§11>καίτοι ἔν γε ταῖς πρότερον κατηγορίαις τά τε ἄλλα κατηγόρησαν ψευδῆ τοῦ πατρός, καὶ συγγενῆ Φρύνιχον αὐτοῦ εἶναι ἔφησαν.
然而,在他们先前的控告中,他们不仅对我的父亲进行了其他虚假的指控,还声称弗里尼科斯是他的亲戚。
καίτοι εἴ τις βούλεται, ἐν τῷ λόγῳ τῷ ἐμῷ μαρτυρησάτω ὡς ἀναγκαῖον ὄντα Φρυνίχῳ.
然而,如果有人愿意,就在我的辩护词中证实他确实是弗里尼科斯的亲属吧。
ἀλλὰ γὰρ ψευδῆ κατηγόρουν.
但实际上,他们是在作虚假的控告。
ἀλλὰ μὴν οὐδʼ ἐκ παιδείας φίλος ἦν αὐτῷ· ὁ μὲν γὰρ ἐν ἀγρῷ πένης ὢν ἐποίμαινεν, ὁ δὲ πατὴρ ἐν τῷ ἄστει ἐπαιδεύετο.
此外,他甚至连童年时代都不是他的朋友;因为弗里尼科斯在乡下贫困地放羊,而我的父亲则在城里接受教育。
§12καὶ ἐπειδὴ ἀνὴρ ἐγένετο, ὁ μὲν ἐγεώργει, ὁ δʼ ἐλθὼν εἰς τὸ ἄστυ ἐσυκοφάντει, ὥστε μηδὲν ὁμολογεῖν τῷ τρόπῳ ἀλλήλων.
当他们长大成人后,一个从事务农,另一个则进城当了告密者,以至于他们的性格彼此毫无共同之处。
καὶ ὅτʼ ἐξέτινε τῷ δημοσίῳ, οὐκ εἰσήνεγκεν αὐτῷ τὸ ἀργύριον· καίτοι ἐν τοῖς τοιούτοις μάλιστα δηλοῦσιν οἳ ἂν φίλοι ὦσιν.
当他向国库缴纳罚金时,我父亲并没有为他出钱;然而正是在这种情况下,谁是真正的朋友才会表现得最清楚。
εἰ δʼ ἦν δημότης, οὐ δίκαιος διὰ τοῦτο βλάπτεσθαί ἐστιν ὁ πατήρ, §13εἰ μὴ καὶ ὑμεῖς ἀδικεῖτε, ὅτι ὑμῶν ἐστι πολίτης.
但即使他是同区人,我的父亲也不应当因此受到伤害,除非你们自己也犯了错,仅仅因为他是你们的公民。
πῶς δʼ ἂν γένοιτο δημοτικώτερος, ἢ ὅστις ὑμῶν ψηφισαμένων πεντακισχιλίοις παραδοῦναι τὰ πράγματα καταλογεὺς ὢν ἐνακισχιλίους κατέλεξεν, ἵνα μηδεὶς αὐτῷ διάφορος εἴη τῶν δημοτῶν, ἀλλʼ ἵνα τὸν μὲν βουλόμενον ἐγγράφοι, εἰ δέ τῳ μὴ οἷόν τʼ εἴη, χαρίζοιτο.
又怎能有比他更倾向于民主的人呢? 当你们表决将政权交给五千人时,他作为名册登记官,登记了九千人,目的是为了不让任何一个同区人与他产生嫌隙,而是为了让任何有意愿的人都能被登记进去,即使有人无法被登记,他也给予通融。
καίτοι οὐχ οἳ ἂν πλείους τοὺς πολίτας ποιῶσιν, οὗτοι καταλύουσι τὸν δῆμον, ἀλλʼ οἳ ἂν ἐκ πλειόνων ἐλάττους.
然而,并不是那些增加公民数量的人在推翻民主制,而是那些从多数中减少公民数量的人。
οὗτος δὲ οὔτε ὀμόσαι ἤθελεν οὔτε καταλέγειν, §14ἀλλʼ αὐτὸν ἠνάγκαζον, ἐπιβολὰς ἐπιβάλλοντες καὶ ζημιοῦντες·
但是这个人既不想宣誓,也不想进行登记,而是他们通过课以罚款和施加惩罚来强迫他。
ἐπεὶ δὲ ἠναγκάσθη καὶ ὤμοσε τὸν ὅρκον, ὀκτὼ ἡμέρας εἰσελθὼν εἰς τὸ βουλευτήριον ἐξέπλει εἰς Ἐρέτριαν, καὶ ἐδόκει ἐκεῖ τὴν ψυχὴν οὐ πονηρὸς εἶναι ἐν ταῖς ναυμαχίαις, καὶ τετρωμένος δεῦρʼ ἦλθε, καὶ ἤδη μετεπεπτώκει τὰ πράγματα.
而当他被迫并宣誓后,他在进入议事厅八天后就起航前往埃雷特里亚,并在那里的海战中表现出并非怯懦的灵魂,他带着伤回到这里时,政局已经发生了变化。
καὶ οὗτος μὲν οὔτʼ εἰπὼν γνώμην οὐδεμίαν, οὔτε πλέον ὀκτὼ ἡμερῶν ἐλθὼν εἰς τὸ βουλευτήριον ὦφλε χρήματα τοσαῦτα· τῶν δʼ εἰπόντων ὑμῖν τἀναντία καὶ διὰ τέλους ἐν τῷ βουλευτηρίῳ ὄντων πολλοὶ ἀποπεφεύγασι.
