§1.65.1μετὰ δὲ τὰς διαλύσεις ταύτας ἴδιόν τι καὶ παραπλήσιον ἀμφοτέροις συνέβη παθεῖν.
在这些条约达成之后,两国遭遇了既独特又非常相似的经历。
§1.65.2ἐξεδέξατο γὰρ πόλεμος ἐμφύλιος Ῥωμαίους μὲν ὁ πρὸς τοὺς Φαλίσκους καλουμένους, ὃν ταχέως καὶ συμφερόντως ἐπετέλεσαν, ἐν ὀλίγαις ἡμέραις ἐγκρατεῖς γενόμενοι τῆς πόλεως αὐτῶν, §1.65.3Καρχηδονίους δὲ κατὰ τὸν αὐτὸν καιρὸν οὐ μικρὸς οὐδʼ εὐκαταφρόνητος ὁ πρὸς τοὺς ξένους καὶ τοὺς Νομάδας καὶ τοὺς ἅμα τούτοις ἀποστάντας Λίβυας, §1.65.4ἐν ᾧ πολλοὺς καὶ μεγάλους ὑπομείναντες φόβους τέλος οὐ μόνον ὑπὲρ τῆς χώρας ἐκινδύνευσαν, ἀλλὰ καὶ περὶ σφῶν αὐτῶν καὶ τοῦ τῆς πατρίδος ἐδάφους.
因为内战接踵而至:对罗马人而言,是与所谓的法利斯基人之间的战争,他们迅速且有利地结束了这场战争,在几天之内就占领了对方的城市;而对迦太基人而言,在同一时期,则爆发了一场绝非微不足道或可被轻视的战争,对手是雇佣兵、努米底亚人以及与他们一同叛乱的利比亚人,在这场战争中,他们经历了许多重大的恐慌,最终不仅为了领土,甚至为了他们自身和祖国的国土安全而面临绝境。
§1.65.5ἐπὶ δὲ τὸν πόλεμον τοῦτον ἐπιστῆσαι μὲν ἄξιον διὰ πλείους αἰτίας, ἐπὶ κεφαλαίου δὲ καὶ διὰ βραχέων αὐτοῦ ποιήσασθαι τὴν ἐξήγησιν κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.
出于多种原因,这场战争值得我们投以关注,而根据最初的计划,对其进行概要且简短的阐述也是应当的。
§1.65.6τόν τε γὰρ παρὰ τοῖς πολλοῖς λεγόμενον ἄσπονδον πόλεμον, τίνα φύσιν ἔχει καὶ διάθεσιν, μάλιστʼ ἄν τις ἐκ τῶν τότε γεγονότων ἐπιγνοίη, §1.65.7τούς τε χρωμένους μισθοφορικαῖς δυνάμεσι τίνα δεῖ προορᾶσθαι καὶ φυλάττεσθαι μακρόθεν, ἐναργέστατʼ ἂν ἐκ τῆς τότε περιστάσεως συνθεωρήσειεν, πρὸς δὲ τούτοις τί διαφέρει καὶ κατὰ πόσον ἤθη σύμμικτα καὶ βάρβαρα τῶν ἐν παιδείαις καὶ νόμοις καὶ πολιτικοῖς ἔθεσιν ἐκτεθραμμένων· §1.65.8τὸ δὲ μέγιστον, τὰς αἰτίας ἐκ τῶν ἐν ἐκείνοις τοῖς καιροῖς πεπραγμένων κατανοήσειεν, διʼ ἃς ὁ κατʼ Ἀννίβαν συνέστη Ῥωμαίοις καὶ Καρχηδονίοις πόλεμος.
因为人们可以从当时发生的事物中,最清楚地认识到俗称的“无约之战”具有何种性质与特质;亦能从当时的事态中最清晰地察觉,那些雇佣军力者必须提前预见并防范什么,此外,复杂的蛮族性格与受过教化、法律及公民习惯熏陶的人相比,究竟在哪些方面以及在多大程度上有所不同;而最重要的是,人们能够从当时所发生的事情中,理解后来罗马人与迦太基人之间爆发汉尼拔战争的原因。
§1.65.9ὑπὲρ οὗ διὰ τὸ μὴ μόνον παρὰ τοῖς συγγραφεῦσιν, ἀλλὰ καὶ παρὰ τοῖς πεπολεμηκόσιν ἔτι νῦν ἀμφισβητεῖσθαι τὰς αἰτίας, χρήσιμόν ἐστι τὴν ἀληθινωτάτην παραστῆσαι διάληψιν τοῖς φιλομαθοῦσιν.
关于这场战争,由于其起因不仅在历史学家之间,甚至在当时的参战者之间至今仍存有争议,因此向求知者展示最真实的信息是有益的。