Humanitext Reader

波利比奥斯 · 历史 §1.11.1-1.11.15

阿庇乌斯出兵与击破希伦军队

第 11 段,共 1311 段 · 希腊语

内容简介

罗马民众在将领们的说服下决定援助马麦丁人,并派遣执政官阿庇乌斯·克劳狄乌斯。进入美塞拿后,阿庇乌斯试图与包围该城的迦太基及叙拉古联军谈判,但在遭到拒绝后,他主动出击并击败了叙拉古国王希伦的军队。

§1.11.1πολὺν μὲν χρόνον ἐβουλεύσαντο, καὶ τὸ μὲν συνέδριον οὐδʼ εἰς τέλος ἐκύρωσε τὴν γνώμην διὰ τὰς ἄρτι ῥηθείσας αἰτίας.
他们讨论了很长时间,但由于刚才提到的原因,元老院直到最后也没有通过决议。
ἐδόκει γὰρ τὰ περὶ τὴν ἀλογίαν τῆς τοῖς Μαμερτίνοις ἐπικουρίας ἰσορροπεῖν τοῖς ἐκ τῆς βοηθείας συμφέρουσιν.
因为援助马麦丁人的荒谬性似乎与通过援助可获得的利益不相上下。
§1.11.2οἱ δὲ πολλοὶ τετρυμένοι μὲν ὑπὸ τῶν προγεγονότων πολέμων καὶ προσδεόμενοι παντοδαπῆς ἐπανορθώσεως, ἅμα δὲ τοῖς ἄρτι ῥηθεῖσι περὶ τοῦ κοινῇ συμφέρειν τὸν πόλεμον καὶ κατʼ ἰδίαν ἑκάστοις ὠφελείας προδήλους καὶ μεγάλας ὑποδεικνυόντων τῶν στρατηγῶν, ἔκριναν βοηθεῖν.
但普通民众因先前的战争而疲惫不堪,急需各方面的恢复,同时由于将领们指出,除了刚才所说的共同利益之外,对每个人也都有显而易见且巨大的益处,于是他们投票决定提供援助。
§1.11.3κυρωθέντος δὲ τοῦ δόγματος ὑπὸ τοῦ δήμου, προχειρισάμενοι τὸν ἕτερον τῶν ὑπάτων στρατηγὸν Ἄππιον Κλαύδιον ἐξαπέστειλαν, κελεύσαντες βοηθεῖν καὶ διαβαίνειν εἰς Μεσσήνην.
在民众通过了决议之后,他们指派两名执政官之一的小阿庇乌斯·克劳狄乌斯为将领并将其派遣出去,命令他提供援助并渡海前往美塞拿。
§1.11.4οἱ δὲ Μαμερτῖνοι τὸν μὲν τῶν Καρχηδονίων στρατηγὸν ἤδη κατέχοντα τὴν ἄκραν ἐξέβαλον, τὰ μὲν καταπληξάμενοι, τὰ δὲ παραλογισάμενοι· τὸν δʼ Ἄππιον ἐπεσπῶντο καὶ τούτῳ τὴν πόλιν ἐνεχείριζον.
马麦丁人一部分通过恐吓,一部分通过欺骗,驱逐了已经占领卫城的迦太基将领;他们迎入阿庇乌斯,并将城市交托给他。
§1.11.5Καρχηδόνιοι δὲ τὸν μὲν στρατηγὸν αὐτῶν ἀνεσταύρωσαν, νομίσαντες αὐτὸν ἀβούλως, ἅμα δʼ ἀνάνδρως προέσθαι τὴν ἀκρόπολιν· §1.11.6αὐτοὶ δὲ τῇ μὲν ναυτικῇ δυνάμει περὶ Πελωριάδα στρατοπεδεύσαντες, τῷ δὲ πεζῷ στρατεύματι περὶ τὰς Σύνεις καλουμένας ἐνεργῶς προσέκειντο τῇ Μεσσήνῃ.
迦太基人将他们的将领钉死在十字架上,认为他愚蠢且懦弱地放弃了卫城;他们自己则将海军驻扎在佩洛里亚斯附近,陆军则在被称为叙内伊斯的地方附近对美塞拿发起猛烈攻击。
§1.11.7κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἱέρων νομίσας εὐφυῶς ἔχειν τὰ παρόντα πρὸς τὸ τοὺς βαρβάρους τοὺς τὴν Μεσσήνην κατέχοντας ὁλοσχερῶς ἐκβαλεῖν ἐκ τῆς Σικελίας, τίθεται πρὸς τοὺς Καρχηδονίους συνθήκας.
就在此时,希伦认为眼下的局势非常有利于将占领美塞拿的蛮族彻底驱逐出西西里,于是与迦太基人订立了盟约。
§1.11.8καὶ μετὰ ταῦτʼ ἀναζεύξας ἐκ τῶν Συρακουσῶν ἐποιεῖτο τὴν πορείαν ἐπὶ τὴν προειρημένην πόλιν· καταστρατοπεδεύσας δʼ ἐκ θατέρου μέρους περὶ τὸ Χαλκιδικὸν ὄρος καλούμενον ἀπέκλεισε καὶ ταύτης τῆς ἐξόδου τοὺς ἐν τῇ πόλει.
此后,他从叙拉古出发,向上述城市进军;他在另一侧被称为查尔基迪孔山的地方附近驻营,切断了城中之人从这一出口撤退的路线。
§1.11.9ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων Ἄππιος νυκτὸς καὶ παραβόλως περαιωθεὶς τὸν πορθμὸν ἧκεν εἰς τὴν Μεσσήνην.
罗马将领阿庇乌斯在夜间冒险渡过海峡,抵达了美塞拿。
§1.11.10ὁρῶν δὲ πανταχόθεν ἐνεργῶς προσηρεικότας τοὺς πολεμίους καὶ συλλογισάμενος ἅμα μὲν αἰσχράν, ἅμα δʼ ἐπισφαλῆ γίνεσθαι τὴν πολιορκίαν αὑτῷ, τῆς τε γῆς τῶν πολεμίων ἐπικρατούντων καὶ τῆς θαλάττης, §1.11.11τὸ μὲν πρῶτον διεπρεσβεύετο πρὸς ἀμφοτέρους, βουλόμενος ἐξελέσθαι τοῦ πολέμου τοὺς Μαμερτίνους· οὐδενὸς δὲ προσέχοντος αὐτῷ, §1.11.12τέλος ἐπαναγκαζόμενος ἔκρινε διακινδυνεύειν καὶ πρῶτον ἐγχειρεῖν τοῖς Συρακοσίοις.
他看到敌人从四面八方发起猛烈攻击,并考虑到由于敌人控制了陆地和海洋,包围战对自己而言既是耻辱又极具危险,起初他向双方派遣使节,希望使马麦丁人免于战争;但在无人理睬他的情况下,他最终被迫决定铤而走险,首先对叙拉古人发起进攻。
§1.11.13ἐξαγαγὼν δὲ τὴν δύναμιν παρέταξε πρὸς μάχην, ἑτοίμως εἰς τὸν ἀγῶνα συγκαταβάντος αὐτῷ καὶ τοῦ τῶν Συρακοσίων βασιλέως·
他率军出城布下战阵,叙拉古国王也欣然下场与他交战。
§1.11.14ἐπὶ πολὺν δὲ χρόνον διαγωνισάμενος ἐπεκράτησεν τῶν πολεμίων καὶ κατεδίωξε τοὺς ὑπεναντίους ἕως εἰς τὸν χάρακα πάντας.
经过长时间的激烈战斗,他战胜了敌人,并将所有的对手一路追击至营垒之内。
§1.11.15Ἄππιος μὲν οὖν σκυλεύσας τοὺς νεκροὺς ἐπανῆλθεν πάλιν εἰς τὴν Μεσσήνην.
于是阿庇乌斯剥去死者的盔甲武器,再次回到了美塞拿。
ὁ δʼ Ἱέρων ὀττευσάμενός τι περὶ τῶν ὅλων πραγμάτων, ἐπιγενομένης τῆς νυκτὸς ἀνεχώρησε κατὰ σπουδὴν
而希伦则对整体局势感到不祥预兆,夜幕降临时急忙撤退。