而这个人,既没有提出过任何建议,也没有在议事厅里待过超过八天,却被课以如此巨额的罚金;相反,许多对你们说相反之话并始终留在议事厅里的人,却大都已被宣告无罪。
§15καὶ οὐ φθονῶν τούτοις λέγω, ἀλλʼ ἡμᾶς ἐλεῶν· οἱ μὲν γὰρ δοκοῦντες ἀδικεῖν ἐξῃτημένοι εἰσὶν ὑπὸ τῶν ὑμῖν προθύμων ἐν τοῖς πράγμασι γενομένων, οἱ δʼ ἠδικηκότες ἐκπριάμενοι τοὺς κατηγόρους οὐδʼ ἔδοξαν ἀδικεῖν.
我这样说并不是因为嫉妒他们,而是因为可怜我们自己;因为那些被认为作恶的人,已经得到了在公共事务中对你们热心的人的恳求而免受惩罚,而那些实际上作了恶的人,通过收买控告者,甚至不被认为作了恶。
πῶς οὖν οὐκ ἂν δεινὰ πάσχοιμεν;
既然如此,我们怎能不遭受悲惨的命运呢?
§16καὶ κατηγοροῦσι μὲν τῶν τετρακοσίων, ὅτι ἦσαν κακοί·
他们还指责四百人是邪恶的;然而你们自己也是在受到他们的说服后,才把政权交给了五千人。
καίτοι ὑμεῖς αὐτοὶ πεισθέντες ὑπὸ τούτων παρέδοτε τοῖς πεντακισχιλίοις, καὶ εἰ αὐτοὶ τοσοῦτοι ὄντες ἐπείσθητε, ἕνα ἕκαστον τῶν τετρακοσίων οὐ χρῆν πεισθῆναι;
如果你们自己人数如此之多都被说服了,那么四百人中的每一个人被说服不也是理所当然的吗?
ἀλλʼ οὐχ οὗτοι ἀδικοῦσιν, ἀλλʼ οἳ ὑμᾶς ἐξηπάτων καὶ κακῶς ἐποίουν.
然而,作恶的并不是这些人,而是那些欺骗你们并伤害你们的人。
οὗτος δʼ ἐν πολλοῖς δηλοῖ ὑμῖν εὐνοῶν καὶ ὅτι, εἴ πέρ τι νεωτερίζειν ἐβούλετο εἰς τὸ ὑμέτερον πλῆθος, οὐκ ἄν ποτʼ ἐν ὀκτὼ ἡμέραις, εἰσελθὼν εἰς τὸ βουλευτήριον, §17ᾤχετο ἐκπλέων.
而这个人通过许多事情表明他对你们怀有善意,并且,如果他真的想针对你们的民众发起任何变革,他绝不会在进入议事厅八天之后,便起航离去。
ἀλλʼ εἴποι ἄν τις κερδαίνειν ἐπιθυμῶν ἐξέπλευσεν, ὥσπερ ἔνιοι ἥρπαζον καὶ ἔφερον.
但有人可能会说,他起航是为了谋取私利,就像某些人肆意劫掠、中饱私囊那样。
οὐδεὶς τοίνυν ἂν εἴποι τι ὅπως τῶν ὑμετέρων ἔχει, ἀλλὰ πάντα μᾶλλον κατηγοροῦσιν ἢ εἰς τὴν ἀρχήν.
然而,没有人能指出他占有了你们的任何财产,相反,他们对他的指控无所不包,唯独没有涉及他职守的事。
καὶ οἱ κατήγοροι τότε μὲν οὐδαμῇ εὖνοι ὄντες ἐφαίνοντο τῷ δήμῳ οὐδὲ ἐβοήθουν· νῦν δὲ ἡνίκα αὐτὸς ἑαυτῷ εὐνούστατός ἐστιν ὁ δῆμος, βοηθοῦσι τῷ μὲν ὀνόματι ὑμῖν, §18τῷ δὲ ἔργω σφίσιν αὐτοῖς.
而那些控告者在当时根本没有表现出对民主制的任何好意,也没有给予任何帮助;而现在,当民主制对自身最为有利的时候,他们确实在名义上帮助你们,但实际上是在帮助他们自己。
καὶ μὴ θαυμάζετε, ὦ ἄνδρες δικασταί, ὅτι τοσαῦτα ὦφλε χρήματα.
陪审员们,不要感到奇怪,为什么他会被科以如此巨额的罚金。
ἔρημον γὰρ αὐτὸν λαβόντες αὐτοῦ τε καὶ ἡμῶν κατηγοροῦντες εἷλον.
因为他们是在他孤立无援的时候,通过指控他以及我们而赢得了官司。
τῷ μὲν γὰρ οὐδʼ εἴ τις εἶχε μαρτυρίαν, εἶχε μαρτυρεῖν διὰ τὸ δέος τὸ τῶν κατηγόρων, τοῖς δὲ καὶ τὰ ψευδῆ δεδοικότες ἐμαρτύρουν.
因为对于他这一方,即使有人掌握了证据,由于对控告者的恐惧也不敢作证;而对于控告者那一方,人们甚至因为害怕而作了伪证。
ἦ δεινά γʼ ἂν πάθοιμεν, ὦ ἄνδρες δικασταί,
陪审员们,如果我们真的要遭受如此境遇,那确实太可怕了。