Humanitext Reader

吕西亚斯 · 为波利斯特拉托斯辩护 §29-36

兄弟们的军功与为父求情的恳愿

第 4 段,共 4 段 · 希腊语

内容简介

说话者强调了包括长兄在内的所有兄弟对城邦的爱国贡献,敦促陪审员不要以怨报德,并请求宽恕以确保父亲被判无罪。

§29Μάρτυρες τὸν δὲ πρεσβύτατον ἀδελφὸν αὐτοὶ οἱ συστρατευόμενοι ἴσασιν, οἵτινες μετὰ Λέοντος ἦτε ἐν Ἑλλησπόντῳ, ὥστε νομίζειν μηδενὸς ἥττονʼ εἶναι ἀνθρώπων τὴν ψυχήν.
证人们关于我的长兄,在赫勒斯滂与莱翁一同服役的、就在你们之中的人是知晓的,以至于你们可以认为他的气概不亚于任何人。
καὶ μοι ἀνάβητε δεῦρο.
请为我走到这里来。
§30Μάρτυρες πῶς οὖν οὐ χρὴ χάριν παρʼ ὑμῶν ἀπολαμβάνειν, εἰ τοιοῦτοί ἐσμεν;
证人们那么,如果我们是这样的人,为什么不应当从你们那里获得回报呢?
ἀλλʼ ὧν μὲν ὁ πατὴρ διαβέβληται εἰς ὑμᾶς, δικαίως τούτων δεῖ ἡμᾶς ἕνεκα ἀπολέσθαι, ὧν δὲ πρόθυμοι εἰς τὴν πόλιν γεγενήμεθα, μηδεμίαν ὠφέλειαν γενέσθαι;
难道因为父亲对你们受到中伤,我们被毁灭就是正当的,而我们对城邦的满腔热忱,却不能带给我们任何益处吗?
ἀλλʼ οὐ δίκαιον.
这绝非正义。
ἀλλʼ εἰ διὰ τὴν τούτου διαβολὴν δεῖ ἡμᾶς τι πάσχειν, δίκαιοί ἐσμεν διὰ τὴν ἡμετέραν προθυμίαν τοῦτόν τε σῶσαι καὶ ἡμᾶς.
但是,如果因为对他的中伤我们必须遭受痛苦,那么因着我们的热忱,我们完全有理由拯救他,也拯救我们自己。
§31οὐ γὰρ δὴ ἡμεῖς χρημάτων γε ἕνεκα, ἵνα λάβοιμεν, εὖ ὑμᾶς ἐποιοῦμεν, ἀλλʼ ἵνα, εἴ ποτε κίνδυνος εἴη ἡμῖν, ἐξαιτούμενοι παρʼ ὑμῶν τὴν ἀξίαν χάριν ἀπολάβοιμεν.
因为我们确实不是为了金钱、为了获取利益而对你们行善,而是为了在万一我们遭遇危险时,能够通过向你们恳求而获得应得的报答。
χρὴ δὲ ὑμᾶς καὶ τῶν ἄλλων ἕνεκα τοιούτους εἶναι, γιγνώσκοντας ὅτι, ἐάν τις πρόθυμος εἰς ὑμᾶς ᾖ, οὐ μόνον ἡμᾶς ὠφελήσετε· ἡμῶν μὲν γὰρ καὶ πρὶν δεηθῆναι πεπείρασθε, οἷοί ἐσμεν εἰς ὑμᾶς· τοὺς δὲ ἄλλους προθυμοτέρους ποιήσετε, κατʼ ἀξίαν χαριζόμενοι, ὅσʼ ἄν τις ὑμᾶς εὖ ποιῇ.
你们为了其他人也应当采取这种态度,因为你们知道,如果有人对你们热心,你们不仅会使我们受益——因为在我们提出请求之前,你们就已经体验过我们对你们是怎样的人了——而且通过按功劳赐予恩惠,你们还会使其他人对你们更加热心,无论谁对你们行了善。
