- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg014.humanitext-grc2:29-37
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
原告は、被告の父アルキビアデスが犯した国家への裏切り行為や不面目を列挙し、民主派の帰還と被告側の不当な帰還企図を対比させて、被告の有罪を改めて主張する。
καὶ τοιαῦθʼ ἡμαρτηκότι καὶ οὕτω δεινὰ καὶ πολλὰ καὶ μεγάλα πεποιηκότι οὔτε τῶν γεγενημένων αὐτῷ μέλει οὔτε τῶν μελλόντων ἔσεσθαι, ἀλλʼ ὃν ἔδει κοσμιώτατον εἶναι τῶν πολιτῶν, ἀπολογίαν ποιούμενον τὸν ἑαυτοῦ βίον τῶν τοῦ πατρὸς ἁμαρτημάτων,1 οὗτος ἑτέρους ὑβρίζειν πειρᾶται, ὥσπερ δυνάμενος ἂν πολλοστὸν μέρος τῶν ὀνειδῶν τῶν ἑαυτῷ προσηκόντων τοῖς ἄλλοις μεταδοῦναι, καὶ ταῦθʼ ὑὸς ὢν Ἀλκιβιάδου, ὃς ἔπεισε μὲν Δεκέλειαν Λακεδαιμονίους ἐπιτειχίσαι, ἐπὶ δὲ τὰς νήσους ἀποστήσων ἔπλευσε, διδάσκαλος δὲ τῶν τῆς πόλεως κακῶν ἐγένετο, πλεονάκις δὲ μετὰ τῶν ἐχθρῶν ἐπὶ τὴν πατρίδα ἐστρατεύσατο ἢ μετὰ τῶν πολιτῶν ἐπʼ ἐκείνους. ἀνθʼ ὧν καὶ ὑμῖν καὶ τοῖς μέλλουσιν ἔσεσθαι τιμωρεῖσθαι προσήκει ὅντινα λαμβάνετε τούτων.
かように罪を犯し、かくも恐ろしく、多く、かつ重大な事柄を行った彼には、過去のことも将来のことも全く念頭にありません。むしろ、市民の中で最も規律正しくあるべきであり、父親の罪に対して自らの生き方を弁明の材料とすべきであるのに、この男は、自分に帰せられるべき不名誉のほんのわずかな部分でも他人に分け与えることができるかのように、他者を侮辱しようと試みているのです。それも、アルキビアデスの息子でありながら。その父親は、ラケダイモン人たちにデケレイアを要塞化するよう説得し、島々を離反させるために船出し、この国家の災厄の教師となり、市民たちとともに敵に対して遠征した回数よりも、敵とともに祖国に対して遠征した回数の方が多い人物でした。それらの行為のゆえに、あなた方にとっても、将来の世代にとっても、これらの者のうち手中に収めた者を誰であれ処罰することがふさわしいのです。
καίτοι σφόδρα εἴθισται λέγειν ὡς οὐκ εἰκός ἐστι τὸν μὲν πατέρα αὐτοῦ κατελθόντα δωρεὰς παρὰ τοῦ δήμου λαβεῖν, τοῦτον δʼ ἀδίκως διὰ τὴν φυγὴν τὴν ἐκείνου διαβεβλῆσθαι. ἐμοὶ δὲ δοκεῖ δεινὸν εἶναι, εἰ τὰς μὲν δωρεὰς αὐτοῦ ἀφείλεσθε ὡς οὐ δικαίως δεδωκότες, τούτου δὲ ἀδικοῦντος ἀποψηφιεῖσθε ὡς τοῦ πατρὸς χρηστοῦ περὶ τὴν πόλιν γεγενημένου.
もっとも、彼は、自らの父親は帰還した際に民衆から贈り物を授かったのに、自分の方はその父親の亡命のゆえに不当に非難されている、というのは理に合わない、とよく口にする習慣があります。しかし私にとっては、彼への贈り物は正当に与えたものではなかったとしてあなた方が剥奪した一方で、この男が不正を行っているのに、父親が国家に対して有能であったという理由で無罪の判決を下すとすれば、それは恐るべきことに思われます。
καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ἄλλων τε πολλῶν ἄξιον ἕνεκα αὐτοῦ καταψηφίσασθαι, καὶ ὅτι ταῖς ὑμετέραις ἀρεταῖς χρῆται παραδείγμασι περὶ τῆς ἑαυτοῦ πονηρίας. τολμᾷ γὰρ λέγειν ὡς Ἀλκιβιάδης οὐδὲν δεινὸν εἴργασται ἐπὶ τὴν πατρίδα στρατεύσας· καὶ γὰρ ὑμᾶς φεύγοντας Φυλὴν καταλαβεῖν καὶ δένδρα τεμεῖν καὶ πρὸς τὰ τείχη προσβαλεῖν, καὶ ταῦτα ποιήσαντας οὐκ ὄνειδος τοῖς παισὶ καταλιπεῖν, ἀλλὰ τιμὴν παρὰ πᾶσιν ἀνθρώποις κτήσασθαι, ὡς τῶν αὐτῶν ὄντας ἀξίους ὅσοι φυγόντες μετὰ τῶν πολεμίων ἐπὶ τὴν χώραν ἐστράτευσαν, καὶ ὅσοι κατῄεσαν2 Λακεδαιμονίων ἐχόντων τὴν πόλιν.
