Humanitext Reader

波利比奥斯 · 历史 §1.29.1-1.29.10

罗马军登陆利比亚攻占阿斯皮斯与雷古鲁斯留守

第 29 段,共 1311 段 · 希腊语

内容简介

罗马军队渡海至利比亚,攻占并围攻阿斯皮斯,随后对周边地区进行掠夺。根据罗马的指示,雷古鲁斯率领部分兵力留守,而武尔索则带着舰队和俘虏返回罗马。

§1.29.1μετὰ δὲ ταῦτα πάλιν οἱ Ῥωμαῖοι προσεπισιτισάμενοι καὶ τὰς αἰχμαλώτους ναῦς καταρτίσαντες, ἔτι δὲ τὴν ἁρμόζουσαν τοῖς προτερήμασιν ἐπιμέλειαν ποιησάμενοι τῶν πληρωμάτων ἀνήγοντο ποιούμενοι τὸν πλοῦν ὡς ἐπὶ τὴν Λιβύην.
此后,罗马人再次补充了给养,修整了俘获的战船,并对船员们给予了与其胜利相称的关照,随后起航,向利比亚进发。
§1.29.2προσσχόντες δὲ ταῖς πρώταις πλεούσαις ναυσὶν ὑπὸ τὴν ἄκραν τὴν Ἑρμαίαν ἐπονομαζομένην, ἣ πρὸ παντὸς τοῦ περὶ τὴν Καρχηδόνα κόλπου κειμένη προτείνει πελάγιος ὡς πρὸς τὴν Σικελίαν, καὶ προσδεξάμενοι τὰς ἐπιπλεούσας ἐνταῦθα ναῦς καὶ πάντα συναθροίσαντες τὸν στόλον ἔπλεον παρὰ τὴν χώραν, ἕως ἐπὶ τὴν Ἀσπίδα καλουμένην πόλιν ἀφίκοντο.
他们率领领先的战船在被称为赫尔麦亚的岬角下靠岸,该岬角位于整个迦太基湾之前,向外海延伸,指向西西里。 在等候后续抵达的战船并集结了整支舰队之后,他们沿着海岸航行,直到抵达被称为阿斯皮斯的城市。
§1.29.3ποιησάμενοι δὲ τὴν ἀπόβασιν ἐνταῦθα καὶ νεωλκήσαντες, ἔτι δὲ τάφρῳ καὶ χάρακι περιλαβόντες τὰς ναῦς ἐγίνοντο πρὸς τὸ πολιορκεῖν αὐτήν, οὐ βουλομένων ἑκουσίως σφίσι προσχωρῆσαι τῶν κατεχόντων τὴν πόλιν.
他们在此登陆并将战船拖上岸,进而用战壕和栅栏将战船围起来,随后由于守城者不愿主动向他们投降,便着手进行围攻。
§1.29.4οἱ δὲ διαφυγόντες ἐκ τοῦ κατὰ τὴν ναυμαχίαν κινδύνου τῶν Καρχηδονίων καταπλεύσαντες καὶ πεπεισμένοι τοὺς ὑπεναντίους ἐκ τοῦ γεγονότος προτερήματος ἐπαρθέντας εὐθέως ποιήσεσθαι τὸν ἐπίπλουν ἐπʼ αὐτὴν τὴν Καρχηδόνα, παρετήρουν ταῖς πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσι τοὺς προκειμένους τῆς πόλεως τόπους.
另一方面,在海战的危险中逃脱的迦太基人已经返航,他们坚信敌军会因眼前的胜利而士气高涨,立即直接向迦太基城发起进攻,因此便用陆军和海军力量严密监视着城市前方的地带。
§1.29.5ἐπιγνόντες δὲ τοὺς Ῥωμαίους ἀσφαλῶς ἀποβεβηκότας καὶ πολιορκοῦντας τὴν Ἀσπίδα, τοῦ μὲν παραφυλάττειν τὸν ἐπίπλουν ἀπέγνωσαν, συνήθροιζον δὲ τὰς δυνάμεις καὶ περὶ φυλακὴν ἐγίνοντο τῆς τε πόλεως καὶ τῆς χώρας.
然而,当他们得知罗马人已安全登陆并正在围攻阿斯皮斯时,他们便放弃了防范敌军袭击的戒备,转而集结兵力,致力于守卫城市和领土。
