Humanitext Reader

波利比奥斯 · 历史 §1.59.1-1.59.12

罗马重建新舰队并派往西西里

第 59 段,共 1311 段 · 希腊语

内容简介

罗马人意识到单凭陆战无法结束战争,且为了应对哈米尔卡的威胁,通过私人捐款建造了一支新舰队,由盖乌斯·鲁塔提乌斯率领前往西西里,并加紧训练船员以备海战。

§1.59.1διὰ τὰς πολυχρονίους εἰσφορὰς καὶ δαπάνας.
(这乃是)由于长期的战时税和开支所致。
ὁμοίως δὲ Ῥωμαῖοι ψυχομαχοῦντες, καίπερ ἔτη σχεδὸν ἤδη πέντε τῶν κατὰ θάλατταν πραγμάτων ὁλοσχερῶς ἀφεστηκότες διά τε τὰς περιπετείας καὶ διὰ τὸ πεπεῖσθαι διʼ αὐτῶν τῶν πεζικῶν δυνάμεων κρινεῖν τὸν πόλεμον, §1.59.2τότε συνορῶντες οὐ προχωροῦν αὑτοῖς τοὔργον κατὰ τοὺς ἐκλογισμοὺς καὶ μάλιστα διὰ τὴν τόλμαν τοῦ τῶν Καρχηδονίων ἡγεμόνος, ἔκριναν τὸ τρίτον ἀντιποιήσασθαι τῶν ἐν ταῖς ναυτικαῖς δυνάμεσιν ἐλπίδων, §1.59.3ὑπολαμβάνοντες διὰ τῆς ἐπινοίας ταύτης, εἰ καιρίως ἅψαιντο τῆς ἐπιβολῆς, μόνως ἂν οὕτως πέρας ἐπιθεῖναι τῷ πολέμῳ συμφέρον.
同样地,罗马人虽然在拼死奋斗,但由于先前的灾难,且坚信仅凭陆军就能决定战争的胜负,因而已经有将近五年时间完全不参与海上事务;但在此时,他们看到事态的发展并未如他们预期的那样顺利,特别是由于迦太基指挥官的果敢,于是决定第三次将希望寄托在海军力量上,他们认为通过这一计划,如果能在关键时刻抓住时机着手实施,就只有通过这种方式才能给战争带来有利的结局。
ὃ καὶ τέλος ἐποίησαν.
而他们最终也确实做到了这一点。
§1.59.4τὸ μὲν γὰρ πρῶτον ἐξεχώρησαν τῆς θαλάττης εἴξαντες τοῖς ἐκ τῆς τύχης συμπτώμασιν, τὸ δὲ δεύτερον ἐλαττωθέντες τῇ περὶ τὰ Δρέπανα ναυμαχίᾳ· §1.59.5τότε δὲ τρίτην ἐποιοῦντο ταύτην τὴν ἐπιβολήν, διʼ ἧς νικήσαντες καὶ τὰ περὶ τὸν Ἔρυκα στρατόπεδα τῶν Καρχηδονίων ἀποκλείσαντες τῆς κατὰ θάλατταν χορηγίας τέλος ἐπέθηκαν τοῖς ὅλοις.
因为第一次他们屈服于命运的灾祸而撤离了海洋,第二次则是在德雷帕纳附近的海战中失利;然而这一次,他们进行了这第三次尝试,通过赢得胜利,并将埃里克斯周围的迦太基军队与海上补给隔绝,从而为整个战争画上了句号。
§1.59.6ἦν δὲ τῆς ἐπιβολῆς τὸ πλεῖον ψυχομαχία.
而这一尝试的大部分,实乃是一场意志的考验。
χορηγία μὲν γὰρ οὐχ ὑπῆρχε πρὸς τὴν πρόθεσιν ἐν τοῖς κοινοῖς, οὐ μὴν ἀλλὰ διὰ τὴν τῶν προεστώτων ἀνδρῶν εἰς τὰ κοινὰ φιλοτιμίαν καὶ γενναιότητα προσευρέθη πρὸς τὴν συντέλειαν.
因为公库中并没有用于这一计划的资金,但由于领导者们对国家事务的荣誉心和高尚慷慨,最终筹集到了完成此项计划所需的资金。
§1.59.7κατὰ γὰρ τὰς τῶν βίων εὐκαιρίας καθʼ ἕνα καὶ δύο καὶ τρεῖς ὑφίσταντο παρέξειν πεντήρη κατηρτισμένην, ἐφʼ ᾧ τὴν δαπάνην κομιοῦνται, κατὰ λόγον τῶν πραγμάτων προχωρησάντων.
因为他们根据各自的经济能力,或一人,或两三人合伙,承诺提供一艘装备齐全的五段舵船,条件是待事态发展顺利后,他们将收回这笔开支。
§1.59.8τῷ δὲ τοιούτῳ τρόπῳ ταχέως ἑτοιμασθέντων διακοσίων πλοίων πεντηρικῶν, ὧν ἐποιήσαντο τὴν ναυπηγίαν πρὸς [παράδειγμα] τὴν τοῦ Ῥοδίου ναῦν, μετὰ ταῦτα στρατηγὸν καταστήσαντες Γάϊον Λυτάτιον ἐξέπεμψαν ἀρχομένης τῆς θερείας.
通过这种方式,两百艘五段舵船很快便准备就绪,这些船只的建造是以那艘罗得斯人的船只为[蓝本]的;此后,他们任命盖乌斯·鲁塔提乌斯为统帅,并在初夏时节将其派出。
§1.59.9ὃς καὶ παραδόξως ἐπιφανεὶς τοῖς κατὰ τὴν Σικελίαν τόποις τόν τε περὶ τὰ Δρέπανα λιμένα κατέσχε καὶ τοὺς περὶ τὸ Λιλύβαιον ὅρμους, παντὸς ἀνακεχωρηκότος εἰς τὴν οἰκείαν τοῦ τῶν Καρχηδονίων ναυτικοῦ.
他出人意料地出现在西西里地区,占领了德雷帕纳的港口和利里拜翁周围的锚地,因为迦太基的全部海军均已撤回本国。
§1.59.10συστησάμενος δὲ περὶ τὴν ἐν τοῖς Δρεπάνοις πόλιν ἔργα καὶ τἄλλα πρὸς τὴν πολιορκίαν παρασκευασάμενος, ἅμα μὲν ταύτῃ προσεκαρτέρει τὰ δυνατὰ ποιῶν, §1.59.11ἅμα δὲ προορώμενος τὴν παρουσίαν τοῦ Καρχηδονίων στόλου καὶ μνημονεύων τῆς ἐξ ἀρχῆς προθέσεως ὅτι μόνως δύναται διὰ τοῦ κατὰ θάλατταν κινδύνου κρίσεως τὰ ὅλα τυχεῖν, οὐκ ἀχρεῖον οὐδʼ ἀργὸν εἴα γίνεσθαι τὸν χρόνον, §1.59.12ἀλλʼ ἀνʼ ἑκάστην ἡμέραν ἀναπείρας καὶ μελέτας ποιῶν τοῖς πληρώμασιν οἰκείως τῆς ἐπιβολῆς τῇ τε λοιπῇ τῇ κατὰ τὴν δίαιταν ἐπιμελείᾳ προσκαρτερῶν ἀθλητὰς ἀπετέλεσεν πρὸς τὸ προκείμενον ἐν πάνυ βραχεῖ χρόνῳ τοὺς ναύτας.
他在德雷帕纳城周围筑起攻城工事,并做好了其他围城准备,一方面竭尽全力坚持围攻该城,另一方面,他预见到迦太基舰队的到来,并牢记最初的宗旨,即只有通过海上的决战,全局才能得出决定性的结果,因此他不让时间虚度或无所作为,而是通过每天让船员进行适应这一任务的出航训练和演习,并在日常生活管理的其他方面坚持不懈,在极短的时间内使水手们成为了适应当前任务的优秀战士。