また、裁判員諸官よ、他の多くの理由からも彼に有罪を宣告する価値がありますが、彼があなた方の美徳を彼自身の邪悪さの例として用いているからでもあります。というのも、彼は、アルキビアデスが祖国に対して遠征したことは何ら恐ろしいことではない、とあえて主張しているからです。なぜなら、あなた方も亡命中にピュレを占領し、樹木を伐採し、城壁を攻撃し、これらのことを行っても子供たちに不名誉を残さず、むしろすべての人々から栄誉を獲得したのだから、と(彼は言うのです)。それは、敵とともに国土へ遠征した亡命者たちと、ラケダイモン人が国家を支配しているときに帰還した者たちが、同じ処遇に値するかのような言い草です。
καὶ μὲν δὴ πᾶσιν ἡγοῦμαι δῆλον εἶναι ὅτι οὗτοι μὲν ἐζήτουν κατιέναι ὡς τὴν μὲν τῆς θαλάττης ἀρχὴν Λακεδαιμονίοις παραδώσοντες, αὐτοὶ δʼ ὑμῶν ἄρξοντες. τὸ δʼ ὑμέτερον πλῆθος κατελθὸν τοὺς μὲν πολεμίους ἐξήλασε, τῶν δὲ πολιτῶν καὶ τοὺς βουλομένους δουλεύειν ἠλευθέρωσεν· ὥστʼ οὐχ ὁμοίων τῶν ἔργων ἀμφοτέροις γεγενημένων τοὺς λόγους ποιεῖται.
しかし、次のことはすべての人にとって明らかであると私は考えます。すなわち、彼ら(アルキビアデスら)は、海上の支配権をラケダイモン人に引き渡し、自らがあなた方を支配するために帰還することを目論んでいたのだ、ということです。これに対して、あなた方の民衆は、帰還すると敵を追い払い、市民のうち奴隷となることを望んでいた者たちをも解放したのです。したがって、両者の行為はまったく異なっているのに、彼は同じであるかのように主張しているのです。
ἀλλʼ ὅμως τοσούτων συμφορῶν καὶ οὕτως αὐτῷ μεγάλων ὑπαρχουσῶν ἐπὶ τῇ τοῦ πατρὸς πονηρία φιλοτιμεῖται, καὶ λέγει ὡς οὕτως ἐκεῖνος μέγα ἐδύνατο, ὥστε τῇ πόλει πάντων τῶν κακῶν αἴτιος γεγένηται. καίτοι τίς οὕτως ἄπειρος τῆς ἑαυτοῦ πατρίδος, ὃς οὐκ ἂν3 βουλόμενος εἶναι πονηρὸς εἰσηγήσαιτο μὲν τοῖς πολεμίοις ἃ χρὴ καταλαβεῖν τῶν χωρίων, δηλώσειε δʼ ἂν ἃ κακῶς φυλάττεται τῶν φρουρίων, διδάξειε δʼ ἂν ἃ πονηρῶς ἔχει τῶν πραγμάτων, μηνύσειε δʼ ἂν τοὺς βουλομένους ἀφίστασθαι τῶν συμμάχων;
それにもかかわらず、これほど多くの、かつ重大な不運が彼に降りかかっているのに、彼は父親の邪悪さを誇りとし、父親は非常に大きな力を持っていたので、国家にとってすべての災厄の原因となった、と主張しています。しかし、自らの祖国について何も知らない者などいるでしょうか。邪悪であろうと望むなら、どの土地を占領すべきかを敵に指図し、どの砦の守備が手薄であるかを明らかにし、事態のどこに不備があるかを教え、同盟国のうち誰が離反したがっているかを密告することなど、(誰にでも)できることではないでしょうか。
οὐ γὰρ δήπου, ὅτε μὲν ἔφευγε, διὰ τὴν δύναμιν κακῶς οἷός τʼ ἦν ποιεῖν τὴν πόλιν, ἐπειδὴ δὲ ὑμᾶς ἐξαπατήσας κατῆλθε καὶ πολλῶν ἦρξε τριήρων, οὔτε τοὺς πολεμίους ἐδύνατο4 ἐκ τῆς χώρας ἐκβαλεῖν, οὔτε Χίους οὓς ἀπέστησε πάλιν φίλους ποιῆσαι, οὔτε ἄλλο οὐδὲν ἀγαθὸν ὑμᾶς ἐργάσασθαι.
