Humanitext Reader

波利比奥斯 · 历史 §1.72.1-1.72.7

迦太基的残酷统治与利比亚人对叛军的支援

第 72 段,共 1311 段 · 希腊语

内容简介

迦太基对利比亚人民实行的残酷统治和高额税收成为此次叛乱的根源。为了协助叛军,利比亚的妇女们甚至自发捐出首饰,为马托斯和斯宾狄乌斯提供了充足的资金。

§1.72.1κούτων κακῶν ἐγεγόνεισαν αἴτιοι.
他们自己成了这些灾难的起因。
κατὰ γὰρ τὸν προγεγονότα πόλεμον εὐλόγους ἀφορμὰς ἔχειν ὑπολαμβάνοντες πικρῶς ἐπεστάτησαν τῶν κατὰ τὴν Λιβύην ἀνθρώπων, §1.72.2παραιρούμενοι μὲν τῶν ἄλλων πάντων τῶν καρπῶν τοὺς ἡμίσεις, διπλασίους δὲ ταῖς πόλεσι τοὺς φόρους ἢ πρὶν ἐπιτάττοντες, συγγνώμην δὲ τοῖς ἀπόροις ἢ συμπεριφορὰν οὐδʼ ἡντινοῦν ἐπʼ οὐδενὶ τῶν πραττομένων διδόντες, §1.72.3θαυμάζοντες δὲ καὶ τιμῶντες τῶν ἀεὶ στρατηγῶν οὐ τοὺς πρᾴως καὶ φιλανθρώπως τῷ πλήθει χρωμένους, ἀλλὰ τοὺς αὐτοῖς μὲν ἑτοιμάζοντας πλείστας χορηγίας καὶ ἐπισκευάς, τοῖς δὲ κατὰ τὴν χώραν πικρότατα χρωμένους, ὧν εἷς ἦν Ἄννων.
因为在先前的战争期间,他们自以为有充分的理由,对利比亚的人民实行了严酷的统治,强行夺取他们其他所有农作物的半数,并对各城市征收比以前多一倍的税款,而且对于贫困者在任何执行的事情上都不给予丝毫的宽恕或宽容,并且在历任将军中,他们所赞赏和尊崇的,不是那些温和友善地对待民众的人,而是那些为他们自己准备了最丰富的物资和装备、而对地方人民最为严酷无情的人,汉诺便是其中之一。
§1.72.4τοιγαροῦν οἱ μὲν ἄνδρες οὐχ οἷον παρακλήσεως πρὸς τὴν ἀπόστασιν, ἀλλʼ ἀγγέλου μόνον ἐδεήθησαν· §1.72.5αἱ δὲ γυναῖκες αἱ τὸν πρὸ τοῦ χρόνον ἀπαγομένους περιορῶσαι τοὺς σφετέρους ἄνδρας καὶ γονεῖς πρὸς τὰς εἰσφοράς, τότε συνομνύουσαι κατὰ πόλεις ἐφʼ ᾧ μηδὲν κρύψειν τῶν ὑπαρχόντων αὐταῖς, ἀφαιρούμεναι τὸν κόσμον εἰσέφερον ἀπροφασίστως εἰς τοὺς ὀψωνιασμούς.
因此,男人们根本不需要什么反叛的劝诱,而只需要一个使者;而妇女们在过去曾眼睁睁看着自己的丈夫和父母因税款而被带走,此时却在各个城市中共同起誓,绝不隐瞒任何财产,她们摘下自己的首饰,毫不犹豫地捐献出来作为士兵的军饷。
§1.72.6καὶ τοιαύτην παρεσκεύασαν εὐπορίαν τοῖς περὶ τὸν Μάθω καὶ Σπένδιον ὥστε μὴ μόνον διαλῦσαι τὰ προσοφειλόμενα τῶν ὀψωνίων τοῖς μισθοφόροις κατὰ τὰς ἐπαγγελίας, ἃς ἐποιήσαντο πρὸς τὴν ἀπόστασιν, ἀλλὰ καὶ πρὸς τὸ συνεχὲς εὐπορῆσαι χορηγίας.
她们为马托斯和斯宾狄乌斯及其同伙提供了如此充足的财源,使得他们不仅能够按照反叛之初所作的许诺,结清拖欠雇佣兵的军饷,而且还为持续的战争准备了充足的物资。
§1.72.7οὕτως οὐδέποτε δεῖ πρὸς τὸ παρὸν μόνον, ἔτι δὲ μᾶλλον πρὸς τὸ μέλλον ἀποβλέπειν ἀεὶ τοὺς ὀρθῶς βουλευομένους.
显而易见,凡明智考量事务者,决不应仅着眼于眼前,而更应时刻瞩望于未来。

词汇与语法注释

  1. §1.72.1κούτων κακῶν — 与前一分块末尾的 τηλι 结合,形成 τηλικούτων κακῶν(如此重大的灾难),为属格短语,修饰 αἴτιοι(原因)。
  2. §1.72.4οὐχ οἷον — 句式 οὐχ οἷον ... ἀλλὰ ... 表示“非但没有/不仅不……反而……”。这里指他们非但不需要劝诱,反而只需要一个使者。动词 δεῖσθαι(ἐδεήθησαν)支配属格(παρακλήσεως 和 ἀγγέλου)。
  3. §1.72.5περιορῶσαι ... ἀπαγομένους — 动词 περιοράω(默默看着、听之任之)带有宾格(τοὺς σφετέρους ἄνδρας καὶ γονεῖς)和现在被动分词(ἀπαγομένους),构成“眼睁睁看着自己的丈夫和父母被带走(而不加干涉)”的句式。
  4. §1.72.5ἐφʼ ᾧ μηδὲν κρύψειν — 介词短语 ἐφʼ ᾧ(ἐπί 伴随关系代词与格)后接不定式(将来时不定式 κρύψειν),引导一个条件句,意为“以不隐瞒任何事情为条件”。

引用这一段

波利比奥斯, 历史 §1.72.1-1.72.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.72.1-1.72.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。