§32καὶ μηδαμῶς τοῖς λέγουσι βεβαιώσητε λόγον τὸν πάντων πονηρότατον· λέγεται γὰρ τοὺς κακῶς πεπονθότας μεμνῆσθαι μᾶλλον ἢ τοὺς εὖ.
你们绝不要让那些传播最恶劣言论的人的话得到证实:因为据说,遭受恶行的人比接受善行的人记得更牢。
τίς γὰρ ἔτι ἐθελήσει χρηστὸς εἶναι, εἰ ἡττηθήσονται τῶν κακῶς ὑμᾶς ποιούντων οἱ εὖ ποιοῦντες;
因为如果对你们行善的人输给了对你们作恶的人,谁还会愿意继续做一个好人呢?
ἔχει δʼ ὑμῖν, §33ὦ ἄνδρες δικασταί, οὕτως. περὶ ἡμῶν γάρ ἐστι ψῆφος ὑμῖν, καὶ οὐ περὶ χρημάτων.
陪审员们,我们的情况是这样的:你们的投票关乎我们的命运,而非关乎财产。
ἕως μὲν γὰρ εἰρήνη, ἦν ἡμῖν φανερὰ οὐσία, καὶ ἦν ὁ πατὴρ ἀγαθὸς γεωργός· ἐπειδὴ δὲ εἰσέβαλον οἱ πολέμιοι, πάντων τούτων ἐστερήθημεν.
因为只要和平持续,我们就有看得见的财产,父亲也是个优秀的农民;但当敌人入侵时,我们被剥夺了这一切。
ὥστε αὐτῶν τούτων ἕνεκα πρόθυμοι ἦμεν εἰς ὑμᾶς, εἰδότες ὅτι χρήματα μὲν ἡμῖν οὐκ εἴη ὁπόθεν ἐκτίσομεν, αὐτοὶ δὲ πρόθυμοι ὄντες εἰς ὑμᾶς ἀξιοῦμεν εὑρίσκεσθαι χάριν.
因此,正是由于这些原因,我们对你们心怀热忱,因为我们知道自己没有钱财用以偿付,而我们自己对你们热心,因此要求获得恩惠。
§34καίτοι ὁρῶμέν γʼ ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἐάν τις παῖδας αὑτοῦ ἀναβιβασάμενος κλαίῃ καὶ ὀλοφύρηται, τούς τε παῖδας διʼ αὐτὸν εἰ ἀτιμωθήσονται ἐλεοῦντας, καὶ ἀφιέντας τὰς τῶν πατέρων ἁμαρτίας διὰ τοὺς παῖδας, οὓς οὔπω ἴστε εἴτε ἀγαθοὶ εἴτε κακοὶ ἡβήσαντες γενήσονται·
然而,陪审员们,我们看到,如果有人把自己的孩子带上台来哭泣哀号,你们就会因为他而怜悯这些可能会失去公民权的孩子,并为了孩子而宽恕父亲的过错,尽管你们还不知道这些孩子长大后会变好还是变坏。
ἡμᾶς δʼ ἴστε ὅτι πρόθυμοι γεγενήμεθα εἰς ὑμᾶς, καὶ τὸν πατέρα οὐδὲν ἡμαρτηκότα.
但对于我们,你们知道我们一直对你们热心,且父亲未犯过错。
ὥστε πολλῷ δικαιότεροί ἐστε, ὧν πεπείρασθε, τούτοις χαρίσασθαι, ἢ οὓς οὐκ ἴστε ὁποῖοί τινες ἔσονται.
因此,对于你们已经考验过的人展示好意,要比对那些你们还不知道会成为怎样的人展示好意合理得多。
§35πεπόνθαμεν δὲ τοὐναντίον τοῖς ἄλλοις ἀνθρώποις.
但我们的遭遇却与其他所有人相反。
