§1.67.1μένης περὶ αὐτοὺς ἐπανορθώσεως.
[……抱有极大希望和期待]境遇会得到改善。
διόπερ ἅμα τῷ συλλεχθῆναι πάντας εἰς τὴν Σίκκαν, καὶ παραγενόμενον Ἄννωνα τὸν ὑπάρχοντα στρατηγὸν ἐν τῇ Λιβύῃ τότε τῶν Καρχηδονίων μὴ οἷον τὰς ἐλπίδας καὶ τὰς ἐπαγγελίας ἐκπληροῦν, ἀλλὰ τοὐναντίον λέγοντα τὸ βάρος τῶν φόρων καὶ τὴν καθόλου στενοχωρίαν τῆς πόλεως ἐγχειρεῖν παραιτεῖσθαι μέρος τι τῶν ἐξ ὁμολόγου προσοφειλομένων ὀψωνίων, §1.67.2εὐθέως διαφορὰ καὶ στάσις ἐγεννᾶτο καὶ συνδρομαὶ συνεχεῖς ἐγίνοντο, ποτὲ μὲν κατὰ γένη, ποτὲ δʼ ὁμοῦ πάντων.
因此,当所有人一在西卡聚集,且当时迦太基驻利比亚的将军汉诺来到这里,他不仅没有兑现他们的期望和所作的承诺,反而大谈税负之沉重和城市面临的全面困境,并企图请求他们减免一部分本已双方同意的应得薪饷,顿时产生分歧与叛乱,并不断发生集会骚动,时而按民族进行,时而所有人聚集在一起。
§1.67.3ὡς δʼ ἂν μήθʼ ὁμοεθνῶν μήθʼ ὁμογλώττων ὑπαρχόντων, ἦν ἀμιξίας καὶ θορύβου καὶ τῆς λεγομένης τύρβης πλῆρες τὸ στρατόπεδον.
由于他们既非同族,也非同音,营地中充满了隔阂、骚动以及所谓的混乱。
§1.67.4Καρχηδόνιοι γὰρ ἀεὶ χρώμενοι ποικίλαις καὶ μισθοφορικαῖς δυνάμεσιν, πρὸς μὲν τὸ μὴ ταχέως συμφρονήσαντας ἀπειθεῖν μηδὲ δυσκαταπλήκτους εἶναι τοῖς ἡγουμένοις ὀρθῶς στοχάζονται, ποιοῦντες ἐκ πολλῶν γενῶν τὴν δύναμιν, §1.67.5πρὸς δὲ τὸ γενομένης ὀργῆς ἢ διαβολῆς ἢ στάσεως διδάξαι καὶ πραῧναι καὶ μεταθεῖναι τοὺς ἠγνοηκότας ὁλοσχερῶς ἀστοχοῦσιν.
因为迦太基人总是使用多国和雇佣的军队,在不让士兵们轻易串通并违抗命令、也不让指挥官难以威慑他们这一点上,通过将军队由许多民族组成,确实达到了目的;但在一旦发生愤怒、中伤或叛乱时,去说服、抚慰和挽回那些不明真相的人这一点上,则完全失败了。
§1.67.6οὐ γὰρ οἷον ἀνθρωπίνῃ χρῆσθαι κακίᾳ συμβαίνει τὰς τοιαύτας δυνάμεις, ὅταν ἅπαξ εἰς ὀργὴν καὶ διαβολὴν ἐμπέσωσι πρός τινας, ἀλλʼ ἀποθηριοῦσθαι τὸ τελευταῖον καὶ παραστατικὴν λαμβάνειν διάθεσιν.
因为这样的军队一旦对某些人产生愤怒和不信任,其所表现的绝非仅是人性的险恶,而是最终变得如同野兽一般,陷入疯狂的状态。
§1.67.7ὃ καὶ τότε συνέβη γενέσθαι περὶ αὐτούς· ἦσαν γὰρ οἱ μὲν Ἴβηρες, οἱ δὲ Κελτοί, τινὲς δὲ Λιγυστῖνοι καὶ Βαλιαρεῖς, οὐκ ὀλίγοι δὲ μιξέλληνες, ὧν οἱ πλείους αὐτόμολοι καὶ δοῦλοι· τὸ δὲ μέγιστον μέρος αὐτῶν ἦν Λίβυες.
