Humanitext Reader

吕西亚斯 · 为波利斯特拉托斯辩护 §1-10

波利斯特拉托斯的无辜与四百人统治下的公职

第 1 段,共 4 段 · 希腊语

内容简介

辩护人针对波利斯特拉托斯面临的控告,主张他的无辜以及对民主政体的贡献,并强调他在“四百人”寡头统治期间并未作恶,且尽职责地履行了公职。

§1οὔ μοι δοκεῖ χρῆναι ὀργίζεσθαι ὑμᾶς τῷ ὀνόματι τῷ τῶν τετρακοσίων, ἀλλὰ τοῖς ἔργοις ἐνίων.
我认为,你们不应当对“四百人”这个名称感到愤怒,而应当对其中某些人的行为感到愤怒。
οἱ μὲν γὰρ ἐπιβουλεύσαντες ἦσαν αὐτῶν, οἱ δʼ ἵνα μήτε τὴν πόλιν μηδὲν κακὸν ἐργάσαιντο μήθʼ ὑμῶν μηδένα, ἀλλʼ εὖνοι ὄντες εἰσῆλθον εἰς τὸ βουλευτήριον, ὧν εἷς ὢν οὑτοσὶ τυγχάνει Πολύστρατος.
因为在他们之中,一些人曾图谋不轨,而另一些人则是为了不让城邦受到任何危害,也不让你们中的任何人受到伤害,而是怀着好意进入议事厅的,这其中的一员便恰恰是这里的波利斯特拉托斯。
§2οὗτος γὰρ ᾑρέθη μὲν ὑπὸ τῶν φυλετῶν ὡς χρηστὸς ὢν ἀνὴρ καὶ περὶ τοὺς δημότας καὶ περὶ τὸ πλῆθος τὸ ὑμέτερον· κατηγοροῦσι δὲ αὐτοῦ ὡς οὐκ εὔνους ἦν τῷ πλήθει τῷ ὑμετέρῳ, αἱρεθεὶς ὑπὸ τῶν φυλετῶν, οἳ ἄριστʼ ἂν διαγνοῖεν περὶ σφῶν αὐτῶν ὁποῖοί τινές εἰσιν.
因为他被同部落的人选出,正是因为他被视为一个对同区人以及对你们民众都有益的优秀之人;然而,他们却指控他对你们的民众不怀好意,尽管他是被同部落的人选出来的,而这些同部落的人本能对他们自己之中的成员是怎样的人做出最好的判断。
§3οὗτος δὲ τίνος ἂν ἕνεκα ὀλιγαρχίας ἐπεθύμησε;
况且,他是为了什么目的而想要寡头政治呢?
πότερον ὡς ἡλικίαν εἶχε λέγων τι διαπράττεσθαι παρʼ ὑμῖν, ἢ τῷ σώματι πιστεύων, ἵνα ὑβρίζοι εἰς τῶν ὑμετέρων τινά;
是因为他正处于可以通过演说在你们之中有所作为的年龄,还是因为凭仗着体力,为了能对你们中的某人行凶作恶?
ἀλλʼ ὁρᾶτε αὐτοῦ τὴν ἡλικίαν, ᾗ καὶ τοὺς ἄλλους ἱκανός ἐστιν ἀποτρέπειν τούτων.
但请看他的年纪,这样的年纪足以劝阻其他人不要做出这类事情。
§4ὅστις μὲν οὖν ἄτιμος ὤν, κακόν τι ἐργασάμενος ἐν τῷ πρόσθεν χρόνῳ, ἑτέρας πολιτείας ἐπεθύμησε, διὰ τὰ πρόσθεν ἁμαρτήματα αὑτοῦ ἕνεκʼ ἂν ἔπραττε· τούτῳ δὲ τοιοῦτον οὐδὲν ἡμάρτητο, ὥστε αὑτοῦ ἕνεκα μισεῖν τὸ πλῆθος τὸ ὑμέτερον, ἢ τῶν παίδων.
凡是那些曾因作恶而被剥夺公民权的人,由于过去的过错,才会为了自己而企图谋求另一种政体;但他并没有犯过任何此类过错,以至于要为了自己而憎恨你们的民众,他也无需为了他的孩子们而这样做。