词汇与语法注释

  1. 1.11.2ὑποδεικνυόντων τῶν στρατηγῶν — 属格独立结构,表示主句主语(οἱ δὲ πολλοί)做出决定的原因(“因为将领们指出了……”)。
  2. 1.11.7εὐφυῶς ἔχειν τὰ παρόντα — 充当分词 νομίσας 宾语的带对格的不定式从句。不及物动词 ἔχω 与副词(εὐφυῶς)连用表示“处于某种状态”,在此指“目前的局势(τὰ παρόντα)处于有利的状态”。紧随其后的 πρός 搭配冠词性不定式,表示该合适状态所指向的目的或对象。
  3. 1.11.10γίνεσθαι τὴν πολιορκίαν αὑτῷ — 充当分词 συλλογισάμενος(“考虑到……”)宾语的带对格的不定式结构。与格 αὑτῷ 是表示关系或利益的与格(“对他自己而言”,即阿庇乌斯)。
  4. 1.11.15ὀττευσάμενός τι περὶ τῶν ὅλων πραγμάτων — 动词 ὀττεύομαι(“预感”、“视作征兆”)在此带有一个对格代名词 τι 作为内部宾语(“感到某种预兆”),而介词短语 περὶ τῶν ὅλων πραγμάτων 则限定了其对象的范围(“关于整个局势”)。

引用这一段

波利比奥斯, 历史 §1.11.1-1.11.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.11.1-1.11.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。