§1.64.1καθίκοντο τῆς προθέσεως.
实现了他们的意图。
καὶ τί δήποτʼ ἔστι τὸ αἴτιον, ἀπορήσαι τις ἄν, ὅτι κεκρατηκότες τῶν ὅλων καὶ πολλαπλασίαν ἔχοντες ὑπεροχὴν νῦν ἢ πρόσθεν οὔτʼ ἂν πληρῶσαι τοσαύτας ναῦς οὔτʼ ἀναπλεῦσαι τηλικούτοις στόλοις δυνηθεῖεν;
然而,人们或许会感到疑惑,究竟是什么原因,使得如今已经统治了全世界、并拥有比以往多出数倍的绝对优势的罗马人,现在既无法为同样多的船只配备船员,也无法派出如此庞大的舰队出航?
§1.64.2οὐ μὴν ἀλλὰ περὶ μὲν ταύτης τῆς ἀπορίας σαφῶς ἐξέσται τὰς αἰτίας κατανοεῖν, ὅταν ἐπὶ τὴν ἐξήγησιν αὐτῶν τῆς πολιτείας ἔλθωμεν· ὑπὲρ ἧς οὔθʼ ἡμῖν ἐν παρέργῳ ῥητέον οὔτε τοῖς ἀκούουσιν ἀργῶς προσεκτέον.
不过,关于这个疑问,当我们开始阐述他们的政体时,便能清楚地理解其中的原因;对于这一政体,我们绝不能作为闲暇之余的副业来谈论,读者也不应心不在焉地去倾听。
§1.64.3τὸ μὲν γὰρ θέαμα καλόν, σχεδὸν δʼ ὡς ἔπος εἰπεῖν ἄγνωστον ἕως τοῦ νῦν χάριν τῶν περὶ αὐτῆς συγγεγραφότων.
因为这一课题极为宏伟,但可以说,由于那些曾对其进行著述的人的缘故,它直到今天几乎仍然不为人所知。
§1.64.4οἱ μὲν γὰρ ἠγνοήκασιν, οἱ δʼ ἀσαφῆ καὶ τελέως ἀνωφελῆ πεποίηνται τὴν ἐξήγησιν.
因为有些人对其一无所知,而另一些人则把他们的阐述写得晦涩难懂、完全无用。
§1.64.5πλὴν ἔν γε τῷ προειρημένῳ πολέμῳ τὰς μὲν τῶν πολιτευμάτων ἀμφοτέρων προαιρέσεις ἐφαμίλλους εὕροι τις ἂν γεγενημένας οὐ μόνον ταῖς ἐπιβολαῖς ἀλλὰ καὶ ταῖς μεγαλοψυχίαις, μάλιστα δὲ τῇ περὶ τῶν πρωτείων φιλοτιμίᾳ, §1.64.6τούς γε μὴν ἄνδρας οὐ μικρῷ πολλῷ δὲ γενναιοτέρους ἐν παντὶ Ῥωμαίους· ἡγεμόνα δὲ καὶ γνώμῃ καὶ τόλμῃ θετέον ἄριστον Ἀμίλκαν τῶν τότε γεγονέναι τὸν Βάρκαν ἐπικαλούμενον, πατέρα δὲ κατὰ φύσιν Ἀννίβου τοῦ μετὰ ταῦτα πολεμήσαντος Ῥωμαίοις.
然而,在上述战争中,人们会发现这两个国家的志向不仅在宏图大略上,而且在胸襟气度上,尤其是在争夺首位的竞争心上,都是不相上下的;但在人员方面,罗马人在各方面都并非只勇敢一点,而是要勇敢得多;而在将领方面,必须承认,无论在智谋还是胆识上,当时最优秀的将领乃是被称为巴卡的哈米尔卡——即后来与罗马人作战的汉尼拔的生父。