Humanitext Reader

波利比奥斯 · 历史 §1.21.1-1.21.11

罗马舰队初航与科尔内利乌斯被俘

第 21 段,共 1311 段 · 希腊语

内容简介

罗马人经过陆地模拟训练后,率领建成的舰队下海。罗马将领格奈乌斯·科尔内利乌斯因中计而被俘,而迦太基将领汉尼拔也因大意侦察而遭遇整齐航行的罗马舰队,险些全军覆没。

§1.21.1θησαν τῆς ἐπιβολῆς.
……[阻碍了这一企图。
οὐ μὲν ἀλλʼ οἷς μὲν ἐπιμελὲς ἦν τῆς ναυπηγίας, ἐγίνοντο περὶ τὴν τῶν πλοίων κατασκευήν, οἱ δὲ τὰ πληρώματα συναθροίσαντες ἐδίδασκον ἐν τῇ γῇ κωπηλατεῖν τὸν τρόπον τοῦτον· §1.21.2καθίσαντες ἐπὶ τῶν εἰρεσιῶν ἐν τῇ χέρσῳ τοὺς ἄνδρας τὴν αὐτὴν ἔχοντας τάξιν ταῖς ἐπʼ αὐτῶν τῶν πλοίων καθέδραις, μέσον δʼ ἐν αὐτοῖς στήσαντες τὸν κελευστήν, ἅμα πάντας ἀναπίπτειν ἐφʼ αὑτοὺς ἄγοντας τὰς χεῖρας καὶ πάλιν προνεύειν ἐξωθοῦντας ταύτας συνείθιζον ἄρχεσθαί τε καὶ λήγειν τῶν κινήσεων πρὸς τὰ τοῦ κελευστοῦ παραγγέλματα.
]不过,负责造船的人致力于船只的建造,而召集船员的人则在陆地上用以下方法教他们划桨:即在陆地的模拟桨座上,让人们按照与实际船只座位完全相同的顺序坐好,并将号令员置于他们中间,训练他们所有人同时向后倾斜身体并收回双手,然后再次向前倾斜并推出双手,并根据号令员的指令开始和停止动作。
προκατασκευασθέντων δὲ τούτων, §1.21.3ἅμα τῷ συντελεσθῆναι τὰς ναῦς καθελκύσαντες καὶ βραχὺν χρόνον ἐπʼ αὐτῆς τῆς ἀληθείας ἐν θαλάττῃ πειραθέντες ἔπλεον παρὰ τὴν Ἰταλίαν κατὰ τὸ πρόσταγμα τοῦ στρατηγοῦ.
当这些准备工作就绪后,在船只完工的同时,他们将其下水,并在海上的实际操作中进行了短暂的尝试,随后按照将领的命令沿着意大利海岸航行。
§1.21.4ὁ γὰρ ἐπὶ τῆς ναυτικῆς δυνάμεως τεταγμένος τοῖς Ῥωμαίοις Γνάιος Κορνήλιος ὀλίγαις ἡμέραις πρότερον, συντάξας τοῖς ναυάρχοις, ἐπειδὰν καταρτίσωσι τὸν στόλον, πλεῖν ὡς ἐπὶ τὸν πορθμόν, αὐτὸς ἀναχθεὶς μετὰ νεῶν ἑπτακαίδεκα προκατέπλευσεν ἐπὶ τὴν Μεσσήνην, σπουδάζων τὰ κατεπείγοντα πρὸς τὴν χρείαν παρασκευάσαι τῷ στόλῳ.
因为受命指挥罗马海军的格奈乌斯·科尔内利乌斯在几天前已命令船长们在整备好舰队后立即驶向海峡,而他自己则带着十七艘船出海,先行驶往美塞内,急于为舰队的使用准备紧迫所需之物。
§1.21.5προσπεσούσης δʼ αὐτῷ πράξεως ἐκεῖ περὶ τῆς τῶν Λιπαραίων πόλεως, δεξάμενος τὴν ἐλπίδα προχειρότερον τοῦ δέοντος ἔπλει ταῖς προειρημέναις ναυσὶ καὶ καθωρμίσθη πρὸς τὴν πόλιν.
但在那里发生了一桩关于利帕拉人城市的投降交涉,他过于草率地接受了这一希望,率领上述船只航行,并在该城市附近停泊。
