§1.27.1οἱ δὲ τῶν Καρχηδονίων στρατηγοὶ κατὰ τὸν αὐτὸν καιρὸν παρακαλέσαντες τὰ πλήθη διὰ βραχέων καὶ συνυποδείξαντες αὐτοῖς ὅτι νικήσαντες μὲν τῇ ναυμαχίᾳ περὶ Σικελίας ποιήσονται τὸν πόλεμον, ἡττηθέντες δὲ περὶ τῆς σφετέρας πατρίδος κινδυνεύσουσιν καὶ τῶν ἀναγκαίων, οὕτως αὐτοῖς παρήγγειλαν ἐμβαίνειν εἰς τὰς ναῦς.
与此同时,迦太基的将领们简短地鼓励了士兵,并向他们指出,如果他们在海战中获胜,他们将为了西西里而战,但如果战败,他们将不得不为了自己的祖国和生命财产面临危险,随后便命令他们登船。
§1.27.2προθύμως δὲ πάντων ποιούντων τὸ παραγγελλόμενον διὰ τὸ προορᾶσθαι τὸ μέλλον ἐκ τῶν εἰρημένων, εὐθαρσῶς ἀνήγοντο καὶ καταπληκτικῶς.
由于听了这番话,大家都预见到未来的后果,因此人人奋勇遵命,精神饱满、威风凛凛地出航了。
§1.27.3θεωροῦντες δὲ τὴν τῶν πολεμίων τάξιν οἱ στρατηγοὶ καὶ πρὸς ταύτην ἁρμοζόμενοι τὰ μὲν τρία μέρη τῆς αὑτῶν δυνάμεως ἐπὶ μίαν ἔταττον ναῦν, πρὸς τὸ πέλαγος ἀνατείναντες τὸ δεξιὸν κέρας, ὡς κυκλώσοντες τοὺς ὑπεναντίους, πάσας ἱστάντες ἀντιπρώρρους τὰς ναῦς τοῖς πολεμίοις.
将领们观察到敌人的阵形,并以此进行调整,将自己兵力的三个部分排成单列横阵,将右翼向外海延伸,仿佛要包围对手,使所有的战船都船头朝向敌人。
τὸ δὲ τέταρτον εὐώνυμον τῆς ὅλης τάξεως ἐποίουν, §1.27.4ἐν ἐπικαμπίῳ νεῦον πρὸς τὴν γῆν.
而第四部分则作为整个阵形的左翼,呈折角向陆地倾斜。
§1.27.5ἡγοῦντο δὲ τῶν Καρχηδονίων τοῦ μὲν δεξιοῦ κέρως, ἔχων ἐπίπλους καὶ πεντήρεις τὰς μάλιστα ταχυναυτούσας πρὸς τὴν ὑπερκέρασιν, Ἄννων ὁ περὶ τὸν Ἀκράγαντα λειφθεὶς τῇ παρατάξει·
率领迦太基右翼的是在阿克拉加斯会战中幸存的汉诺,为了进行包围,他麾下拥有随侍船和最快速的五段桨战船。
§1.27.6τῶν δʼ εὐωνύμων εἶχε τὴν ἐπιμέλειαν Ἀμίλκας ὁ περὶ τὴν Τυνδαρίδα ναυμαχήσας· ὃς τότε κατὰ μέσην τὴν τάξιν ποιούμενος τὸν κίνδυνον ἐχρήσατό τινι στρατηγήματι κατὰ τὸν ἀγῶνα τοιῴδε.
左翼由曾在廷达里斯进行海战的哈米尔卡指挥;他当时在阵形中央迎战,在战斗中采用了如下的某种策略。
§1.27.7τῶν γὰρ Ῥωμαίων συνθεασαμένων ἐπὶ λεπτὸν ἐκτεταμένους τοὺς Καρχηδονίους καὶ ποιησαμένων τὴν ὁρμὴν ἐπὶ μέσους, τὴν μὲν ἀρχὴν ὁ κίνδυνος ἔλαβε τοιαύτην.
因为当罗马人看到迦太基人排成稀薄的细线,并向其中央发起冲锋时,战斗在开始时便呈现出这样的形势。
§1.27.8ταχὺ δὲ τῶν περὶ τὰ μέσα Καρχηδονίων ἐκ παραγγέλματος κλινάντων πρὸς φυγὴν χάριν τοῦ διασπάσαι τὴν τῶν Ῥωμαίων τάξιν, οὗτοι μὲν ὑπεχώρουν μετὰ σπουδῆς, οἱ δὲ Ῥωμαῖοι κατόπιν ἠκολούθουν ἐκθύμως.
很快,中央的迦太基人按照命令转身佯装逃跑,以分散罗马人的阵形。 他们急忙退却,而罗马人则在后方奋勇追击。
§1.27.9ὁ μὲν οὖν πρῶτος καὶ δεύτερος στόλος ἐπέκειτο τοῖς φεύγουσιν, τὸ δὲ τρίτον καὶ τὸ τέταρτον στρατόπεδον ἀπεσπᾶτο, τῶν μὲν ῥυμουλκούντων τὰς ἱππηγοὺς ναῦς, τῶν δὲ τριαρίων συμμενόντων καὶ συνεφεδρευόντων τούτοις.
于是,第一和第二舰队紧紧咬住逃跑的敌人,而第三和第四军团则被拉开了距离,因为前者正在牵引运马船,而三线兵则留在原地掩护他们。
§1.27.10ἐπεὶ δὲ τὸν πρῶτον καὶ δεύτερον στόλον ἱκανὸν τῶν ἄλλων ἐδόκουν ἀπεσπακέναι τόπον οἱ Καρχηδόνιοι, συνθήματος ἀρθέντος ἐκ τῆς Ἀμίλκου νεὼς μετεβάλοντο πάντες ἅμα καὶ συνέβαλον τοῖς ἐπικειμένοις.
当迦太基人认为他们已经将第一和第二舰队引诱到与其余部队相隔足够远的距离时,哈米尔卡的船上升起了信号,所有人同时转身,向追击他们的敌人发起反击。
§1.27.11ἀγῶνος δὲ συστάντος καρτεροῦ, τῷ μὲν ταχυναυτεῖν ἐκπεριπλέοντες καὶ ῥᾳδίως μὲν προσιόντες ὀξέως δʼ ἀποχωροῦντες πολὺ περιῆσαν οἱ Καρχηδόνιοι,
激烈的战斗随即展开,迦太基人凭借其快速的航行,在外围盘旋,易于接近且迅速撤退,占据了极大的优势。
§1.27.12τῷ δὲ βιαιομαχεῖν κατὰ τὰς συμπλοκὰς καὶ συνδεῖν τοῖς κόραξιν τοὺς ἅπαξ ἐγγίσαντας, ἅμα δὲ καὶ τῷ συναγωνιζομένων ἀμφοτέρων τῶν στρατηγῶν ἐν ὄψει τῶν ἡγουμένων ποιεῖσθαι τὸν κίνδυνον, οὐχ ἧττον ἐπικυδεστέρας εἶχον οἱ Ῥωμαῖοι τῶν Καρχηδονίων τὰς ἐλπίδας.
然而,由于在近战中拼死搏斗,并用“乌鸦”紧紧锁住一旦接近的敌船,同时又是在将领们的注视下进行战斗,且两位将军都在他们身旁共同并肩作战,罗马人所抱有的胜利希望,绝不亚于迦太基人。
§1.27.13ἡ μὲν οὖν κατὰ τούτους μάχη τοιαύ
§在这一部分的战斗便是如此