← リュシアス

第十九弁論 アリストパネスの財産について

§23-33

アリストファネスの財政困窮と隠匿の否定

アリストファネスが公的奉仕に全財産を注ぎ込んでいたこと、没収された家財が少額であった理由、そして話し手の家族が彼の財産を隠匿していないことを訴える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§23

τίνα γὰρ οἴεσθε, ὦ ἄνδρες δικασταί, φιλότιμον μὲν ὄντα, ἐπιστολῶν δʼ αὐτῷ ἡκουσῶν παρὰ τοῦ πατρὸς μηδενὸς ἀπορήσειν ἐν Κύπρῳ, ᾑρημένον δὲ πρεσβευτὴν καὶ μέλλοντα πλεῖν ὡς Εὐαγόραν, ὑπολιπέσθαι ἄν τι1 τῶν ὄντων, ἀλλʼ οὐχ ἃ ἦν δυνατὸς πάντα παρασχόντα χαρίσασθαι ἐκείνῳ τε καὶ κομίσασθαι μὴ ἐλάττω; ὡς τοίνυν ταῦτʼ ἐστὶν ἀληθῆ, κάλει μοι Εὔνομον. Μαρτυρία κάλει μοι καὶ τοὺς ἄλλους μάρτυρας.

裁判員諸君、名誉を重んじ、キプロスにいる父親から手紙が届いて何一つ不足することはないと伝えてきており、使節に選ばれてエウアゴラスのもとへ航海しようとしているような者が、自分の財産をいくらかでも残しておき、自分のできる限りのすべてを提供して彼に恩恵を施し、それと同等以上の見返りを得ようとしないなどということが、あると思われるでしょうか。さて、これらのことが真実であることを示すため、私にエウノモスを呼んでください。 証言 他の証人たちも呼んでください。

§24

Μάρτυρες τῶν μὲν μαρτύρων ἀκούετε, οὐ μόνον ὅτι ἔχρησαν τὸ ἀργύριον ἐκείνου δεηθέντος, ἀλλὰ καὶ ὅτι ἀπειλήφασιν· ἐκομίσθη γὰρ αὐτοῖς ἐπὶ τῆς τριήρους. ῥᾴδιον μὲν οὖν ἐκ τῶν εἰρημένων γνῶναι ὅτι τοιούτων καιρῶν συμπεσόντων οὐδενὸς ἂν ἐφείσατο τῶν ἑαυτοῦ·

証人 あなた方は証人たちの言葉を聞いています。彼らがアリストファネスの懇願に応じて資金を貸したことだけでなく、すでにそれを受け取ったということもです。なぜなら、その資金は三段櫂船で彼らに届けられたからです。したがって、このような危急の事態が生じた際、彼が自分の財産の何一つ惜しまなかったであろうことは、これまでに述べられたことから容易に理解できます。

§25

ὃ δὲ μέγιστον τεκμήριον· δῆμος γὰρ ὁ Πυριλάμπους, τριηραρχῶν εἰς Κύπρον, ἐδεήθη μου προσελθεῖν αὐτῷ, λέγων ὅτι ἔλαβε μὲν σύμβολον παρὰ βασιλέως τοῦ μεγάλου φιάλην χρυσῆν, δώσει δʼ Ἀριστοφάνει, λαβὼν ἑκκαίδεκα μνᾶς ἐπʼ αὐτῇ, ἵνʼ ἔχοι ἀναλίσκειν εἰς τὴν τριηραρχίαν· ἐπειδὴ δὲ εἰς Κύπρον ἀφίκοιτο, λύσεσθαι ἀποδοὺς2 εἴκοσι μνᾶς· πολλῶν γὰρ ἀγαθῶν καὶ ἄλλων χρημάτων εὐπορήσειν διὰ τὸ σύμβολον ἐν πάσῃ τῇ ἠπείρῳ.

そして、これが最大の証拠です。というのも、ピリランペスの息子デモスが、キプロスへの三段櫂船艤装推進者として務める際、私にアリストファネスのもとに行くよう懇願し、自分は大王から証標として金の杯を受け取っており、それをアリストファネスに渡し、それを担保に十六ミナを受け取って艤装の費用に充てたい、そしてキプロスに到着した暁には、二十ミナを返却してそれを受け戻すつもりだ、なぜならその証標のおかげで、アジア大陸全体で多くの物資や他の資金を容易に手に入れられるからだ、と言ったからです。

§26

Ἀριστοφάνης τοίνυν ἀκούων μὲν ταῦτα Δήμου, δεομένου δʼ ἐμοῦ, μέλλων δʼ ἄξειν τὸ χρυσίον, τέτταρας δὲ μνᾶς τόκον λήψεσθαι, οὐκ ἔφη εἶναι, ἀλλʼ ὤμνυε καὶ προσδεδανεῖσθαι τοῖς ξένοις ἄλλοθεν, ἐπειδὴ ἥδιστʼ ἂν3 ἀνθρώπων ἄγειν τε εὐθὺς ἐκεῖνο τὸ σύμβολον καὶ χαρίσασθαι ἡμῖν ἃ ἐδεόμεθα.