词汇与语法注释

  1. 1.59.1διὰ τὰς πολυχρονίους εἰσφορὰς καὶ δαπάνας — 表示原因的前置词短语,修饰前一节1.58.9末尾的“ἀπήλγουν... παρεῖντο”(他们精疲力竭、力量废弛)。虽然独立存在且无动词,但在文脉上说明了双方国家疲惫不堪的直接原因。
  2. 1.59.2οὐ προχωροῦν αὑτοῖς τοὔργον — 用作动词 `συνορῶντες`(察觉、看到)宾语的分词结构。使用的是无人称动词 `προχωρεῖ`(进展)的现在分词中性单数形式 `προχωροῦν`,以 `τοὔργον`(事态、事业)为主语,表示事情对他们(`αὑτοῖς`)而言进展得并不顺利。
  3. 1.59.3μόνως ἂν οὕτως πέρας ἐπιθεῖναι τῷ πολέμῳ συμφέρον — 隶属于分词 `ὑπολαμβάνοντες`(认为、意料)的“对格与不定式”结构。此处 `συμφέρον` 是无人称动词 `συμφέρει`(有利、适合)的现在分词中性单数,省略了 `[εἶναι]`,而带有 `ἂν` 的不定式短语 `ἂν ... ἐπιθεῖναι`(能够画上句号)作为其主语。
  4. 1.59.7ἐφʼ ᾧ τὴν δαπάνην κομιοῦνται — 后接将来直说法的 `ἐφʼ ᾧ`(`κομιοῦνται`)表示协议或限制性条件,意为“在……的条件下”或“以此为约定”。这里规定了私人捐助船只的条件,即一旦国家财政好转,他们便可收回所付出的开支。

引用这一段

波利比奥斯, 历史 §1.59.1-1.59.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.59.1-1.59.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。