§1.57.1φῆς τὸν κατὰ μέρος ἀποδοῦναι λόγον·
……通过文字[进行]逐一详细的叙述。
καθάπερ γὰρ ἐπὶ τῶν διαφερόντων πυκτῶν καὶ ταῖς γενναιότησι καὶ ταῖς εὐεξίαις, ὅταν εἰς τὸν ὑπὲρ αὐτοῦ τοῦ στεφάνου συγκαταστάντες καιρὸν διαμάχωνται πληγὴν ἐπὶ πληγῇ τιθέντες ἀδιαπαύστως, λόγον μὲν ἢ πρόνοιαν ἔχειν ὑπὲρ ἑκάστης ἐπιβολῆς καὶ πληγῆς οὔτε τοῖς ἀγωνιζομένοις οὔτε τοῖς θεωμένοις ἐστὶ δυνατόν, §1.57.2ἐκ δὲ τῆς καθόλου τῶν ἀνδρῶν ἐνεργείας καὶ τῆς ἑκατέρου φιλοτιμίας ἔστι καὶ τῆς ἐμπειρίας αὐτῶν καὶ τῆς δυνάμεως, πρὸς δὲ καὶ τῆς εὐψυχίας, ἱκανὴν ἔννοιαν λαβεῖν, οὕτως δὲ καὶ περὶ τῶν νῦν λεγομένων στρατηγῶν.
因为正如气魄和体能皆出类拔萃的拳击手,为了争夺最终的桂冠在赛场上相遇并交战时,无休止地一拳接一拳互殴,无论是参赛者还是旁观者,都无法计算或预见每一次的进攻和打击,但从这些人的整体表现以及双方的竞争意识中,人们可以对他们的经验、力量乃至勇气获得充分的了解;关于现在所谈论的将军们,情况也是如此。
§1.57.3τὰς μὲν γὰρ αἰτίας ἢ τοὺς τρόπους, διʼ ὧν ἀνʼ ἑκάστην ἡμέραν ἐποιοῦντο κατʼ ἀλλήλων ἐνέδρας, ἀντενέδρας, ἐπιθέσεις, προσβολάς, οὔτʼ ἂν ὁ γράφων ἐξαριθμούμενος ἐφίκοιτο, τοῖς τʼ ἀκούουσιν ἀπέραντος ἅμα δʼ ἀνωφελὴς ἂν ἐκ τῆς ἀναγνώσεως γίνοιτο χρεία·
因为对于他们每天针对彼此设下的埋伏、反埋伏、袭击和进攻起因和方式,且不说著者无法通过一一列举来写尽,对于听众(读者)而言,通过阅读能得到的用处也将是无休无止且毫无益处的。
§1.57.4ἐκ δὲ τῆς καθολικῆς ἀποφάσεως περὶ αὐτῶν καὶ τοῦ τέλους τῆς φιλοτιμίας μᾶλλον ἄν τις εἰς ἔννοιαν ἔλθοι τῶν προειρημένων.
相反,从对他们的整体概括以及竞争的最终结局中,人们能够更好地理解上述情况。
§1.57.5οὔτε γὰρ τῶν ἐξ ἱστορίας στρατηγημάτων οὔτε τῶν ἐκ τοῦ καιροῦ καὶ τῆς ὑποκειμένης περιστάσεως ἐπινοημάτων οὔτε τῶν εἰς παράβολον καὶ βίαιον ἀνηκόντων τόλμαν οὐδὲν παρελείφθη.
无论是历史上的兵法策略,还是因时因地、根据眼前形势所想出的计划,亦或是属于冒险和强攻范畴的大胆举动,都没有任何一项被遗漏。
§1.57.6κρίσιν γε μὴν ὁλοσχερῆ γενέσθαι διὰ πλείους αἰτίας οὐχ οἷόν τʼ ἦν· αἵ τε γὰρ δυνάμεις ἀμφοτέρων ἦσαν ἐφάμιλλοι, τά τε κατὰ τοὺς χάρακας ὁμοίως ἀπρόσιτα διὰ τὴν ὀχυρότητα, τό τε διάστημα τῶν στρατοπέδων βραχὺ παντελῶς.
然而,由于多种原因,要取得彻底的决战是不可能的;因为双方的兵力旗鼓相当,各自的营垒因其坚固而同样难以接近,且两军营地之间的距离极其短暂。
§1.57.7ὅπερ αἴτιον ἦν μάλιστα τοῦ τὰς μὲν κατὰ μέρος συμπτώσεις ἀπαύστους γίνεσθαι καθʼ ἡμέραν, ὁλοσχερὲς δὲ συντελεῖσθαι μηδέν.
这正是导致每日局部冲突不断发生,却没有任何决定性成果达成的最主要原因。
§1.57.8τούτους γὰρ αὐτοὺς ἀεὶ συνέβαινε διαφθείρεσθαι κατὰ τὰς συμπλοκάς, τοὺς ἐν χειρῶν νόμῳ περιπεσόντας· οἱ δʼ ἅπαξ ἐγκλίναντες εὐθέως ἐκτὸς τοῦ δεινοῦ πάντες ἦσαν ὑπὸ ταῖς αὑτῶν ἀσφαλείαις καὶ πάλιν ἐκ μεταβολῆς ἐκινδύνευον.
因为在这些交锋中,总是只有那些陷入短兵相接的肉搏战中的人死伤,而一旦败退的人则立刻全部退回各自安全的营垒防护之下脱离危险,并在调整之后重新投入战斗、面对危险。