そこでアリストファネスは、デモスからこのことを聞き、私からも頼まれ、またその金の杯を持って行くことになり、さらに四ミナの利息を得られるはずであったにもかかわらず、手元に資金はないと言い、むしろ外国人たちのために他からさらに借金を重ねているのだと誓いました。自分としては、世の誰よりも喜んでその証標をすぐに持って行き、我々が求めた恩恵を施したかったのであるが、と言いながら。

§27

Μάρτυρες ὡς δὲ ταῦτʼ ἐστὶν ἀληθῆ, μάρτυρας ὑμῖν παρέξομαι. ὅτι μὲν τοίνυν οὐ κατέλιπεν Ἀριστοφάνης ἀργύριον οὐδὲ χρυσίον, ῥᾴδιον γνῶναι ἐκ τῶν εἰρημένων καὶ μεμαρτυρημένων· χαλκώματα δὲ σύμμεικτα οὐ πολλὰ ἐκέκτητο, ἀλλὰ καὶ ὅθʼ εἱστία τοὺς παρʼ Εὐαγόρου πρεσβεύοντας, αἰτησάμενος ἐχρήσατο. ἃ δὲ κατέλιπεν, ἀναγνώσεται ὑμῖν.

証人 これらのことが真実であることの証人を、あなた方に提示いたします。 したがって、アリストファネスが銀も金も残さなかったことは、これまでに述べられ、証言されたことから容易に理解できます。また、雑多な銅器も多くは所有しておらず、エウアゴラスからの使節たちをもてなした際にも、借りてきて使用したほどです。彼が残した物品の一覧を、あなた方に朗読させましょう。

§28

Ἀπογραφὴ Χαλκωμάτων ἴσως ἐνίοις ὑμῶν, ὦ ἄνδρες δικασταί, δοκεῖ ὀλίγα εἶναι· ἀλλʼ ἐκεῖνο ἐνθυμεῖσθε, ὅτι αὐτῷ πρὶν τὴν ναυμαχίαν νικῆσαι Κόνωνα γῆ μὲν οὐκ ἦν ἀλλʼ ἢ χωρίδιον μικρὸν Ῥαμνοῦντι. ἐγένετο δʼ ἡ ναυμαχία ἐπʼ Εὐβουλίδου ἄρχοντος.

銅器の目録おそらくあなた方のうちの一部の人々には、これらが少なく思われるかもしれません。しかし、次のことを考慮してください。コノンが海戦で勝利する前、彼にはラムヌス区にある小さな土地のほかには、全く土地がなかったのです。そしてその海戦は、エウブリデスがアルコンの時に起こりました。

§29

ἐν οὖν τέτταρσιν ἢ πέντε ἔτεσι, πρότερον μὴ ὑπαρχούσης οὐσίας,4 χαλεπόν, ὦ ἄνδρες δικασταί, τραγῳδοῖς τε δὶς χορηγῆσαι, ὑπὲρ τε καὶ τοῦ πατρός, καὶ τρία ἔτη συνεχῶς τριηραρχῆσαι, εἰσφοράς τε πολλάς εἰσενηνοχέναι, οἰκίαν τε πεντήκοντα μνῶν πρίασθαι, γῆς τε πλέον ἢ τριακόσια πλέθρα κτήσασθαι· ἔτι δὲ πρὸς τούτοις οἴεσθε χρῆναι ἔπιπλα πολλὰ καταλελοιπέναι;

それゆえ、以前には資産がなかったのに、わずか四、五年の間に、裁判員諸君、悲劇競演のために二度、自らのため、そして父親の代わりとして合唱隊奉仕を務め、三年間連続して三段櫂船艤装奉仕を務め、多くの非常税を納め、五十ミナの家を購入し、三百プレトロン以上の土地を獲得することだけでも困難なことなのです。その上、さらに彼が多くの家財道具を残しているはずだとあなた方はお思いになるでしょうか。

§30

ἀλλʼ οὐδʼ οἱ πάλαι πλούσιοι δοκοῦντες εἶναι ἄξια λόγου ἔχοιεν ἂν ἐξενεγκεῖν· ἐνίοτε γὰρ οὐκ ἔστιν, οὐδʼ ἐάν τις πάνυ ἐπιθυμῇ, πρίασθαι τοιαῦτα ἃ κτησαμένῳ εἰς τὸν λοιπὸν χρόνον ἡδονὴν ἂν παρέχοι.

