Humanitext Reader

吕西亚斯 · 关于阿里斯托芬的财产 §23-33

阿里斯托芬的财产耗尽与否认隐匿

第 3 段,共 6 段 · 希腊语

内容简介

说话人论证了阿里斯托芬为何将其全部财产用于公共奉献,说明了被没收家具数量较少的原因,并声明自己的家族并未隐匿阿里斯托芬的任何财富。

§23τίνα γὰρ οἴεσθε, ὦ ἄνδρες δικασταί, φιλότιμον μὲν ὄντα, ἐπιστολῶν δʼ αὐτῷ ἡκουσῶν παρὰ τοῦ πατρὸς μηδενὸς ἀπορήσειν ἐν Κύπρῳ, ᾑρημένον δὲ πρεσβευτὴν καὶ μέλλοντα πλεῖν ὡς Εὐαγόραν, ὑπολιπέσθαι ἄν τι τῶν ὄντων, ἀλλʼ οὐχ ἃ ἦν δυνατὸς πάντα παρασχόντα χαρίσασθαι ἐκείνῳ τε καὶ κομίσασθαι μὴ ἐλάττω;
诸位陪审员,对于一个追求名誉、且收到父亲来信称其在塞浦路斯绝不致匮乏、又被选为使者并即将启航前往埃瓦戈拉斯那里的人,你们认为他会留下自己的任何财产,而不是尽其所能提供一切以讨好对方并获得不亚于此的回报吗?
ὡς τοίνυν ταῦτʼ ἐστὶν ἀληθῆ, κάλει μοι Εὔνομον.
为了证明这些话是真实的,请为我传唤尤诺摩斯。
Μαρτυρία κάλει μοι καὶ τοὺς ἄλλους μάρτυρας.
证言也请为我传唤其他证人。
§24Μάρτυρες τῶν μὲν μαρτύρων ἀκούετε, οὐ μόνον ὅτι ἔχρησαν τὸ ἀργύριον ἐκείνου δεηθέντος, ἀλλὰ καὶ ὅτι ἀπειλήφασιν· ἐκομίσθη γὰρ αὐτοῖς ἐπὶ τῆς τριήρους.
证人你们听到了证人们的证言,不仅证明他们在阿里斯托芬请求时借给了他银钱,而且证明他们已经收回了这笔钱;因为这笔钱是通过三列桨战船运送给他们的。
ῥᾴδιον μὲν οὖν ἐκ τῶν εἰρημένων γνῶναι ὅτι τοιούτων καιρῶν συμπεσόντων οὐδενὸς ἂν ἐφείσατο τῶν ἑαυτοῦ·
因此,从已说的话中很容易看出,在发生此类紧急情况时,他绝不会吝惜自己的任何财产。
§25ὃ δὲ μέγιστον τεκμήριον·
而这是最大的证据。
δῆμος γὰρ ὁ Πυριλάμπους, τριηραρχῶν εἰς Κύπρον, ἐδεήθη μου προσελθεῖν αὐτῷ, λέγων ὅτι ἔλαβε μὲν σύμβολον παρὰ βασιλέως τοῦ μεγάλου φιάλην χρυσῆν, δώσει δʼ Ἀριστοφάνει, λαβὼν ἑκκαίδεκα μνᾶς ἐπʼ αὐτῇ, ἵνʼ ἔχοι ἀναλίσκειν εἰς τὴν τριηραρχίαν· ἐπειδὴ δὲ εἰς Κύπρον ἀφίκοιτο, λύσεσθαι ἀποδοὺς εἴκοσι μνᾶς· πολλῶν γὰρ ἀγαθῶν καὶ ἄλλων χρημάτων εὐπορήσειν διὰ τὸ σύμβολον ἐν πάσῃ τῇ ἠπείρῳ.
因为皮里兰佩斯之子德莫斯,在担任去往塞浦路斯的三列桨战船船长时,曾请求我去找阿里斯托芬,说他从大王那里得到了一只金杯作为凭证,他想把这只金杯给阿里斯托芬,并以此为抵押借取十六米纳,以便有钱用于支付船长职务的开支;而一旦他到达塞浦路斯,他将归还二十米纳来赎回金杯;因为他说,凭借这个凭证,他在整个大陆上都能轻松获得丰富的物资和其他资金。
§26Ἀριστοφάνης τοίνυν ἀκούων μὲν ταῦτα Δήμου, δεομένου δʼ ἐμοῦ, μέλλων δʼ ἄξειν τὸ χρυσίον, τέτταρας δὲ μνᾶς τόκον λήψεσθαι, οὐκ ἔφη εἶναι, ἀλλʼ ὤμνυε καὶ προσδεδανεῖσθαι τοῖς ξένοις ἄλλοθεν, ἐπειδὴ ἥδιστʼ ἂν ἀνθρώπων ἄγειν τε εὐθὺς ἐκεῖνο τὸ σύμβολον καὶ χαρίσασθαι ἡμῖν ἃ ἐδεόμεθα.
阿里斯托芬虽然从德莫斯那里听到了这些,又有我向他恳求,且他本可带走这只金杯并获得四米纳作为利息,他却说自己没有钱,反而立誓说为了款待外宾,他还从别处借了更多的债,因为他本是世上最乐意立刻带走那份凭证并满足我们请求的人。
§27Μάρτυρες ὡς δὲ ταῦτʼ ἐστὶν ἀληθῆ, μάρτυρας ὑμῖν παρέξομαι.
证人为了证明这些是真实的,我将为你们提供证人。
ὅτι μὲν τοίνυν οὐ κατέλιπεν Ἀριστοφάνης ἀργύριον οὐδὲ χρυσίον, ῥᾴδιον γνῶναι ἐκ τῶν εἰρημένων καὶ μεμαρτυρημένων· χαλκώματα δὲ σύμμεικτα οὐ πολλὰ ἐκέκτητο, ἀλλὰ καὶ ὅθʼ εἱστία τοὺς παρʼ Εὐαγόρου πρεσβεύοντας, αἰτησάμενος ἐχρήσατο.
因此,阿里斯托芬既没有留下银子,也没有留下金子,这从已说的话和证言中很容易看出;至于杂多铜器,他拥有得并不多,甚至在款待埃瓦戈拉斯派来的使者时,他也是借来使用的。
