§12πρῶτον μὲν οὖν, ᾧ τρόπῳ κηδεσταὶ ἡμῖν ἐγένοντο, διδάξω ὑμᾶς.
首先,我将向你们说明,他们是以何种方式成为我们的姻亲的。
στρατηγῶν γὰρ Κόνων περὶ Πελοπόννησον, τριηραρχήσαντι τῷ ἐμῷ πατρὶ πάλαι φίλος γεγενημένος, ἐδεήθη δοῦναι τὴν ἐμὴν ἀδελφὴν αἰτοῦντι τῷ ὑεῖ τῷ Νικοφήμου.
当科农在伯罗奔尼撒一带担任将军时,由于他与曾任三舰长之职的我的父亲素有旧交,便替尼科菲穆斯的儿子求亲,恳求我父亲将我的姐妹嫁给他。
§13ὁ δὲ ὁρῶν αὐτοὺς ὑπʼ ἐκείνου τε πεπιστευμένους γεγονότας τε ἐπιεικεῖς τῇ τε πόλει ἔν γε τῷ τότε χρόνῳ ἀρέσκοντας, ἐπείσθη δοῦναι, οὐκ εἰδὼς τὴν ἐσομένην διαβολήν, ἀλλʼ ὅτε καὶ ὑμῶν ὁστισοῦν ἂν ἐκείνοις ἠξίωσε κηδεστὴς γενέσθαι, ἐπεὶ ὅτι γε οὐ χρημάτων ἕνεκα, ῥᾴδιον γνῶναι ἐκ τοῦ βίου παντὸς καὶ τῶν ἔργων τῶν τοῦ πατρός.
父亲看到他们深受科农的信任,为人端正,且在当时深受城邦的喜爱,便同意了这门亲事。 他当时并不知道未来会产生这样的毁谤,而是在一个你们任何人当时也都会乐意与他们结为姻亲的时刻。 而且,他绝非为了金钱,这从我父亲一生的经历和行事中是很容易看出的。
§14ἐκεῖνος γὰρ ὅτʼ ἦν ἐν τῇ ἡλικίᾳ, παρὸν μετὰ πολλῶν χρημάτων γῆμαι ἄλλην, τὴν ἐμὴν μητέρα ἔλαβεν οὐδὲν ἐπιφερομένην, ὅτι δὲ Ξενοφῶντος ἦν θυγάτηρ τοῦ Εὐριπίδου ὑέος, ὃς οὐ μόνον ἰδίᾳ χρηστὸς ἐδόκει εἶναι, ἀλλὰ καὶ στρατηγεῖν αὐτὸν ἠξιώσατε, ὡς ἐγὼ ἀκούω.
因为在他年轻时,本可以娶一个带有很多嫁妆的其他女子,他却娶了我的母亲,而她没有带来任何嫁妆,只因为她是尤里皮德斯之子色诺芬的女儿。 据我所听闻,色诺芬不仅在私下被公认为贤德之人,而且你们还曾推选他担任将军。
§15τὰς τοίνυν ἐμὰς ἀδελφὰς ἐθελόντων τινῶν λαβεῖν ἀπροίκους πάνυ πλουσίων οὐκ ἔδωκεν, ὅτι ἐδόκουν κάκιον γεγονέναι, ἀλλὰ τὴν μὲν Φιλομήλῳ τῷ Παιανιεῖ, ὃν οἱ πολλοὶ βελτίω ἡγοῦνται εἶναι ἢ πλουσιώτερον, τὴν δὲ πένητι γεγενημένῳ οὐ διὰ κακίαν, ἀδελφιδῷ δὲ ὄντι Φαίδρῳ τῷ Μυρρινουσίῳ, ἐπιδοὺς τετταράκοντα μνᾶς,
此外,当一些非常富有的人想要无嫁妆娶我的姐妹时,他没有同意,因为他认为那些人品行欠佳;相反,他将一个女儿嫁给了派亚尼亚区的菲洛美洛斯(大多数人认为他品德高尚而非富有),将另一个女儿嫁给因意外而非因恶行而变得贫困的侄子、米里努斯区的法伊德罗斯,并给付了四十米纳作为嫁妆。
§16κᾆτʼ Ἀριστοφάνει τὸ ἴσον.