そもそも、古くから富裕であると思われている人々でさえ、注目に値するほどの家財道具を持ち出すことはできないでしょう。なぜなら、たとえ誰かが強く望んだとしても、それを所有することで将来にわたって喜びをもたらすような品々を購入することは、時には不可能だからです。

§31

ἀλλὰ τόδε σκοπεῖτε· τῶν ἄλλων, ὅσων ἐδημεύσατε τὰ χρήματα, οὐχ ὅπως σκεύη ἀπέδοσθε, ἀλλὰ5 καὶ αἱ θύραι ἀπὸ τῶν οἰκημάτων ἀφηρπάσθησαν· ἡμεῖς δὲ ἤδη δεδημευμένων καὶ ἐξεληλυθυίας τῆς ἐμῆς ἀδελφῆς φύλακα κατεστήσαμεν ἐν τῇ ἐρήμῃ οἰκίᾳ, ἵνα μήτε θυρώματα μήτε ἀγγεῖα μήτε ἄλλο μηδὲν ἀπόλοιτο. ἔπιπλα δὲ ἀπεφαίνετο πλεῖν ἢ χιλίων δραχμῶν, ὅσα οὐδενὸς πώποτʼ ἐλάβετε. πρὸς δὲ τούτοις καὶ πρότερον πρὸς τοὺς συνδίκους καὶ νῦν ἐθέλομεν πίστιν δοῦναι, ἥτις ἐστὶ μεγίστη τοῖς ἀνθρώποις, μηδὲν ἔχειν τῶν Ἀριστοφάνους χρημάτων, ἐνοφείλεσθαι δὲ τὴν προῖκα τῆς ἀδελφῆς καὶ ἑπτὰ μνᾶς ἃς ᾤχετο λαβὼν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ.

むしろ、次のことをお考えください。あなた方が財産を没収した他の人々のうち、家具を売却しなかったばかりか、その住居から扉さえも奪い去られたほどです。しかし私たちは、すでに財産が没収され、私の姉が立ち去った後、空き家となったその家に番人を置き、扉も器もその他の何物も失われないようにしました。そして申告された家財道具は千ドラクマ以上にのぼり、そのような額は、あなた方がかつて誰の没収財産からも回収したことのないものです。これらに加え、以前に共同管財人たちに対しても、そして現在も、人間にとって最大のものである誓いを立てる用意があります。それは、アリストファネスの財産を何一つ持っておらず、むしろ姉の持参金と、彼が私の父から受け取って立ち去った七ミナがまだ支払われていない、という誓いです。

§33

πῶς ἂν οὖν εἶεν ἄνθρωποι ἀθλιώτεροι, ἢ εἰ τὰ σφέτερʼ αὐτῶν ἀπολωλεκότες δοκοῖεν τἀκείνων ἔχειν; ὅ δὲ πάντων δεινότατον, τὴν ἀδελφὴν ὑποδέξασθαι παιδία ἔχουσαν πολλά, καὶ ταῦτα τρέφειν, μηδʼ αὐτοὺς ἔχοντας μηδέν, ἐὰν ὑμεῖς τὰ ὄντʼ ἀφέλησθε.

したがって、自らの財産を失った上に、他人の財産を隠し持っていると疑われるとしたら、人々はこれ以上に惨めであり得るでしょうか。そして何よりも悲惨なのは、多くの子供を抱えた姉を引き取り、もしあなた方が私たちの現有財産までも奪い去るならば、自分たち自身も何も持たない中で、この子供たちを養わねばならないということです。

構文注5 件
  1. 23τίνα γὰρ οἴεσθε ... ὑπολιπέσθαι ἄν τι

    疑問代名詞 τίνα は不定詞句内の主語(対格)であり、οἴεσθε の目的語(対格不定詞構文)として機能する。ἄν は不定詞 ὑπολιπέσθαι にかかり、過去における潜在・可能性を表す。

  2. 25λύσεσθαι ἀποδοὺς

    未来不定詞 λύσεσθαι(買い戻す、請け出す)に、アオリスト分詞 ἀποδοὺς(支払って)が伴い、「(二十ミナを)支払って買い戻すつもりである」という、主節の時制に対する未来の意図を表す。

  3. 26ἐπειδὴ ἥδιστʼ ἂν

    接続詞 ἐπειδή の後ろに potential の ἄν が最上級副詞 ἥδιστα と共に置かれ、反実仮想の帰結節のような「(もし可能であったなら)世の誰よりも喜んで〜したであろうに」という含みを表す。

  4. 29πρότερον μὴ ὑπαρχούσης οὐσίας

    属格独立構文(genitive absolute)であり、譲歩の意味(「以前には財産が存在しなかったのに」)を表す。否定辞に μή が用いられているのは、一般的・仮定的な状況を想定しているためである。

  5. 31οὐχ ὅπως ... ἀλλὰ

    「〜でないばかりか、むしろ(それどころか)〜」を意味する慣用的な相関表現であり、後者の内容(扉さえも奪い去られたこと)を強調する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0540.tlg019.humanitext-grc2:23-33