§19εἰ τοὺς μὲν οὐχ οἵους τε ὄντας ἐξάρνους εἶναι μὴ οὐ χρήματα ἔχειν ὑμῶν, τούτους μὲν ἀφεῖτε ἀνδρὶ ἐξαιτουμένῳ, ἡμῖν δὲ αὐτοῖς τε προθύμοις γεγενημένοις περὶ τὸ πλῆθος τὸ ὑμέτερον, καὶ τοῦ πατρὸς οὐδὲν ὑμᾶς ἠδικηκότος, οὐ χαριεῖσθε.
如果你们仅仅因为有人恳求,就放过了那些无法否认占有了你们财产的人,那么对于我们这些对你们的民众始终热心、且父亲未曾对你们犯下任何过错的人,你们难道不展示好意吗?
καὶ εἰ μὲν ξένος τις ἐλθὼν ὑμᾶς ἢ χρήματα ᾔτει ἢ εὐεργέτης ἀναγραφῆναι ἠξίου, ἔδοτε ἂν αὐτῷ· ἡμῖν δὲ οὐ δώσετε ἡμᾶς αὐτοὺς ἐπιτίμους ὑμῖν γενέσθαι;
如果一个外邦人前来,向你们要钱或者要求登记为恩人,你们本会给予他;但对于我们,难道你们不让我们在你们之中保留我们的市民权利吗?
§20εἰ δέ τινες κακόνοι ἐγένοντο εἰς τὰ ὑμέτερα πράγματα ἢ γνώμην μὴ ἐπιτηδείαν εἶπον, οὐχ οἱ ἀπόντες τούτων αἴτιοί εἰσιν, ἐπεὶ καὶ τοὺς παρόντας ὑμεῖς ἀπελύσατε.
如果有些人对你们的事务心怀不轨,或者发表了不适当的意见,那些不在场的人并不对此负责,因为你们甚至把在场的人都释放了。
οὐδὲ γὰρ εἴ τις τῶν ἐνθάδε μὴ τὰ ἄριστα λέγων πείθει ὑμᾶς, οὐχ ὑμεῖς ἐστε αἴτιοι, §21ἀλλʼ ὁ ἐξαπατῶν ὑμᾶς.
事实上,即使这里的某个人通过发表并非最佳的言论说服了你们,责任也不在你们,而是在于欺骗你们的人。
ἐκεῖνοι δὲ σφῶν αὐτῶν προκαταγνόντες ἀδικεῖν οἴχονται, ἵνα μὴ δοῖεν δίκην· καὶ εἴ τινες ἄλλοι ἀδικοῦσιν, ἧττον μὲν ἐκείνων, ἀδικοῦσι δέ, τὸ δέος αὐτοὺς ποιεῖ τό τε ὑμέτερον καὶ τὸ τῶν κατηγόρων μὴ ἐπιδημεῖν ἀλλὰ στρατεύεσθαι, ἵνα ἢ ὑμᾶς πραοτέρους ποιῶσιν ἢ τούτους πείθωσιν.
然而那些人,因已预先判定自己有罪而离去,以免受到惩罚;如果还有其他作恶的人,虽不如那些人严重,但确实作了恶,对你们以及控告者的恐惧使他们不敢留在国内,而是去服兵役,以便要么使你们更加温和,要么说服这些控告者。
§22οὗτος δὲ ὑμῖν δίκην δέδωκεν, οὐδὲν ὑμᾶς ἀδικῶν, εὐθὺς μετὰ τὰ πράγματα, ὅτε ὑμεῖς τε μάλιστα ἐμέμνησθε τῶν γενομένων καὶ οὗτος ἐλεγχθήσεσθαι ἔμελλε, πιστεύων αὑτῷ μηδὲν ἡμαρτῆσθαι ἀλλʼ ἀγωνιεῖσθαι εὖ μετὰ τοῦ δικαίου.
但是这个人,在未对你们犯下任何过错的情况下,就在政变刚结束、你们对所发生的事记忆最深且他即将接受审讯的时候,接受了你们的审判,他确信自己没有犯错,而是能凭着正义打赢这场官司。
ὡς δʼ ἦν δημοτικός, ἐγὼ ὑμῖν ἀποδείξω.
而他是多么倾向于民主,我将向你们证明。
§23πρῶτον μὲν γὰρ ὅσων οὐδεμιᾶς στρατείας ἀπελείφθη, ἀλλʼ ἐστρατεύετο, ὡς συνειδότες ἂν εἴποιεν οἱ δημόται· καὶ ἐξὸν αὐτῷ τὴν οὐσίαν ἀφανῆ καταστήσαντι μηδὲν ὑμᾶς ὠφελεῖν, εἵλετο μᾶλλον συνειδέναι ὑμᾶς, ἵνʼ εἰ καὶ βούλοιτο κακὸς εἶναι, μὴ ἐξείη αὐτῷ, ἀλλʼ εἰσφέροι τε τὰς εἰσφορὰς καὶ λῃτουργοίη.
首先,对于所有他未被免除的军事行动,他都参与了,正如他的同区人根据他们所知道的那样会说的那样;而且,尽管他本可以隐匿财产而不向你们提供任何帮助,他却宁愿让你们知晓,这样即使他想成为一个坏公民,也不可能做到,而是要缴纳战争税并履行公共服务。
καὶ ἡμᾶς παρεσκεύασεν, ὡς ἂν τῇ πόλει ὠφελιμώτατοι εἴημεν.
