Humanitext Reader

波利比奥斯 · 历史 §1.62.1-1.62.9

哈米尔卡的和谈与初步条约的缔结

第 62 段,共 1311 段 · 希腊语

内容简介

惨败后的迦太基将全权委托给哈米尔卡·巴卡。他基于务实的判断与罗马展开和谈,双方起草了一份包括撤出西西里和支付赔偿金等条款的初步和约。

§1.62.1οἱ δὲ Καρχηδόνιοι, προσπεσούσης αὐτοῖς ἀπροσδοκήτως τῆς ἥττης, ταῖς μὲν ὁρμαῖς καὶ ταῖς φιλοτιμίαις ἀκμὴν ἕτοιμοι πολεμεῖν ἦσαν, τοῖς δὲ λογισμοῖς ἐξηπόρουν.
迦太基人虽然出乎意料地遭遇了失败,但就他们的斗志和好胜心而言,依然做好了继续战斗的准备,但在理智的权衡上却陷入了困境。
§1.62.2οὔτε γὰρ χορηγεῖν ἔτι ταῖς ἐν τῇ Σικελίᾳ δυνάμεσιν οἷοί τʼ ἦσαν, κρατούντων τῆς θαλάττης τῶν ὑπεναντίων· ἀπογνόντες δὲ ταύτας καὶ προδόται τρόπον τινὰ γενόμενοι, ποίαις χερσὶν ἢ ποίοις ἡγεμόσιν πολεμήσειαν οὐκ εἶχον.
因为由于敌人控制了海洋,他们已无法再向西西里的军队提供补给;而如果放弃这些军队,在某种意义上就等于成了叛徒,但他们又不知道还能用什么兵力或什么将领去继续战斗。
§1.62.3διόπερ ὀξέως διαπεμψάμενοι πρὸς τὸν Βάρκαν ἐπέτρεψαν ἐκείνῳ περὶ τῶν ὅλων.
因此,他们迅速派遣使者前往巴卡,将大局全权委托给他。
ὁ δὲ καὶ λίαν ἐποίησεν ἔργον ἡγεμόνος ἀγαθοῦ καὶ φρονίμου.
而他确实极好地履行了一个优秀且明智的统帅的职责。
§1.62.4μέχρι μὲν γὰρ ἐκ τῶν κατὰ λόγον ἦν τις ἐλπὶς ἐν τοῖς ὑποκειμένοις, οὐδὲν τῶν παραβόλων ἢ δεινῶν δοκούντων εἶναι παρέλιπεν, ἀλλὰ πάσας τὰς τοῦ νικᾶν ἐν τῷ πολεμεῖν ἐλπίδας, εἰ καί τις ἄλλος ἡγεμόνων, ἐξήλεγξεν.
因为只要在现有的形势下还存在着合理的希望,他就绝不漏掉任何看似冒险或艰难的事情,而是像其他任何统帅一样,彻底尝试了在战争中获胜的一切希望。
§1.62.5ἐπειδὴ δὲ περιέστη τὰ πράγματα, καὶ τῶν κατὰ λόγον οὐδὲν ἔτι κατελείπετο πρὸς τὸ σῴζειν τοὺς ὑποταττομένους, πάνυ νουνεχῶς καὶ πραγματικῶς εἴξας τοῖς παροῦσιν ὑπὲρ σπονδῶν καὶ διαλύσεων ἐξαπέστελλε πρεσβευτάς.
但当局势逆转,再无任何合乎常理的手段可以解救部属时,他非常明智且务实地顺应了眼前的现实,派遣使节前去商讨停战与和谈。
§1.62.6τοῦ γὰρ αὐτοῦ νομιστέον ἡγεμόνος εἶναι τὸ δύνασθαι βλέπειν τόν τε τοῦ νικᾶν, ὁμοίως δὲ καὶ τὸν τοῦ λείπεσθαι καιρόν.
因为我们应当认为,能够认清获胜的时机,也同样能认清失败的时机,这属于同一个统帅应有的能力。
§1.62.7τοῦ δὲ Λυτατίου προθύμως δεξαμένου τὰ παρακαλούμενα διὰ τὸ συνειδέναι τοῖς σφετέροις πράγμασι τετρυμένοις καὶ κάμνουσιν ἤδη τῷ πολέμῳ, συνέβη τέλος ἐπιθεῖναι τῇ διαφορᾷ τοιούτων τινῶν συνθηκῶν διαγραφεισῶν· " §1.62.81ἐπὶ τοῖσδε φιλίαν εἶναι Καρ‘χηδονίοις καὶ Ῥωμαίοις, ἐὰν καὶ τῷ δήμῳ τῶν ‘Ῥωμαίων συνδοκῇ.
而鲁塔提乌斯也欣然接受了这些请求,因为他深知己方的情况在战争中已疲惫不堪、深受折磨,于是通过起草如下条款的条约,终于为这场争端画上了句号:" 1 在下列条件下,迦太基人与罗马人之间应保持友好关系,只要罗马人民也表示同意。
ἐκχωρεῖν Σικελίας ἁπάσης ‘Καρχηδονίους καὶ μὴ πολεμεῖν Ἱέρωνι μηδʼ ἐπι‘φέρειν ὅπλα Συρακοσίοις μηδὲ τῶν Συρακοσίων"
迦太基人撤出整个西西里,并且不得与希伦作战,也不得向叙拉古人或叙拉古人的盟友动武。
§1.62.91συμμάχοις.
1 盟友。
ἀποδοῦναι Καρχηδονίους Ῥωμαίοις ‘χωρὶς λύτρων ἅπαντας τοὺς αἰχμαλώτους.
迦太基人向罗马人无赎金归还所有俘虏。
ἀργυ‘ρίου κατενεγκεῖν Καρχηδονίους Ῥωμαίοις ἐν ἔτεσιν ‘εἴκοσι δισχίλια καὶ διακόσια τάλαντα Εὐβοϊκά.
迦太基人在二十年内向罗马人交付二千二百个尤里亚(埃维亚)塔兰特银币。
"

词汇与语法注释

  1. §1.62.2πολεμήσειαν — 历史时态(εἶχον)引导的间接疑问句中的商榷语气希求法(deliberative optative)。它由现在时态下的商榷语气虚拟法(如 πολεμήσωμεν)在过去时态序列中转变而来,表示他们对于“应该如何继续战斗”感到迷茫。
  2. §1.62.4εἰ καί τις ἄλλος ἡγεμόνων — 一种省略的条件从句,用于表达强烈的最高级概念(“像其他任何将领一样彻底”)。在 εἰ καί 之后省略了动词(如 ἐξήλεγξεν),意为“如果有其他任何将领[也曾这样做]”。
  3. §1.62.6τοῦ γὰρ αὐτοῦ νομιστέον ἡγεμόνος εἶναι — 动形词 νομιστέον 作无人称使用,伴随不定式 εἶναι,意为“必须认为”。τοῦ αὐτοῦ ἡγεμόνος 是表示特征(本分)的属格(“属于同一个统帅”),而冠词性不定式(τὸ δύνασθαι...)则充当 εἶναι 的主语。
  4. §1.62.8ἐπὶ τοῖσδε φιλίαν εἶναι — 条约或法令文本中常用的命令性不定式(infinitive of command),用于表达约束性的协议或命令(“应当存在……”)。随后的不定式 ἐκχωρεῖν、ἀποδοῦναι 和 κατενεγκεῖν 也属于相同的构文。

引用这一段

波利比奥斯, 历史 §1.62.1-1.62.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.62.1-1.62.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。