这正是当时发生在他们身上的情况:其中有伊比利亚人、凯尔特人,一些利古里亚人和巴利阿里人,还有不少混血希腊人(其中大多数是逃兵和奴隶);而他们最大的一部分是利比亚人。
§1.67.8διόπερ οὔτʼ ἐκκλησιάσαι συναθροίσαντα πάντας ὁμοῦ δυνατὸν ἦν οὔτʼ ἄλλην οὐδεμίαν εὑρέσθαι πρὸς τοῦτο μηχανήν.
因此,既不可能召集所有人进行集会,也无法找到任何其他沟通的办法。
§1.67.9πῶς γὰρ οἷόν τε;
因为这怎么可能呢?
τὸν μὲν γὰρ στρατηγὸν εἰδέναι τὰς ἑκάστων διαλέκτους ἀδύνατον· διὰ πλειόνων δʼ ἑρμηνέων ἐκκλησιάζειν, ἅμα τετράκις καὶ πεντάκις περὶ ταὐτοῦ λέγοντα πράγματος, σχεδὸν ὡς εἰπεῖν ἔτι τοῦ πρόσθεν ἀδυνατώτερον.
将军不可能懂得每个民族的语言;而通过多个翻译进行集会,对同一件事情同时重复四五遍,可以说比前者更加不可能。
§1.67.10λοιπὸν ἦν διὰ τῶν ἡγεμόνων ποιεῖσθαι τὰς ἀξιώσεις καὶ παρακλήσεις· ὅπερ ἐπειρᾶτο τότε συνεχῶς ποιεῖν [ὁ] Ἄννων.
剩下的唯一办法就是通过各部队的指挥官提出要求和进行劝导;这正是汉诺当时不断试图做的事情。
§1.67.11ἀκμὴν δὲ καὶ τούτους συνέβαινεν ἃ μὲν οὐκ αἰσθάνεσθαι τῶν λεγομένων, ἃ δὲ καὶ συναινέσαντας ἐνίοτε τῷ στρατηγῷ τἀναντία πρὸς τοὺς πολλοὺς ἀναγγέλλειν, τοὺς μὲν διʼ ἄγνοιαν, τοὺς δὲ διὰ κακίαν· ἐξ ὧν ἦν ἀσαφείας, ἀπιστίας, ἀμιξίας ἅπαντα πλήρη.
然而,甚至这些指挥官们有时也听不懂所说的话,有时虽然对将军表示赞同,却又向大众传达相反的内容,有的是因为无知,有的则是出于恶意;结果一切都充满了模糊、不信任和混乱。
§1.67.12πρὸς γὰρ τοῖς ἄλλοις ᾤοντο καὶ τοὺς Καρχηδονίους ἐπίτηδες τοὺς μὲν εἰδότας στρατηγοὺς τὰς γεγενημένας χρείας κατὰ Σικελίαν ἐξ αὐτῶν καὶ πεποιημένους σφίσι τὰς ἐπαγγελίας οὐκ ἐξαποστέλλειν ὡς αὐτούς, τὸν δὲ μηδενὶ τούτων παρηκολουθηκότα τοῦτον ἐκπεπομφέναι.
因为除了其他原因外,他们还认为迦太基人是故意不派那些了解他们在西西里所立功绩并向他们许下诺言的将军来,反而派来了这个对这些经历一无所知的男人。
§1.67.13τέλος δʼ οὖν ἀπαξιώσαντες μὲν τὸν Ἄννωνα, διαπιστήσαντες δὲ τοῖς κατὰ μέρος ἡγεμόσιν, ἐξοργισθέντες δὲ πρὸς τοὺς Καρχηδονίους ὥρμησαν πρὸς τὴν πόλιν· καὶ κατεστρατοπέδευσαν ἀπέχοντες ὡς ἂν ἑκατὸν καὶ εἴκοσι στάδια τῆς Καρχηδόνος ἐπὶ τῷ καλουμένῳ Τύνητι, πλείους ὄντες τῶν δισμυρίων.
最终,他们拒绝了汉诺,对各自的指挥官失去信任,并对迦太基人感到无比愤怒,于是向城市进发;他们在距离迦太基约一百二十斯塔德、一个被称为突尼斯的地方驻扎下来,人数超过了两万人。