ὁ μὲν γὰρ ἐν Σικελίᾳ ἦν, οἱ δʼ ἐν Βοιωτοῖς· ὥστε μηδὲ τούτων ἕνεκα ἑτέρας πολιτείας ἐπιθυμῆσαι.
因为他的一个儿子在西西里,其余的则在波奥蒂亚;因此,他也绝不至于为了他们的缘故而渴望另一种政体。
§5καὶ κατηγοροῦσι μὲν αὐτοῦ ὡς πολλὰς ἀρχὰς ἦρξεν, ἀποδεῖξαι δὲ οὐδεὶς οἷός τέ ἐστιν ὡς οὐ καλῶς ἦρξεν.
他们还指控他担任过许多官职,却没有人能够证明他没有尽职尽责地履行职责。
ἐγὼ δʼ ἡγοῦμαι οὐ τούτους ἀδικεῖν ἐν τοῖς πράγμασιν ἐκείνοις, ἀλλʼ εἴ τις ὀλίγας ἄρξας ἀρχὰς μὴ τὰ ἄριστα ἦρξε τῇ πόλει.
但我认为,在当时的政局中,作恶的并不是这些人,而是那些即使只担任了少数官职、却没有为城邦做出最善治理的人。
οὐ γὰρ οἱ καλῶς ἄρχοντες προὐδίδοσαν τὴν πόλιν, §6ἀλλʼ οἱ μὴ δικαίως.
因为那些尽职治理的人并没有背叛城邦,而是那些没有公正治理的人。
οὗτος δὲ πρῶτον μὲν ἄρξας ἐν Ὠρωπῷ οὔτε προέδωκε οὔθʼ ἑτέραν πολιτείαν κατέστησε, τῶν ἄλλων ἁπάντων ὅσοι ἦρχον καταπροδόντων τὰ πράγματα.
而这个人,首先是在奥罗波斯任职时,在所有其他担任官职的人都彻底背叛职守的情况下,他既没有背叛,也没有建立另一种政体。
οἱ δʼ οὐχ ὑπέμειναν, καταγνόντες σφῶν αὐτῶν ἀδικεῖν· ὁ δὲ ἡγούμενος μηδὲν ἠδικηκέναι δίκην δίδωσι.
其他那些人由于自知有罪,不敢留下来接受审判;而这位自认为没有做过任何不义之事的人,如今却在接受审判。
§7καὶ τοὺς μὲν ἀδικοῦντας οἱ κατήγοροι ἐκκλέπτουσιν, ἀργύριον λαμβάνοντες· παρʼ ὧν δʼ ἂν μὴ κερδαίνωσιν, ἀδικοῦντας ἀποφαίνουσι.
此外,控告者们收取贿赂,从而包庇那些真正作恶的人;而对于无法从中获利的人,他们便指控其作恶。
καὶ ὁμοίας τὰς κατηγορίας ποιοῦνται τῶν τε εἰπόντων γνώμην τινὰ ἐν τῇ βουλῇ καὶ τῶν μή.
对于那些在议事会中提出过某种建议的人和那些没有提出过的人,他们都提出同样的指控。
οὗτος δὲ οὐδὲ γνώμην οὐδεμίαν εἶπε περὶ τοῦ ὑμετέρου πλήθους.
然而,这个人根本没有就你们的民主政体提出过任何建议。
§8ἐγὼ δʼ ἡγοῦμαι ἀξίους εἶναι τούτους μηδὲν πάσχειν ὑφʼ ὑμῶν κακόν, εἰ ὑμῖν μὲν εὖνοι ἦσαν, ἐκείνοις δὲ οὐκ ἀπηχθάνοντο.
但我认为,这样的人不配受到你们的任何伤害,即便他们虽然对你们怀有好意,却没有遭到那些统治者的憎恨。
τῶν γὰρ λεγόντων ἐναντία ἐκείνοις οἱ μὲν ἔφευγον οἱ δὲ ἀπέθνῃσκον, ὥστʼ εἴ τις καὶ ἐβούλετο ἐναντιοῦσθαι ὑπὲρ ὑμῶν, τὸ δέος καὶ ὁ φόνος τῶν πεπονθότων ἀπέτρεπε πάντας.