§1.21.6ὁ δὲ τῶν Καρχηδονίων στρατηγὸς Ἀννίβας, ἀκούσας ἐν τῷ Πανόρμῳ τὸ γεγονὸς ἐξαποστέλλει Βοώδη τῆς γερουσίας ὑπάρχοντα, ναῦς εἴκοσι δούς.
而在帕诺尔穆斯的迦太基将领汉尼拔听闻此事后,便派遣了身为元老院议员的博奥德斯,并给了他二十艘船。
§1.21.7ὃς ἐπιπλεύσας νυκτὸς ἐν τῷ λιμένι συνέκλεισε τοὺς περὶ τὸν Γνάιον.
他在夜间驶来,将格奈乌斯一行围困在港口内。
ἡμέρας δʼ ἐπιγενομένης τὰ μὲν πληρώματα πρὸς φυγὴν ὥρμησεν εἰς τὴν γῆν, ὁ δὲ Γνάιος ἐκπλαγὴς γενόμενος καὶ ποιεῖν ἔχων οὐδὲν τέλος παρέδωκεν αὑτὸν τοῖς πολεμίοις.
次日拂晓,船员们纷纷向陆地逃窜,而格奈乌斯则惊慌失措,无计可施,最终向敌人投降。
§1.21.8οἱ δὲ Καρχηδόνιοι τάς τε ναῦς καὶ τὸν στρατηγὸν τῶν ὑπεναντίων ὑποχείριον ἔχοντες παραχρῆμα πρὸς τὸν Ἀννίβαν ἀπῆραν.
迦太基人将对手的船只和将领收入手中后,便立即启航前往汉尼拔处。
§1.21.9μετʼ οὐ πολλὰς δʼ ἡμέρας, οὕτως ἐναργοῦς ὄντος καὶ προσφάτου τοῦ περὶ τὸν Γνάιον ἀτυχήματος, παρʼ ὀλίγον αὐτὸς Ἀννίβας εἰς τὸ παραπλήσιον ἁμάρτημα προφανῶς ἐνέπεσεν.
但没过几天,尽管关于格奈乌斯的惨败是如此显而易见且就在眼前,汉尼拔本人也差点公然陷入相似的错误中。
§1.21.10ἀκούσας γὰρ τὸν τῶν Ῥωμαίων στόλον κομιζόμενον παρὰ τὴν Ἰταλίαν σύνεγγυς εἶναι, κατιδεῖν βουλόμενος τό τε πλῆθος καὶ τὴν ὅλην σύνταξιν τῶν ὑπεναντίων, λαβὼν πεντήκοντα ναῦς ἐπιπλεῖ.
因为他听闻罗马人的舰队正沿着意大利海岸航行且已迫近,想要亲眼看一看对手的数量以及整个阵形,便带着五十艘船驶去。
§1.21.11κάμπτων δὲ περὶ τὸ τῆς Ἰταλίας ἀκρωτήριον ἐμπίπτει τοῖς πολεμίοις ἐν κόσμῳ καὶ τάξει ποιουμένοις τὸν πλοῦν καὶ τὰς μὲν πλείους ἀπέβαλε τῶν νεῶν, αὐτὸς δὲ μετὰ τῶν ὑπολειφθεισῶν ἀνελπίστως καὶ παραδόξως διέφυγεν.
然而,在绕过意大利的海角时,他撞上了正井然有序地航行的敌军,失去了大部分船只,而他自己则带着余下的船只出乎意料且奇迹般地逃脱了。

词汇与语法注释

  1. §1.21.1οὐ μὲν ἀλλʼ — 表示强烈对比或过渡的语气小词。承接前一分段末尾的虚拟语气假设(“若非此事发生,他们自始至终都会受阻”),用以转向实际发生的对比性情况:“尽管如此,实际情况是……”
  2. §1.21.2ταῖς ἐπʼ αὐτῶν τῶν πλοίων καθέδραις — 属于由形容词 `τὴν αὐτήν`(“相同的”)所引导的与格,用以表示比较的对象:“与实际船只上的座位(相同的顺序)”。这是希腊语中表示相同性或相似性的标准用法。
  3. §1.21.9παρʼ ὀλίγον — 意为“几乎”、“差一点就……”的副词性惯用词组。此处修饰主句动词 `ἐνέπεσεν`(“坠入”),表示汉尼拔虽然实际并未重蹈覆辙,但在极其危险的边缘差点犯下同样性质的错误。

引用这一段

波利比奥斯, 历史 §1.21.1-1.21.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.21.1-1.21.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。