§29καὶ τοιαῦθʼ ἡμαρτηκότι καὶ οὕτω δεινὰ καὶ πολλὰ καὶ μεγάλα πεποιηκότι οὔτε τῶν γεγενημένων αὐτῷ μέλει οὔτε τῶν μελλόντων ἔσεσθαι, ἀλλʼ ὃν ἔδει κοσμιώτατον εἶναι τῶν πολιτῶν, ἀπολογίαν ποιούμενον τὸν ἑαυτοῦ βίον τῶν τοῦ πατρὸς ἁμαρτημάτων, οὗτος ἑτέρους ὑβρίζειν πειρᾶται, ὥσπερ δυνάμενος ἂν πολλοστὸν μέρος τῶν ὀνειδῶν τῶν ἑαυτῷ προσηκόντων τοῖς ἄλλοις μεταδοῦναι, καὶ ταῦθʼ ὑὸς ὢν Ἀλκιβιάδου, §30ὃς ἔπεισε μὲν Δεκέλειαν Λακεδαιμονίους ἐπιτειχίσαι, ἐπὶ δὲ τὰς νήσους ἀποστήσων ἔπλευσε, διδάσκαλος δὲ τῶν τῆς πόλεως κακῶν ἐγένετο, πλεονάκις δὲ μετὰ τῶν ἐχθρῶν ἐπὶ τὴν πατρίδα ἐστρατεύσατο ἢ μετὰ τῶν πολιτῶν ἐπʼ ἐκείνους.
对于犯下如此罪行、做出如此可怕、如此之多且如此重大之事的人,他既不在乎过去,也不在乎未来;相反,他本应当是公民中最守规矩的人,本应将自己的生活作为对其父亲罪行的辩护,而此人却企图侮辱他人,仿佛他能够将属于他自己的耻辱的极小一部分分给他人一样,而且他还是阿尔西比亚德斯的儿子,他的父亲曾说服拉刻代蒙人修筑德凯莱亚要塞,并乘船前往各岛屿唆使它们叛变,成为了城邦灾难的导师,他与敌人一起对祖国进行军事征伐的次数,多于他与同胞公民一起征伐敌人。
ἀνθʼ ὧν καὶ ὑμῖν καὶ τοῖς μέλλουσιν ἔσεσθαι τιμωρεῖσθαι προσήκει ὅντινα λαμβάνετε τούτων.
为了报复这些行为,无论是你们还是后代,惩罚你们所抓获的他们中的任何人,都是理所当然的。
§31καίτοι σφόδρα εἴθισται λέγειν ὡς οὐκ εἰκός ἐστι τὸν μὲν πατέρα αὐτοῦ κατελθόντα δωρεὰς παρὰ τοῦ δήμου λαβεῖν, τοῦτον δʼ ἀδίκως διὰ τὴν φυγὴν τὴν ἐκείνου διαβεβλῆσθαι.
然而,他非常习惯于说,他的父亲在归国时得到了民众的礼物,而他自己却因为父亲的流亡而受到不公正的诽谤,这是不合情理的。
ἐμοὶ δὲ δοκεῖ δεινὸν εἶναι, εἰ τὰς μὲν δωρεὰς αὐτοῦ ἀφείλεσθε ὡς οὐ δικαίως δεδωκότες, τούτου δὲ ἀδικοῦντος ἀποψηφιεῖσθε ὡς τοῦ πατρὸς χρηστοῦ περὶ τὴν πόλιν γεγενημένου.
但在我看来,如果你们以当初给予并不公正为由剥夺了他父亲的礼物,却在当前这个人作恶时,因为他的父亲曾对城邦有益而宣告他无罪,那将是极其荒谬的。
§32καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ἄλλων τε πολλῶν ἄξιον ἕνεκα αὐτοῦ καταψηφίσασθαι, καὶ ὅτι ταῖς ὑμετέραις ἀρεταῖς χρῆται παραδείγμασι περὶ τῆς ἑαυτοῦ πονηρίας.
况且,众位陪审员,不仅因为其他许多原因值得判他有罪,还因为他把你们的美德当作他自己邪恶的先例。
τολμᾷ γὰρ λέγειν ὡς Ἀλκιβιάδης οὐδὲν δεινὸν εἴργασται ἐπὶ τὴν πατρίδα §33στρατεύσας· καὶ γὰρ ὑμᾶς φεύγοντας Φυλὴν καταλαβεῖν καὶ δένδρα τεμεῖν καὶ πρὸς τὰ τείχη προσβαλεῖν, καὶ ταῦτα ποιήσαντας οὐκ ὄνειδος τοῖς παισὶ καταλιπεῖν, ἀλλὰ τιμὴν παρὰ πᾶσιν ἀνθρώποις κτήσασθαι, ὡς τῶν αὐτῶν ὄντας ἀξίους ὅσοι φυγόντες μετὰ τῶν πολεμίων ἐπὶ τὴν χώραν ἐστράτευσαν, καὶ ὅσοι κατῄεσαν Λακεδαιμονίων ἐχόντων τὴν πόλιν.
