§1.33.1οἱ δὲ Ῥωμαῖοι θεωροῦντες τοὺς Καρχηδονίους τάς τε πορείας ποιουμένους διὰ τῶν ὁμαλῶν τόπων καὶ τὰς στρατοπεδείας τιθέντας ἐν τοῖς ἐπιπέδοις τῶν χωρίων, κατʼ αὐτὸ μὲν τοῦτο ξενιζόμενοι διετρέποντο, τοῖς γε μὴν ὅλοις ἔσπευδον ἐγγίσαι τοῖς πολεμίοις.
罗马人看到迦太基人在平坦的地方行军,并在平整的土地上扎营,对此感到惊异和不安,但他们仍然急于逼近敌人。
§1.33.2συνάψαντες δὲ τὴν μὲν πρώτην ἡμέραν κατεστρατοπέδευσαν ὡς δέκα σταδίους ἀποσχόντες τῶν ὑπεναντίων.
在接近敌人后,第一天他们在距离对手约十斯塔迪翁的地方安营扎寨。
§1.33.3τῇ δὲ κατὰ πόδας οἱ μὲν προεστῶτες τῶν Καρχηδονίων ἐβουλεύοντο πῶς καὶ τί πρακτέον εἴη κατὰ τὸ παρόν· §1.33.4οἱ δὲ πολλοὶ προθύμως ἔχοντες πρὸς τὸν κίνδυνον, συστρεφόμενοι κατὰ μέρη καὶ κατʼ ὄνομα τὸν Ξάνθιππον ἀναβοῶντες ἐξάγειν σφᾶς ᾤοντο δεῖν τὴν ταχίστην.
第二天,迦太基人的领袖们商讨在目前情况下该如何以及做什么;但普通士兵们对战斗充满热情,他们成群结队地聚集在一起,呼喊着克桑提普斯的名字,认为应当尽快带领他们出击。
§1.33.5οἱ δὲ στρατηγοὶ τήν τε τῶν ὄχλων ὁρμὴν καὶ προθυμίαν θεωροῦντες, ἅμα δὲ καὶ τοῦ Ξανθίππου διαμαρτυρομένου μὴ παριέναι τὸν καιρόν, παρήγγειλαν τῷ μὲν πλήθει διασκευάζεσθαι, τῷ δὲ Ξανθίππῳ χρῆσθαι τοῖς πράγμασιν ἐπέτρεψαν ὥς ποτʼ αὐτῷ δοκεῖ συμφέρειν.
将军们看到群众的冲动和热忱,同时克桑提普斯也极力主张不应错失良机,于是命令士兵们做好准备,并授权克桑提普斯按他认为最有利的方式处理事务。
§1.33.6ὁ δὲ λαβὼν τὴν ἐξουσίαν, τοὺς μὲν ἐλέφαντας ἐξαγαγὼν ἐφʼ ἕνα πρὸ πάσης τῆς δυνάμεως ἐν μετώπῳ κατέστησε, τὴν δὲ φάλαγγα τῶν Καρχηδονίων ἐν ἀποστήματι συμμέτρῳ τούτοις κατόπιν ἐπέστησε.
他获得指挥权后,将战象牵出,在全军前列排成单行,并将迦太基人的方阵部署在它们后方适当的距离处。
§1.33.7τῶν δὲ μισθοφόρων τοὺς μὲν ἐπὶ τὸ δεξιὸν κέρας παρενέβαλεν, τοὺς δʼ εὐκινητοτάτους ὁμοῦ τοῖς ἱππεῦσιν ἑκατέρου τοῦ κέρατος προέστησεν.
他将雇佣兵中的一部分部署在右翼,而将其中最敏捷的士兵与骑兵一起部署在两翼的前方。
§1.33.8οἱ δὲ Ῥωμαῖοι συνιδόντες παραταττομένους τοὺς ὑπεναντίους ἀντεξῄεσαν ἑτοίμως.
罗马人看到对手正在布阵,便毫不犹豫地出迎。
§1.33.9καταπληττόμενοι δὲ καὶ προορώμενοι τὴν τῶν ἐλεφάντων ἔφοδον, προθέμενοι τοὺς γροσφομάχους πολλὰς ἐπʼ ἀλλήλαις κατόπιν ἵστασαν σημείας, τοὺς δʼ ἱππεῖς ἐμέρισαν ἐφʼ ἑκάτερον τὸ κέρας.
由于对战象的冲击感到畏惧并有所预料,他们将轻装步兵部署在前面,并在其后方相继部署了许多中队,同时将骑兵分派在左右两翼。
§1.33.10τὴν δὲ σύμπασαν τάξιν βραχυτέραν μὲν ἢ πρόσθεν, βαθυτέραν δὲ ποιήσαντες τῆς μὲν πρὸς τὰ θηρία μάχης δεόντως ἦσαν ἐστοχασμένοι, τῆς δὲ πρὸς τοὺς ἱππεῖς, πολλαπλασίους ὄντας τῶν παρʼ αὐτοῖς, ὁλοσχερῶς ἠστόχησαν.
他们使整个战列的横宽比以前更窄,而纵深更深,虽然这对于对付野兽的战斗做了妥善的准备,但对于对抗数量比己方多出数倍的骑兵的战斗,他们却完全失算了。
§1.33.11ἐπεὶ δʼ ἀμφότεροι κατὰ τὰς ἑαυτῶν προαιρέσεις καὶ καθόλου καὶ κατὰ μέρος ἑκάστους ἔθηκαν εἰς τὰς ἁρμοζούσας τάξεις, ἔμενον ἐν κόσμῳ, καραδοκοῦντες τὸν καιρὸν τῆς ἀλλήλων ἐπιθέσεως.
当双方根据各自的意图,在整体和局部上都将各部队部署在合适的队列中后,他们保持着整齐的队形,静候着向对方发起进攻的时机。