随后,他也给了阿里斯托芬同样数额的嫁妆。
πρὸς δὲ τούτοις ἐμοὶ πολλὴν ἐξὸν πάνυ προῖκα λαβεῖν ἐλάττω συνεβούλευσεν, ὥστε εὖ εἰδέναι ὅτι κηδεσταῖς χρησοίμην κοσμίοις καὶ σώφροσι.
除此以外,对于我,虽然本可以接受极为丰厚的嫁妆,他却建议我接受较少的数目,以便我确信能得到规矩且克己的姻亲。
καὶ νῦν ἔχω γυναῖκα τὴν Κριτοδήμου θυγατέρα τοῦ Ἀλωπεκῆθεν, ὃς ὑπὸ Λακεδαιμονίων ἀπέθανεν, ὅτε ἡ ναυμαχία ἐγένετο ἐν Ἑλλησπόντῳ.
如今我的妻子是阿洛佩克区的克里托德莫斯的女儿,他在赫勒斯滂发生海战时被斯巴达人所杀。
§17καίτοι, ὦ ἄνδρες δικασταί, ὅστις αὐτός τε ἄνευ χρημάτων ἔγημε τοῖν τε θυγατέροιν πολὺ ἀργύριον ἐπέδωκε τῷ τε ὑεῖ ὀλίγην προῖκα ἔλαβε, πῶς οὐκ εἰκὸς περὶ τούτου πιστεύειν ὡς οὐχ ἕνεκα χρημάτων τούτοις κηδεστὴς ἐγένετο;
然而,诸位陪审员,对于一个自己未图钱财而娶妻、给两个女儿丰厚嫁妆,且为儿子娶妻仅接受微薄嫁妆的人,怎么能不相信他绝非为了金钱才与这些人结为姻亲的呢?
§18ἀλλὰ μὴν ὅ γε Ἀριστοφάνης ἤδη ἔχων τὴν γυναῖκα ὅτι πολλοῖς ἂν μᾶλλον ἐχρῆτο ἢ τῷ ἐμῷ πατρί, ῥᾴδιον γνῶναι.
况且,阿里斯托芬在娶妻之后,更倾向于与许多其他人交往,而不是与我的父亲交往,这也是极易理解的。
ἥ τε γὰρ ἡλικία πολὺ διάφορος, ἥ τε φύσις ἔτι πλέον· ἐκείνου μὲν γὰρ ἦν τὰ ἑαυτοῦ πράττειν, Ἀριστοφάνης δὲ οὐ μόνον τῶν ἰδίων ἀλλὰ καὶ τῶν κοινῶν ἐβούλετο ἐπιμελεῖσθαι, καὶ εἴ τι ἦν αὐτῷ ἀργύριον, ἀνήλωσεν ἐπιθυμῶν τιμᾶσθαι.
因为他们的年龄相差甚远,性格差异更是巨大:我父亲本分地只管自己的事务,而阿里斯托芬不仅想管理私事,还渴望参与公共事务,而且只要他有钱,就因为追求名望而将其挥霍。
§19γνώσεσθε δὲ ὅτι ἀληθῆ λέγω ἐξ αὐτῶν ὧν ἐκεῖνος ἔπραττε.
你们可以从他所做的实际事务中了解我所说的是真话。
πρῶτον μὲν γὰρ βουλομένου Κόνωνος πέμπειν τινὰ εἰς Σικελίαν, ᾤχετο ὑποστὰς μετὰ Εὐνόμου, Διονυσίου φίλου ὄντος καὶ ξένου, τὸ πλῆθος τὸ ὑμέτερον πλεῖστα ἀγαθὰ πεποιηκότος, ὡς ἐγὼ ἀκήκοα τῶν ἐν Πειραιεῖ παραγενομένων.