οἱ μὲν γὰρ ἄλλοι τοὺς παῖδας παραστησάμενοι ἐξαιτοῦνται ὑμᾶς, ἡμεῖς δὲ τὸν πατέρα τουτονὶ καὶ ἡμᾶς ἐξαιτούμεθα, μὴ ἡμᾶς ἀντὶ μὲν ἐπιτίμων ἀτίμους ποιήσητε, ἀντὶ δὲ πολιτῶν ἀπόλιδας· ἀλλὰ ἐλεήσατε καὶ τὸν πατέρα γέροντα ὄντα καὶ ἡμᾶς.
因为其他人会把孩子带到身边向你们恳求,而我们则在为这位父亲和我们自己恳求,求你们不要让我们从拥有名誉的人变成丧失名誉的人,从公民变成失去城邦的人;而是求你们怜悯我们这位年迈的父亲,也怜悯我们。
εἰ δὲ ἡμᾶς ἀδίκως ἀπολεῖτε, πῶς ἢ οὗτος ἡμῖν ἡδέως συνέσται ἢ ἡμεῖς ἀλλήλοις ἐν τῷ αὐτῷ, ὄντες ὑμῶν τε ἀνάξιοι καὶ τῆς πόλεως;
如果你们不公正地毁灭我们,那么我们这些既配不上你们也配不上城邦的人,他又怎能高兴地与我们相处,或者我们又怎能和彼此在同一个地方共处呢?
ἀλλʼ ὑμῶν δεόμεθα τρεῖς ὄντες ἐᾶσαι ἡμᾶς ἔτι προθυμοτέρους γενέσθαι.
我们兄弟三人请求你们,让我们能对你们更加热心。
§36δεόμεθα οὖν ὑμῶν πρὸς τῶν ὑπαρχόντων ἀγαθῶν ἑκάστῳ, ὅτῳ μὲν εἰσὶν ὑεῖς, τούτων ἕνεκα ἐλεῆσαι, ὅστις δʼ ἡμῖν ἡλικιώτης τυγχάνει ἢ τῷ πατρί, ἐλεήσαντας ἀποψηφίσασθαι· καὶ μὴ ἡμᾶς βουλομένους εὖ ποιεῖν τὴν πόλιν ὑμεῖς κωλύσητε.
因此,我们凭着你们每人所拥有的幸福向你们请求,有儿子的人请为了儿子而怜悯我们,与我们或父亲同龄的人请因怜悯而投票支持无罪;不要阻止我们这想要为城邦行善的人。
δεινὰ δʼ ἂν πάθοιμεν, εἰ ὑπὸ τῶν πολεμίων μὲν ἐσώθημεν, οὓς εἰκὸς ἦν διακωλύειν μὴ σῴζεσθαι, παρʼ ὑμῶν δὲ μηδὲ εὑρησόμεθα τὸ σωθῆναι.
如果我们被本应阻挠我们获救的敌人所救,却甚至无法在你们这里获得拯救,那我们将遭受何等悲惨的命运。

词汇与语法注释

  1. §30δίκαιοί ἐσμεν — 人称句式,意为“我们有权……”或“我们理应……”。相当于非人称句式 δίκαιόν ἐστιν ἡμᾶς。
  2. §33ὁπόθεν ἐκτίσομεν — 由关系副词 ὁπόθεν 引导的从句,使用将来直陈发 ἐκτίσομεν,表示目的或手段(“用以偿付的……”)。
  3. §34ἐάν τις παῖδας αὑτοῦ ἀναβιβασάμενος κλαίῃ — 分词 ἀναβιβασάμενος 限定了依赖于 ὁρῶμεν 的更大结构中的条件动作,指当时雅典法庭上被告带孩子上台以博取同情的常见惯例。

引用这一段

吕西亚斯, 为波利斯特拉托斯辩护 §29-36. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg020.humanitext-grc2:29-36

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。