§1.56.1οἱ δὲ Καρχηδόνιοι μετὰ ταῦτα στρατηγὸν καταστήσαντες αὑτῶν Ἀμίλκαν τὸν Βάρκαν ἐπικαλούμενον, τούτῳ τὰ κατὰ τὸν στόλον ἐνεχείρισαν·
此后,迦太基人任命被称为巴卡的哈米尔卡为他们的将军,并将舰队的事物委任于他。
§1.56.2ὃς παραλαβὼν τὰς ναυτικὰς δυνάμεις ὥρμησεν πορθήσων τὴν Ἰταλίαν.
他接管了海军力量后,便出发前去劫掠意大利。
ἔτος δʼ ἦν ὀκτωκαιδέκατον τῷ πολέμῳ.
这已是战争的第十八年。
§1.56.3κατασύρας δὲ τὴν Λοκρίδα καὶ τὴν Βρεττιανὴν χώραν, ἀποπλέων ἐντεῦθεν κατῆρε παντὶ τῷ στόλῳ πρὸς τὴν Πανορμῖτιν καὶ καταλαμβάνει τὸν ἐπὶ τῆς Εἱρκτῆς λεγόμενον τόπον, ὃς κεῖται μὲν Ἔρυκος καὶ Πανόρμου μεταξὺ πρὸς θαλάττῃ, πολὺ δέ τι τῶν ἄλλων δοκεῖ διαφέρειν τόπων ἐπιτηδειότητι πρὸς ἀσφάλειαν στρατοπέδων καὶ χρονισμόν.
在横扫了洛克里斯和布雷蒂亚地区之后,他从那里起航,率领整个舰队在帕诺尔穆斯沿海停泊,并占领了被称为“赫尔克特之上”的地方。 该地位于埃里克斯和帕诺尔穆斯之间的海滨,就营地的安全保障和长期驻守的适宜性而言,被认为远非其他地方所能比拟。
§1.56.4ἔστι γὰρ ὄρος περίτομον ἐξανεστηκὸς ἐκ τῆς περικειμένης χώρας εἰς ὕψος ἱκανόν.
因为这是一座从周围土地中陡峭耸立起相当高度的山。
τούτου δʼ ἡ περίμετρος τῆς ἄνω στεφάνης οὐ λείπει τῶν ἑκατὸν σταδίων, ὑφʼ ἧς ὁ περιεχόμενος τόπος εὔβοτος ὑπάρχει καὶ γεωργήσιμος, πρὸς μὲν τὰς πελαγίους πνοιὰς εὐφυῶς κείμενος, θανασίμων δὲ θηρίων εἰς τέλος ἄμοιρος.
其顶部平坦边缘的周长不下于一百斯塔德,被其围起的区域牧草丰茂且适宜耕作,其所处位置便利于承接海风,并且完全没有致命的野兽。
§1.56.5περιέχεται δὲ κρημνοῖς ἀπροσίτοις ἔκ τε τοῦ κατὰ θάλατταν μέρους καὶ τοῦ παρὰ τὴν μεσόγαιαν παρήκοντος, τὰ δὲ μεταξὺ τούτων ἐστὶν ὀλίγης καὶ βραχείας δεόμενα κατασκευῆς.
无论是在面向海洋的一侧,还是在沿内陆延伸的一侧,它都被无法接近的悬崖峭壁所环绕,而这些悬崖之间的空隙只需要极少且简易的防御工事。
§1.56.6ἔχει δʼ ἐν αὑτῷ καὶ μαστόν, ὃς ἅμα μὲν ἀκροπόλεως, ἅμα δὲ σκοπῆς εὐφυοῦς λαμβάνει τάξιν κατὰ τῆς ὑποκειμένης χώρας.
它内部还拥有一座乳房状的丘陵,既可以作为卫城,又可以作为俯瞰下方土地的便利瞭望台。
§1.56.7κρατεῖ δὲ καὶ λιμένος εὐκαίρου πρὸς τὸν ἀπὸ Δρεπάνων καὶ Λιλυβαίου δρόμον ἐπὶ τὴν Ἰταλίαν, ἐν ᾧ πλῆθος ὕδατος ἄφθονον ὑπάρχει.
它还控制着一个对于从德雷帕纳和利利贝乌姆前往意大利的航线而言十分便利的港口,港内有充足且不竭的水源。
§1.56.8προσόδους δὲ τὰς πάσας ἔχει τριττὰς δυσχερεῖς, δύο μὲν ἀπὸ τῆς χώρας, μίαν δʼ ἀπὸ τῆς θαλάττης.
它的全部通道仅有三条且极其险阻,两条来自陆地,一条来自海上。
ἐν ᾧ καταστρατοπεδεύσας παραβόλως Ἀμίλκας, §1.56.9ὡς ἂν μήτε πόλεως οἰκείας μήτʼ ἄλλης ἐλπίδος μηδεμιᾶς ἀντεχόμενος, εἰς μέσους δὲ τοὺς πολεμίους ἑαυτὸν δεδωκώς, ὅμως οὐ μικροὺς οὐδὲ τοὺς τυχόντας Ῥωμαίοις ἀγῶνας καὶ κινδύνους παρεσκεύασεν.
哈米尔卡以极大的胆识在此安营扎寨,尽管他表现得仿佛既无友方城市也无任何其他希望可以依靠,而是将自己置于敌人的包围之中,但他依然给罗马人带来了不小且绝非寻常的抗争与危险。
§1.56.10πρῶτον μὲν γὰρ ἐντεῦθεν ὁρμώμενος κατὰ θάλατταν τὴν παραλίαν τῆς Ἰταλίας ἐπόρθει μέχρι τῆς Κυμαίων χώρας, §1.56.11δεύτερον δὲ κατὰ γῆν παραστρατοπεδευσάντων αὐτῷ Ῥωμαίων πρὸ τῆς Πανορμιτῶν πόλεως ἐν ἴσως πέντε σταδίοις πολλοὺς καὶ ποικίλους ἀγῶνας συνεστήσατο κατὰ γῆν σχεδὸν ἐπὶ τρεῖς ἐνιαυτούς.
因为首先,他以此处为基地,通过海上劫掠了意大利沿岸直至库迈人领地的地区,其次,在罗马人于帕诺尔穆斯城前约五斯塔德的距离与他相对安营时,他在陆地上与他们进行了长达近三年的多次且多样的交战。
περὶ ὧν οὐχ οἷόν τε διὰ τῆς γρα
关于这些事情,无法通过文字