而且他培养了我们,使我们对城邦尽可能地有用。
§24καὶ ἐμὲ μὲν εἰς Σικελίαν ἐξέπεμψεν, ὑμῖν δʼ οὐκ ἦ, ὥστʼ εἰδέναι τοὺς ἱππέας, οἷος ἦ τὴν ψυχήν, ἕως τὸ στρατόπεδον σῶν ἦν· ἐπειδὴ δὲ διεφθάρη καὶ ἀνεσώθην εἰς Κατάνην, ἐλῃζόμην ὁρμώμενος ἐντεῦθεν καὶ τοὺς πολεμίους κακῶς ἐποίουν, ὥστε τῇ θεῷ τε τὰς δεκάτας ἐξαιρεθῆναι πλέον ἢ τριάκοντα μνᾶς καὶ τοῖς στρατιώταις εἰς σωτηρίαν ὅσοι ἐν τοῖς πολεμίοις ἦσαν.
他把我派往西西里,但对你们来说,只要军队还安全,骑兵们就没有机会知道我是怎样的精神;但是当军队被摧毁、我逃到卡塔纳时,我以此为基地进行袭击并打击敌人,以至于为女神拨出了超过三十个米纳的十分之一税,并有足够的资金来营救那些处于敌境的士兵。
§25καὶ ἐπειδὴ Καταναῖοι ἠνάγκαζον ἱππεύειν, ἵππευον καὶ οὐδενὸς οὐδʼ ἐνταῦθα κινδύνου ἀπελειπόμην, ὥστʼ εἰδέναι ἅπαντας οἷος ἦν τὴν ψυχὴν ἱππεύων τε καὶ ὁπλιτεύων.
当卡塔纳人强迫我服骑兵役时,我便服了骑兵役,甚至在那里我也没有避开任何危险,以至于大家都知道我在当骑兵和重装步兵时是怎样的精神。
ὧν ὑμῖν τοὺς μάρτυρας παρέξομαι.
对于这些事,我将向你们提供证人。
§26Μάρτυρες
ἀκηκόατε μὲν τῶν μαρτύρων, ὦ ἄνδρες δικασταί· οἷος δʼ εἰμὶ περὶ τὸ ὑμέτερον πλῆθος, ἐγὼ ὑμῖν ἀποδείξω.
证人们陪审员们,你们已经听过了证人们的证词;至于我对你们的民众持有怎样的态度,我将向你们证明。
ἀφικομένου γὰρ ἐκεῖσε Συρακουσίου ὅρκιον ἔχοντος καὶ ἑτοίμου ὄντος ὁρκοῦν καὶ προσιόντος πρὸς ἕνα ἕκαστον τῶν ἐκεῖ ὄντων, ἀντεῖπον εὐθὺς αὐτῷ, καὶ ἐλθὼν ὡς Τυδέα διηγούμην ταῦτα, καὶ σύλλογον ἐποίει, καὶ λόγοι οὐκ ὀλίγοι ἦσαν.
因为当一个叙拉古人带着誓约来到那里,并准备主持宣誓,且走向在那里的每一个人时,我立刻反对了他,并去到蒂丢斯那里报告了这些事,他召集了会议,进行了不少辩论。
ὧν δʼ οὖν ἐγὼ εἶπον, καλῶ μάρτυρας.
对于我所说的话,我传唤证人。
§27Μάρτυρες
σκέψασθε δὴ καὶ τοῦ πατρὸς τὴν ἐπιστολήν, ἣν ἔδωκεν ἀποδοῦναι ἐμοί, πότερα τῷ ὑμετέρῳ πλήθει ἀγαθὰ ἐνῆν ἢ οὔ.
证人们还请考虑我父亲交给我转交的那封信,看看其中对你们的民众是否有益。
τά τε γὰρ οἰκεῖα ἐνεγέγραπτο, καὶ ἔτι, ὅτε καλῶς ἔχοι τὰ ἐν Σικελίᾳ, ἥκειν.
因为信中不仅写了我们的家务事,还写道,当西西里的局势好转时,我就应当回来。
καίτοι ταὐτὰ ὑμῖν συνέφερε καὶ τοῖς ἐκεῖ· ὥστʼ εἰ μὴ εὔνους ἦν τῇ πόλει καὶ ὑμῖν, οὐκ ἄν ποτε τοιαῦτα ἐπέστελλεν.
然而,这同样有利于你们和那里的人;因此,如果他对城邦和你们没有好意,他就绝不会送来这样的指示。
§28ἀλλὰ μὴν καὶ τὸν ἀδελφὸν τὸν νεώτατον, οἷος εἰς ὑμᾶς ἐστιν, ἐγὼ ἀποδείξω.
此外,关于我最小的弟弟,他对你们是怎样的人,我也将证明。
καταδρομῆς γὰρ γενομένης τῶν φυγάδων, οἳ οὐ μόνον ἐνθάδε ὅ τι οἷοι τʼ ἦσαν κακὸν εἰργάζοντο, ἀλλὰ καὶ ἀπὸ τοῦ τείχους ἔφερον καὶ ἦγον ὑμᾶς, ἐξελάσας ἐκ τῶν ἄλλων ἱππέων ἕνα ἀπέκτεινεν.
因为当那些流亡者发起袭击时,他们不仅在这里竭尽所能地作恶,还从堡垒中肆意掠夺并拉走你们,而他从其他骑兵中跃马而出,击杀了其中一人。
ὧν ὑμῖν αὐτοὺς μάρτυρας τοὺς παραγενομένους παρέξομαι.
对于这些事,我将向你们提供当时在场的证人。