因为他竟敢说,阿尔西比亚德斯对祖国进行征伐并没有做出什么可怕的事;因为(他说)你们在流亡时也占领了菲莱,砍伐了树木,攻击了城墙,做出这些事不仅没有给子孙留下耻辱,反而赢得了所有人的荣誉——仿佛那些在流亡中与敌人一起对国土进行军事征伐的人,和那些在拉刻代蒙人占领城邦时归国的人,配受同样的待遇。
§34καὶ μὲν δὴ πᾶσιν ἡγοῦμαι δῆλον εἶναι ὅτι οὗτοι μὲν ἐζήτουν κατιέναι ὡς τὴν μὲν τῆς θαλάττης ἀρχὴν Λακεδαιμονίοις παραδώσοντες, αὐτοὶ δʼ ὑμῶν ἄρξοντες. τὸ δʼ ὑμέτερον πλῆθος κατελθὸν τοὺς μὲν πολεμίους ἐξήλασε, τῶν δὲ πολιτῶν καὶ τοὺς βουλομένους δουλεύειν ἠλευθέρωσεν·
的确,我认为所有人心里都很明白,这些人寻求归国,是为了将海上的统治权交给拉刻代蒙人,而由他们自己来统治你们;然而你们的民主派在归国时,赶走了敌人,甚至解放了那些甘愿当奴隶的公民。
ὥστʼ οὐχ ὁμοίων τῶν ἔργων ἀμφοτέροις γεγενημένων τοὺς λόγους ποιεῖται.
因此,两者的行为完全不同,他却把它们相提并论。
§35ἀλλʼ ὅμως τοσούτων συμφορῶν καὶ οὕτως αὐτῷ μεγάλων ὑπαρχουσῶν ἐπὶ τῇ τοῦ πατρὸς πονηρία φιλοτιμεῖται, καὶ λέγει ὡς οὕτως ἐκεῖνος μέγα ἐδύνατο, ὥστε τῇ πόλει πάντων τῶν κακῶν αἴτιος γεγένηται.
尽管如此,虽然由于他父亲的邪恶而使他承受了如此之多且重大的不幸,他却以此为荣,并声称他的父亲拥有如此巨大的力量,以至于成为了城邦所有灾难的根源。
καίτοι τίς οὕτως ἄπειρος τῆς ἑαυτοῦ πατρίδος, ὃς οὐκ ἂν βουλόμενος εἶναι πονηρὸς εἰσηγήσαιτο μὲν τοῖς πολεμίοις ἃ χρὴ καταλαβεῖν τῶν χωρίων, δηλώσειε δʼ ἂν ἃ κακῶς φυλάττεται τῶν φρουρίων, διδάξειε δʼ ἂν ἃ πονηρῶς ἔχει τῶν πραγμάτων, μηνύσειε δʼ ἂν τοὺς βουλομένους ἀφίστασθαι τῶν συμμάχων;
然而,谁会对自己的祖国如此无知,以至于如果他想作恶,不能向敌人指明该占领哪些地方,指明哪些堡垒防守不严,教导哪些事务处于糟糕状态,并密告哪些同盟国想要叛变呢?
§36οὐ γὰρ δήπου, ὅτε μὲν ἔφευγε, διὰ τὴν δύναμιν κακῶς οἷός τʼ ἦν ποιεῖν τὴν πόλιν, ἐπειδὴ δὲ ὑμᾶς ἐξαπατήσας κατῆλθε καὶ πολλῶν ἦρξε τριήρων, οὔτε τοὺς πολεμίους ἐδύνατο ἐκ τῆς χώρας ἐκβαλεῖν, οὔτε Χίους οὓς ἀπέστησε πάλιν φίλους ποιῆσαι, οὔτε ἄλλο οὐδὲν ἀγαθὸν ὑμᾶς ἐργάσασθαι.
因为绝不可能的是:当他流亡时,他是因为能力而得以危害城邦;因为在他欺骗你们归国并统率了许多三段击船之后,他既无法将敌人驱逐出国土,也无法使他曾教唆叛变的希俄斯人重新成为朋友,更无法为你们做任何其他有益的事。
§37ὥστʼ οὐ χαλεπὸν γνῶναι ὅτι Ἀλκιβιάδης δυνάμει μὲν οὐδὲν τῶν ἄλλων διέφερε, πονηρία δὲ τῶν πολιτῶν πρῶτος ἦν.
因此,不难看出,阿尔西比亚德斯在能力上与其他人毫无区别,但在邪恶上却是公民中的第一人。
ἃ μὲν γὰρ ᾔδει τῶν ὑμετέρων κακῶς ἔχοντα, μηνυτὴς αὐτῶν Λακεδαιμονίοις ἐγένετο· ἐπειδὴ δʼ ἔδει αὐτὸν στρατηγεῖν, οὐδὲν κακὸν ποιεῖν ἐκείνους ἐδύνατο, ἀλλʼ ὑποσχόμενος διʼ ἑαυτὸν παρέξειν βασιλέα χρήματα, πλεῖν ἢ διακόσια τάλαντα τῆς πόλεως ὑφείλετο.
因为对于他所知道的你们那些处于糟糕状态的事务,他成了向拉刻代蒙人提供信息的密告者;但当他必须担任将军时,他无法对他们造成任何伤害,反而在许诺通过他自己能让国王提供资金之后,从城邦里偷走了两百多塔兰同。