ἃ δὲ κατέλιπεν, ἀναγνώσεται ὑμῖν.
他所留下的物品,将为你们宣读。
§28Ἀπογραφὴ Χαλκωμάτων ἴσως ἐνίοις ὑμῶν, ὦ ἄνδρες δικασταί, δοκεῖ ὀλίγα εἶναι· ἀλλʼ ἐκεῖνο ἐνθυμεῖσθε, ὅτι αὐτῷ πρὶν τὴν ναυμαχίαν νικῆσαι Κόνωνα γῆ μὲν οὐκ ἦν ἀλλʼ ἢ χωρίδιον μικρὸν Ῥαμνοῦντι.
铜器清单诸位陪审员,也许在你们中的一些人看来,这些东西很少;但请记住这一点,在科农赢得海战之前,阿里斯托芬除了在拉姆努斯有一小块土地外,没有任何土地。
ἐγένετο δʼ ἡ ναυμαχία ἐπʼ Εὐβουλίδου ἄρχοντος.
而那场海战发生在埃乌布利德斯担任执政官期间。
§29ἐν οὖν τέτταρσιν ἢ πέντε ἔτεσι, πρότερον μὴ ὑπαρχούσης οὐσίας, χαλεπόν, ὦ ἄνδρες δικασταί, τραγῳδοῖς τε δὶς χορηγῆσαι, ὑπὲρ τε καὶ τοῦ πατρός, καὶ τρία ἔτη συνεχῶς τριηραρχῆσαι, εἰσφοράς τε πολλάς εἰσενηνοχέναι, οἰκίαν τε πεντήκοντα μνῶν πρίασθαι, γῆς τε πλέον ἢ τριακόσια πλέθρα κτήσασθαι· ἔτι δὲ πρὸς τούτοις οἴεσθε χρῆναι ἔπιπλα πολλὰ καταλελοιπέναι;
那么,在短短四五年内,在先前并无资产的情况下,诸位陪审员,既为自己又代表父亲两次担任悲剧合唱队的赞助人,连续三年担任三列桨战船船长,缴纳了多次战争税,以五十米纳购买了房屋,并购置了三百多普勒特拉的土地,这已是十分不易;除此之外,你们还认为他必须留下大量家具吗?
§30ἀλλʼ οὐδʼ οἱ πάλαι πλούσιοι δοκοῦντες εἶναι ἄξια λόγου ἔχοιεν ἂν ἐξενεγκεῖν· ἐνίοτε γὰρ οὐκ ἔστιν, οὐδʼ ἐάν τις πάνυ ἐπιθυμῇ, πρίασθαι τοιαῦτα ἃ κτησαμένῳ εἰς τὸν λοιπὸν χρόνον ἡδονὴν ἂν παρέχοι.
况且,即便是那些长期被认为富有的人,也拿不出什么值得一提的器具;因为有时,即使一个人极其渴望,也无法买到那些能在今后的岁月里给拥有者带来愉悦的物品。
§31ἀλλὰ τόδε σκοπεῖτε· τῶν ἄλλων, ὅσων ἐδημεύσατε τὰ χρήματα, οὐχ ὅπως σκεύη ἀπέδοσθε, ἀλλὰ καὶ αἱ θύραι ἀπὸ τῶν οἰκημάτων ἀφηρπάσθησαν· ἡμεῖς δὲ ἤδη δεδημευμένων καὶ ἐξεληλυθυίας τῆς ἐμῆς ἀδελφῆς φύλακα κατεστήσαμεν ἐν τῇ ἐρήμῃ οἰκίᾳ, ἵνα μήτε θυρώματα μήτε ἀγγεῖα μήτε ἄλλο μηδὲν ἀπόλοιτο.
但请考虑这一点:在你们没收其财产的其他人那里,不仅没有家具可供你们出售,甚至连门都从房屋里被拆下抢走了;而我们,在财产已被没收且我的姐姐已经离开之后,在空无一人的房子里安置了看守,以便门扇、器皿和任何其他东西都不会丢失。
ἔπιπλα δὲ ἀπεφαίνετο πλεῖν ἢ χιλίων δραχμῶν, §32ὅσα οὐδενὸς πώποτʼ ἐλάβετε.
申报的家具价值超过了一千德拉克马,这是你们从未从任何人的财产中获得过的数额。
πρὸς δὲ τούτοις καὶ πρότερον πρὸς τοὺς συνδίκους καὶ νῦν ἐθέλομεν πίστιν δοῦναι, ἥτις ἐστὶ μεγίστη τοῖς ἀνθρώποις, μηδὲν ἔχειν τῶν Ἀριστοφάνους χρημάτων, ἐνοφείλεσθαι δὲ τὴν προῖκα τῆς ἀδελφῆς καὶ ἑπτὰ μνᾶς ἃς ᾤχετο λαβὼν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ.
除此之外,无论是以前向共同财产管理人还是现在,我们都愿意立下在人类中最神圣的誓言,证明我们没有占有阿里斯托芬的任何财产,而我姐姐的嫁妆仍然被拖欠,还有他离开时从我父亲那里拿走的七个米纳。
§33πῶς ἂν οὖν εἶεν ἄνθρωποι ἀθλιώτεροι, ἢ εἰ τὰ σφέτερʼ αὐτῶν ἀπολωλεκότες δοκοῖεν τἀκείνων ἔχειν;
那么,如果人们在失去了自己的财产之后,还要被认为占有着他人的财产,还有比这更悲惨的吗?
ὅ δὲ πάντων δεινότατον, τὴν ἀδελφὴν ὑποδέξασθαι παιδία ἔχουσαν πολλά, καὶ ταῦτα τρέφειν, μηδʼ αὐτοὺς ἔχοντας μηδέν, ἐὰν ὑμεῖς τὰ ὄντʼ ἀφέλησθε.
而最可怕的是,我们要接纳并抚养带有很多孩子的姐姐,而如果我们自己的财产也被你们夺走,那我们自己也将一无所有。