というのも、亡命していたときには彼の能力のゆえに国家に害悪を及ぼすことができたのに、あなた方を欺いて帰還し、多くの三段櫂船を率いることになったときには、敵を国土から追い出すこともできず、自らが離反させたキオス人たちを再び味方にすることもできず、あなた方に他のいかなる便益をもたらすこともできなかった、などということはあり得ないからです。
ὥστʼ οὐ χαλεπὸν γνῶναι ὅτι Ἀλκιβιάδης δυνάμει μὲν οὐδὲν τῶν ἄλλων διέφερε, πονηρία δὲ τῶν πολιτῶν πρῶτος ἦν. ἃ μὲν γὰρ ᾔδει τῶν ὑμετέρων κακῶς ἔχοντα, μηνυτὴς αὐτῶν Λακεδαιμονίοις ἐγένετο· ἐπειδὴ δʼ ἔδει αὐτὸν στρατηγεῖν, οὐδὲν κακὸν ποιεῖν ἐκείνους ἐδύνατο, ἀλλʼ ὑποσχόμενος διʼ ἑαυτὸν παρέξειν βασιλέα χρήματα, πλεῖν ἢ διακόσια τάλαντα τῆς πόλεως ὑφείλετο.
したがって、アルキビアデスは能力において他の人々と何ら違わなかったが、邪悪さにおいては市民の中で第一人者であった、と知ることは困難ではありません。なぜなら、あなた方の側に不備があることを彼が知っていたことについて、彼はそれをラケダイモン人に知らせる密告者となったからであり、他方、彼自身が将軍として指揮をとるべきであったときには、敵に何ら打撃を与えることができず、むしろ自分のおかげでペルシア王が資金を提供してくれると約束しながら、国家から200タラントン以上の金をかすめ取ったからです。
- 29ἀπολογίαν ποιούμενον τὸν ἑαυτοῦ βίον τῶν τοῦ πατρὸς ἁμαρτημάτων
ποιούμενον(現在分詞中道態)が τὸν ἑαυτοῦ βίον を直接目的語とし、ἀπολογίαν を目的格補語(二重対格的構造)とする。τῶν τοῦ πατρὸς ἁμαρτημάτων は ἀπολογίαν にかかる(「父親の罪に対する弁明」)。語順が倒置(hyperbaton)されており、対格関係代名詞 ὃν(「〜であるべき者」)にかかる分詞句全体の中で、対比を強調するために ἀπολογίαν が文頭に置かれている。
- 33ὡς τῶν αὐτῶν ὄντας ἀξίους ὅσοι φυγόντες... καὶ ὅσοι κατῄεσαν...
ὡς + 分詞(ὄντας)は、主観的な理由や主張を表し、「〜であるかのように」と訳す。属格 τῶν αὐτῶν は ἀξίους(「〜に値する」)に係っている。先行詞の指示代名詞が省略されており、それに続く関係節 ὅσοι φυγόντες... と ὅσοι κατῄεσαν... が並列して τῶν αὐτῶν と同等に比較されている。
- 35ὃς οὐκ ἂν ... εἰσηγήσαιτο μὲν... δηλώσειε δʼ ἂν...
関係代名詞 ὃς は、修飾する先行詞 τίς が修辞疑問(「〜な者がいるだろうか、いやいない」)であるため、否定のニュアンスを引き継ぐ。ἂν と希求法(εἰσηγήσαιτο, δηλώσειε 等)の組み合わせは潜在(「〜できるであろう」)を表し、「(邪悪になろうと望む者で)〜を指図したり明らかにしたりできない者がいるだろうか(いや、誰にでもできる)」という不可能性の否定(=誰にでも可能な普遍的事実)を表す。
- 36οὐ γὰρ δήπου... κακῶς οἷός τʼ ἦν... ἐπειδὴ δὲ... οὔτε ... ἐδύνατο...
οὐ γὰρ δήπου(「まさか〜なわけではない」)が文頭に置かれ、対比される2つの状況(亡命時 ὅτε μὲν ἔφευγε と、将軍就任時 ἐπειδὴ δὲ ...)の非整合性を突く。全体として「亡命時には能力のゆえに害をなせたのに、帰還して将軍になってからは何一つ益をなせなかった、などということはあり得ない」という論理構造をなす。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 訳文 1 件
