨大的差别。
§1.71.8οὐχ ἥκιστα δʼ αὐτοὶ σφίσι τῶν τοιούτων καὶ τηλι
尤其是他们自己对自己造成了如此这般且如此重大的……