§1.29.6οἱ δὲ Ῥωμαῖοι κυριεύσαντες τῆς Ἀσπίδος καὶ φυλακὴν ἀπολιπόντες τῆς πόλεως καὶ χώρας, ἔτι δὲ πρεσβευτὰς εἰς τὴν Ῥώμην πέμψαντες τοὺς ἀπαγγελοῦντας μὲν περὶ τῶν γεγονότων, ἐρησομένους δὲ περὶ τῶν μελλόντων τί δεῖ ποιεῖν καὶ πῶς χρῆσθαι τοῖς πράγμασιν, μετὰ δὲ ταῦτα πάσῃ τῇ δυνάμει κατὰ σπουδὴν ἀναζεύξαντες ὥρμησαν ἐπὶ τὸ πορθεῖν τὴν χώραν.
罗马人在攻占阿斯皮斯之后,在城市和领地留下了守备队,并向罗马派出了使节,前去呈报已发生的事情,并请示未来应该做什么以及如何处理事务。 此后,他们带领全军火速拔营,开始掠夺该地区。
§1.29.7οὐδενὸς δʼ ἐμποδὼν ἱσταμένου, πολλὰς μὲν οἰκήσεις περιττῶς κατεσκευασμένας διέφθειραν, πολὺ δὲ πλῆθος τῆς τετραπόδου λείας περιεβάλοντο· σώματα δὲ πλείω τῶν δισμυρίων ἐπὶ τὰς ναῦς ἀνήγαγον.
在无人阻拦的情况下,他们摧毁了许多建造豪华的住宅,夺取了数量极其庞大的家畜作为战利品,并将两万多名俘虏带到了船上。
§1.29.8ἐν δὲ τούτῳ τῷ καιρῷ παρῆσαν ἐκ τῆς Ῥώμης οἱ διασαφοῦντες ὅτι δεῖ τὸν μὲν ἕνα τῶν στρατηγῶν μένειν ἔχοντα δυνάμεις τὰς ἀρκούσας, τὸν δʼ ἕτερον ἀποκομίζειν εἰς τὴν Ῥώμην τὸν στόλον.
此时,来自罗马的使者带来了明确的指示:其中一位将军应率领足够的兵力留在当地,而另一位将军则应将舰队带回罗马。
§1.29.9ὁ μὲν οὖν Μάρκος ἔμενεν, ὑπολειπόμενος ναῦς τετταράκοντα καὶ πεζοὺς μυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους· §1.29.10ὁ δὲ Λεύκιος ἀναλαβὼν τὰ πληρώματα καὶ τὸ τῶν αἰχμαλώτων πλῆθος καὶ κομισθεὶς παρὰ τὴν Σικελίαν ἀσφαλῶς ἧκεν εἰς τὴν Ῥώμην.
于是马尔库斯留了下来,留下四十艘战船、一万五千名步兵以及五百名骑兵;而卢基乌斯则带领船员和庞大的俘虏人群,沿着西西里航行,安全回到了罗马。

词汇与语法注释

  1. 1.29.1ποιούμενοι τὸν πλοῦν ὡς ἐπὶ τὴν Λιβύην — 现在分词 `ποιούμενοι` 伴随主动词 `ἀνήγοντο`,表示航行的方向或伴随状况。介词短语 `ὡς ἐπὶ` 引导的目的地表示其预期的航行方向。
  2. 1.29.3οὐ βουλομένων ἑκουσίως σφίσι προσχωρῆσαι τῶν κατεχόντων τὴν πόλιν — 这是一个属格独立结构,其中名词化的分词 `τῶν κατεχόντων` 作为分词 `βουλομένων` 的逻辑主语,表示主句行动(着手围攻阿斯皮斯)的原因。
  3. 1.29.6τοὺς ἀπαγγελοῦντας μὲν... ἐρησομένους δὲ... — 修饰 `πρεσβευτάς` 的带冠词将来时分词,展现了希腊语中将来时分词表示目的的典型用法(“用以呈报……并请示……的使节”)。

引用这一段

波利比奥斯, 历史 §1.29.1-1.29.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.29.1-1.29.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。