§1.60.1οἱ δὲ Καρχηδόνιοι, παρὰ τὴν ὑπόνοιαν προσπεσόντος αὐτοῖς τοῦ πεπλευκέναι στόλῳ τοὺς Ῥωμαίους καὶ πάλιν ἀντιποιεῖσθαι τῆς θαλάττης, παραυτίκα κατήρτιζον τὰς ναῦς, §1.60.2καὶ πληρώσαντες σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων ἐξέπεμπον τὸν στόλον, βουλόμενοι μηδὲν ἐλλείπειν τὰ περὶ τὸν Ἔρυκα στρατόπεδα τῶν ἀναγκαίων.
迦太基人出乎意料地得到消息,得知罗马人已率舰队出航并再次企图争夺海上霸权,于是立刻装备船只,并在船上装满粮食和其他必需品后派出了舰队,希望埃里克斯周围的军队不至于缺少任何必需品。
§1.60.3κατέστησαν δὲ καὶ στρατηγὸν ἐπὶ τῆς ναυτικῆς δυνάμεως Ἄννωνα· ὃς ἀναχθεὶς καὶ κατάρας ἐπὶ τὴν Ἱερὰν καλουμένην νῆσον ἔσπευδε τοὺς πολεμίους λαθὼν διακομισθῆναι πρὸς τὸν Ἔρυκα καὶ τὰς μὲν ἀγορὰς ἀποθέσθαι καὶ κουφίσαι τὰς ναῦς, προσλαβὼν δʼ ἐπιβάτας ἐκ τῶν μισθοφόρων τοὺς ἐπιτηδείους καὶ Βάρκαν μετʼ αὐτῶν, οὕτως συμμίσγειν τοῖς ὑπεναντίοις.
他们还任命汉诺为海军统帅;汉诺出海并在被称为“圣岛”的岛屿靠岸,急于在不被敌人发现的情况下渡海前往埃里克斯,卸下物资并减轻船只负重,然后从雇佣兵中挑选出最合适的战斗员,并让巴卡与他们一同登船,以此种方式与敌人交战。
§1.60.4ὁ δὲ Λυτάτιος συνεὶς τὴν παρουσίαν τῶν περὶ τὸν Ἄννωνα καὶ συλλογισάμενος τὴν ἐπίνοιαν αὐτῶν, ἀναλαβὼν ἀπὸ τοῦ πεζοῦ στρατεύματος τοὺς ἀρίστους ἄνδρας ἔπλευσε πρὸς τὴν Αἰγοῦσσαν νῆσον τὴν πρὸ τοῦ Λιλυβαίου κειμένην.
而鲁塔提乌斯察觉到了汉诺等人的到来,并推测出了他们的意图,于是从陆军中挑选了最精锐的士兵登船,航行至位于利里拜翁前方的埃古萨岛。
§1.60.5κἀνταῦθα παρακαλέσας τὰ πρέποντα τῷ καιρῷ τὰς δυνάμεις διεσάφει τοῖς κυβερνήταις ὡς ἐσομένης εἰς τὴν αὔριον ναυμαχίας.
他在那里对军队进行了适合当时情况的动员,并向舵手们明确表示,明天将有一场海战。
§1.60.6ὑπὸ δὲ τὴν ἑωθινήν, ἤδη τῆς ἡμέρας ὑποφαινούσης, ὁρῶν τοῖς μὲν ἐναντίοις φορὸν ἄνεμον καταρρέοντα καὶ λαμπρόν, σφίσι δὲ δυσχερῆ γινόμενον τὸν ἀνάπλουν πρὸς ἀντίον τὸ πνεῦμα, κοίλης καὶ τραχείας οὔσης τῆς θαλάττης, τὸ μὲν πρῶτον διηπόρει τί δεῖ χρῆσθαι τοῖς παροῦσι.
拂晓时分,天刚蒙蒙亮,他看到敌人正顺风疾行,而对他们自己而言,迎风起航变得十分困难,且海浪深重而汹涌,起初他对于如何应对眼前的局面感到犹豫不决。
§1.60.7συλλογιζόμενος δʼ ὡς ἐὰν μὲν παραβάλληται χειμῶνος ὄντος, πρὸς Ἄννωνα ποιήσεται τὸν ἀγῶνα καὶ πρὸς αὐτὰς τὰς ναυτικὰς δυνάμεις καὶ πρὸς ἔτι γέμοντα τὰ σκάφη, §1.60.8ἐὰν δὲ τηρῶν εὐδίαν καὶ καταμέλλων ἐάσῃ διᾶραι καὶ συμμῖξαι τοῖς στρατοπέδοις τοὺς πολεμίους, πρός τε τὰς ναῦς εὐκινήτους καὶ κεκουφισμένας ἀγωνιεῖται πρός τε τοὺς ἀρίστους ἄνδρας τῶν ἐκ τοῦ πεζοῦ στρατευμάτων, τὸ δὲ μέγιστον, πρὸς τὴν Ἀμίλκου τόλμαν, ἧς οὐδὲν ἦν τότε φοβερώτερον·
但他考虑到,如果自己在风暴中冒险交战,他将面对汉诺、面对海军力量本身、以及面对依然满载的敌船;但如果他为了等待晴朗天气而拖延,任由敌人渡海并与陆军会合,那么他将要面对的是行动敏捷且已减轻负重的船只、陆军中最精锐的士兵,以及最重要的一点——阿米尔卡的果敢,这在当时是最令人畏惧的。
§1.60.9διόπερ ἔκρινε μὴ παρεῖναι τὸν ἐνεστῶτα καιρόν· συνιδὼν δὲ τὰς τῶν πολεμίων ναῦς ἱστιοδρομούσας ἀνήγετο μετὰ σπουδῆς.
因此,他决定不放过眼前的机会;在看到敌人的船只扬帆疾驶时,他急忙起航。
§1.60.10τῶν δὲ πληρωμάτων εὐχερῶς ἀναφερόντων τὸν κλύδωνα ταῖς εὐεξίαις, ταχέως ἐπὶ μίαν ἐκτείνας ναῦν ἀντίπρωρ
船员们凭借优良的体魄轻松战胜了风浪,他迅速将船只排成一列,船首迎敌……