首先,当科农想要派人去西西里时,他主动请缨,与尤诺摩斯一同前往。 尤诺摩斯是狄奥尼修斯的友人及客卿,据我从当时在比雷埃夫斯的人那里所听到的,他曾为你们的民众做过极多的善事。
§20ἦσαν δʼ ἐλπίδες τοῦ πλοῦ πεῖσαι Διονύσιον κηδεστὴν μὲν γενέσθαι Εὐαγόρᾳ, πολέμιον δὲ Λακεδαιμονίοις, φίλον δὲ καὶ σύμμαχον τῇ πόλει τῇ ὑμετέρᾳ.
此次航行的期望是说服狄奥尼修斯成为埃瓦戈拉斯的姻亲,成为斯巴达人的敌人,并成为你们城邦的友邦和盟友。
καὶ ταῦτʼ ἔπραττον πολλῶν κινδύνων ὑπαρχόντων πρὸς τὴν θάλατταν καὶ τοὺς πολεμίους, καὶ ἔπεισαν Διονύσιον μὴ πέμψαι τριήρεις ἃς τότε παρεσκευάσατο Λακεδαιμονίοις.
他们是在海路和敌人带来诸多危险的情况下进行此事的,并成功说服狄奥尼修斯不要派出他当时为斯巴达人准备的战船。
§21μετὰ δὲ ταῦτα ἐπειδὴ οἱ πρέσβεις ἧκον ἐκ Κύπρου ἐπὶ τὴν βοήθειαν, οὐδὲν ἐνέλιπε προθυμίας σπεύδων.
此后,当塞浦路斯的使者前来求援时,他尽心竭力,不遗余力地奔走。
ὑμεῖς δὲ δέκα τριήρεις αὐτοῖς ἔδοτε καὶ τἆλλα ἐψηφίσασθε, ἀργυρίου δʼ εἰς τὸν ἀπόστολον ἠπόρουν.
你们给了他们十艘战船并通过了其他决议,但他们却缺乏远征的资金。
ὀλίγα μὲν γὰρ ἦλθον ἔχοντες χρήματα, πολλῶν δὲ προσεδεήθησαν· οὐ γὰρ μόνον εἰς τὰς ναῦς, ἀλλὰ καὶ πελταστὰς ἐμισθώσαντο καὶ ὅπλα ἐπρίαντο.
因为他们来时带的钱很少,却需要很多;因为他们不仅要支付船只费用,还雇佣了轻盾兵并购买了武器。
§22Ἀριστοφάνης οὖν τῶν χρημάτων τὰ μὲν πλεῖστα αὐτὸς παρέσχεν· ἐπειδὴ δὲ οὐχ ἱκανὰ ἦν, τοὺς φίλους ἔπειθε δεόμενος καὶ ἐγγυώμενος, καὶ τοῦ ἀδελφοῦ τοῦ ὁμοπατρίου ἀποκειμένας παρʼ αὐτῷ τετταράκοντα μνᾶς λαβὼν κατεχρήσατο.
因此,阿里斯托芬自己提供了大部分资金;当资金仍不足时,他通过恳求和担保说服了他的朋友们,并动用了他同父异母兄弟寄存在他那里的四十米纳。
τῇ δὲ προτεραίᾳ ᾗ ἀνήγετο, εἰσελθὼν ὡς τὸν πατέρα τὸν ἐμὸν ἐκέλευσε χρῆσαι ὅ τι εἴη ἀργύριον. προσδεῖν γὰρ ἔφη πρὸς τὸν μισθὸν τοῖς πελτασταῖς.
在他起航的前一天,他来到我的父亲那里,请求父亲借给他所有可用的银钱,因为他说轻盾兵的军饷还需要更多。
ἦσαν δʼ ἡμῖν ἔνδον ἑπτὰ μναῖ· ὁ δὲ καὶ ταύτας λαβὼν κατεχρήσατο.
我们家里当时有七个米纳,他也拿去花光了。