因为在那些反对他们的人当中,一些人流亡,另一些人被杀,因此即使有人想为了你们而反对他们,恐惧以及被杀者的惨剧也阻碍了所有人。
§9ὥστε οἱ πολλοὶ πάντα ἀπεγίγνωσκον αὐτῶν· τοὺς μὲν γὰρ ἐξήλαυνον αὐτῶν, τοὺς δὲ ἀπεκτίνυσαν.
因此,大多数人对他们(四百人)彻底绝望;因为他们把其中一些人驱逐出去,把另一些人杀害。
οἳ δὲ ἐκείνων ἔμελλον ἀκροᾶσθαι καὶ μηδὲν ἐπιβουλεύειν μηδὲ ἐξαγγέλλειν, τούτους ἂν καθίσταντο.
而他们会安插那些听从他们、既不阴谋反抗也不通风报信的人。
ὥστε οὐκ ἂν ῥᾳδίως μετέστη ἂν ὑμῖν ἡ πολιτεία.
因此,你们的政体本不容易改变。
οὔκουν δίκαιοί εἰσιν, ὧν ὑμῖν εὖνοι ἦσαν, §10τούτων δίκην διδόναι.
所以,他们本不应当因为对你们怀有善意,而因此遭受惩罚。
δεινὸν δέ μοι δοκεῖ εἶναι, εἰ τοῖς εἰποῦσι περὶ τὸ πλῆθος τὸ ὑμέτερον μὴ τὰ ἄριστα ὁ μηδὲν εἰπὼν ταὐτὰ πείσεται, καὶ ἐν μὲν ἑβδομήκοντα ἔτεσιν οὐδὲν ἐξήμαρτεν εἰς ὑμᾶς, ἐν ὀκτὼ δʼ ἡμέραις· καὶ οἱ μὲν τὸν βίον ἅπαντα πονηροὶ ὄντες χρηστοὶ ἐν τῷ λογιστηρίῳ γεγένηται, πείσαντες τοὺς κατηγόρους, οἳ δʼ ἀεὶ ὑμῖν χρηστοὶ ἦσαν, οὗτοι πονηροί.
在我看来,令人震惊的是,如果一个什么都没说的人,却要与那些对你们民众说了不妥之言的人遭受同样的命运;并且,如果在七十年里未对你们犯过任何过错的人,却要在短短八天里被定罪;而且,如果那些终生邪恶的人在审计中通过说服控告者而变成了好人,而那些始终对你们有益的人却被宣布为恶人。

词汇与语法注释

  1. §1χρῆναι — 作为无人称动词 δοκεῖ 的主语的不定式。它进一步由补足性不定式 ὀργίζεσθαι 修饰,而后者又以宾格 ὑμᾶς 作为其逻辑主语,整体构成一个嵌套结构:“我认为你们不必感到愤怒”。
  2. §4τῶν παίδων — 省略了前置词 ἕνεκα 的属格短语,与前文的 αὑτοῦ ἕνεκα(为了他自己)相对应,意为“为了他的孩子们”。
  3. §9δίκαιοί εἰσιν — δίκαιός εἰμι 搭配不定式(此处为 δίκην διδόναι)的亲身结构(personal construction)。这里没有使用无人称的“他们遭受惩罚是理所当然的”的形式,而是采用主格补语形式,意为“他们理应遭受惩罚”。
  4. §10εἰ — 引导名词性从句的连词,置于表示情感或震惊的表达(δεινὸν ... ἐστι)之后,引入一个假设性或既成事实的从句(意为“……这件事”)。

引用这一段

吕西亚斯, 为波利斯特拉托斯辩护 §1-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg020.humanitext-grc2:1-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。