词汇与语法注释

  1. §23τίνα γὰρ οἴεσθε ... ὑπολιπέσθαι ἄν τι — 疑问代名词 τίνα 是不定式从句的主语(宾格),在依赖于 οἴεσθε 的“宾格加不定式”结构中起作用。质词 ἄν 修饰不定式 ὑπολιπέσθαι,表示过去的潜在可能性。
  2. §25λύσεσθαι ἀποδοὺς — 未来不定式 λύσεσθαι(赎回)由不定过去时分词 ἀποδοὺς(支付归还)修饰,表示未来的意图(“他将通过归还二十米纳来赎回它”)。
  3. §26ἐπειδὴ ἥδιστʼ ἂν — 连词 ἐπειδή 之后使用质词 ἄν 与最高级副词 ἥδιστα,构成潜在/非真实条件句的结论,暗示“因为(如果可能的话)他会最乐意[这样做]”。
  4. §29πρότερον μὴ ὑπαρχούσης οὐσίας — 这是一个属格独立结构,表示让步意义(“尽管先前并不存在财产”)。使用否定词 μή 是因为它指的是一种通用的或假设性的状况。
  5. §31οὐχ ὅπως ... ἀλλὰ — 意为“不仅没有……甚至连……都”的惯用关联表达,强调了后一个分句的极端情况(“你们不仅没有家具可供出售,甚至连门都从房屋里被拆下抢走了”)。

引用这一段

吕西亚斯, 关于阿里斯托芬的财产 §23-33. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg019.humanitext-grc2:23-33

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。