§1.9.1μενος ἐλπίδων ἢ κατὰ τὴν στρατηγίαν.
——即超越其将军职位所能容纳的希望。
θεωρῶν γὰρ τοὺς Συρακοσίους, ἐπειδὰν ἐκπέμψωσι τὰς δυνάμεις καὶ τοὺς ἄρχοντας μετὰ τῶν δυνάμεων, αὐτοὺς ἐν αὑτοῖς στασιάζοντας καὶ καινοτομοῦντας αἰεί τι, §1.9.2τὸν δὲ Λεπτίνην εἰδὼς καὶ τῇ προστασίᾳ καὶ τῇ πίστει πολὺ διαφέροντα τῶν ἄλλων πολιτῶν, εὐδοκιμοῦντα δὲ καὶ παρὰ τῷ πλήθει διαφερόντως, συνάπτεται κηδείαν πρὸς αὐτόν, βουλόμενος οἷον ἐφεδρείαν ἀπολιπεῖν ἐν τῇ πόλει τοῦτον, ὅτʼ αὐτὸν ἐξιέναι δέοι μετὰ τῶν δυνάμεων ἐπὶ τὰς πράξεις.
因为他看到叙拉古人,每当派遣军队以及随军的指挥官时,他们内部总会发生内讧,并总是企图进行某种变革,他又深知莱普提奈斯在影响力和信誉上都远超其他市民,且在民众中极具声望,于是便与他结为姻亲,意图在自己必须率军出征时,将此人留守城中,作为一种后盾。
§1.9.3γήμας δὲ τὴν θυγατέρα τοῦ προειρημένου καὶ συνθεωρῶν τοὺς ἀρχαίους μισθοφόρους καχέκτας ὄντας καὶ κινητικοὺς ἐξάγει στρατείαν ὡς ἐπὶ τοὺς βαρβάρους τοὺς τὴν Μεσσήνην κατασχόντας.
他娶了上述之人的女儿,并看出旧雇佣兵们心怀不满、蠢蠢欲动,便率军出征,表面上是去讨伐占领美塞拿的蛮族。
§1.9.4ἀντιστρατοπεδεύσας δὲ περὶ Κεντόριπα καὶ παραταξάμενος περὶ τὸν Κυαμόσωρον ποταμὸν τοὺς μὲν πολιτικοὺς ἱππεῖς καὶ πεζοὺς αὐτὸς ἐν ἀποστήματι συνεῖχεν, ὡς κατʼ ἄλλον τόπον τοῖς πολεμίοις συμμίξων, τοὺς δὲ ξένους προβαλόμενος εἴασε πάντας ὑπὸ τῶν βαρβάρων διαφθαρῆναι·
他在肯托里帕附近与敌对峙,并在库阿莫索罗斯河附近布阵。 他亲自将公民骑兵和步兵控制在一定距离之外,装作要在另一处与敌人交战,却将外籍雇佣兵推向前方,任由他们全都被蛮族消灭。
§1.9.5κατὰ δὲ τὸν τῆς ἐκείνων τροπῆς καιρὸν ἀσφαλῶς αὐτὸς ἀπεχώρησεν μετὰ τῶν πολιτῶν εἰς τὰς Συρακούσας.
在那些人败退溃散之际,他自己则率领公民兵安全地撤回了叙拉古。
§1.9.6συντελεσάμενος δὲ τὸ προκείμενον πραγματικῶς καὶ παρῃρηκὼς πᾶν τὸ κινητικὸν καὶ στασιῶδες τῆς δυνάμεως, ξενολογήσας διʼ αὑτοῦ πλῆθος ἱκανὸν μισθοφόρων, ἀσφαλῶς ἤδη τὰ κατὰ τὴν ἀρχὴν διεξῆγεν.
他以此种务实手段达成了预定目的,并清除了军队中所有蠢蠢欲动和好乱的分子,随后亲自招募了足够数量的新雇佣兵,自此安全地治理国政。
§1.9.7θεωρῶν δὲ τοὺς βαρβάρους ἐκ τοῦ προτερήματος θρασέως καὶ προπετῶς ἀναστρεφομένους, καθοπλίσας καὶ γυμνάσας ἐνεργῶς τὰς πολιτικὰς δυνάμεις ἐξῆγεν καὶ συμβάλλει τοῖς πολεμίοις ἐν τῷ Μυλαίῳ πεδίῳ περὶ τὸν Λογγανὸν καλούμενον ποταμόν.
他看到蛮族因先前的胜利而行动变得大胆和轻率,便对公民军队进行了彻底的装备和积极的训练,随后率军出征,在被称为隆加诺斯河附近的米莱平原与敌人交战。
§1.9.8τροπὴν δὲ ποιήσας αὐτῶν ἰσχυρὰν καὶ τῶν ἡγεμόνων ἐγκρατὴς γενόμενος ζωγρίᾳ τὴν μὲν τῶν βαρβάρων κατέπαυσε τόλμαν, αὐτὸς δὲ παραγενόμενος εἰς τὰς Συρακούσας βασιλεὺς ὑπὸ πάντων προσηγορεύθη τῶν συμμάχων.
他将他们彻底击溃,并生擒了他们的领袖,从而平息了蛮族的嚣张气焰。 他自己回到叙拉古后,被所有同盟者拥戴为国王。