§29καὶ τοιαῦθʼ ἡμαρτηκότι καὶ οὕτω δεινὰ καὶ πολλὰ καὶ μεγάλα πεποιηκότι οὔτε τῶν γεγενημένων αὐτῷ μέλει οὔτε τῶν μελλόντων ἔσεσθαι, ἀλλʼ ὃν ἔδει κοσμιώτατον εἶναι τῶν πολιτῶν, ἀπολογίαν ποιούμενον τὸν ἑαυτοῦ βίον τῶν τοῦ πατρὸς ἁμαρτημάτων, οὗτος ἑτέρους ὑβρίζειν πειρᾶται, ὥσπερ δυνάμενος ἂν πολλοστὸν μέρος τῶν ὀνειδῶν τῶν ἑαυτῷ προσηκόντων τοῖς ἄλλοις μεταδοῦναι, καὶ ταῦθʼ ὑὸς ὢν Ἀλκιβιάδου,
かように罪を犯し、かくも恐ろしく、多く、かつ重大な事柄を行った彼には、過去のことも将来のことも全く念頭にありません。 むしろ、市民の中で最も規律正しくあるべきであり、父親の罪に対して自らの生き方を弁明の材料とすべきであるのに、この男は、自分に帰せられるべき不名誉のほんのわずかな部分でも他人に分け与えることができるかのように、他者を侮辱しようと試みているのです。 それも、アルキビアデスの息子でありながら。
§30ὃς ἔπεισε μὲν Δεκέλειαν Λακεδαιμονίους ἐπιτειχίσαι, ἐπὶ δὲ τὰς νήσους ἀποστήσων ἔπλευσε, διδάσκαλος δὲ τῶν τῆς πόλεως κακῶν ἐγένετο, πλεονάκις δὲ μετὰ τῶν ἐχθρῶν ἐπὶ τὴν πατρίδα ἐστρατεύσατο ἢ μετὰ τῶν πολιτῶν ἐπʼ ἐκείνους.
その父親は、ラケダイモン人たちにデケレイアを要塞化するよう説得し、島々を離反させるために船出し、この国家の災厄の教師となり、市民たちとともに敵に対して遠征した回数よりも、敵とともに祖国に対して遠征した回数の方が多い人物でした。
ἀνθʼ ὧν καὶ ὑμῖν καὶ τοῖς μέλλουσιν ἔσεσθαι τιμωρεῖσθαι προσήκει ὅντινα λαμβάνετε τούτων.
それらの行為のゆえに、あなた方にとっても、将来の世代にとっても、これらの者のうち手中に収めた者を誰であれ処罰することがふさわしいのです。
§31καίτοι σφόδρα εἴθισται λέγειν ὡς οὐκ εἰκός ἐστι τὸν μὲν πατέρα αὐτοῦ κατελθόντα δωρεὰς παρὰ τοῦ δήμου λαβεῖν, τοῦτον δʼ ἀδίκως διὰ τὴν φυγὴν τὴν ἐκείνου διαβεβλῆσθαι.
もっとも、彼は、自らの父親は帰還した際に民衆から贈り物を授かったのに、自分の方はその父親の亡命のゆえに不当に非難されている、というのは理に合わない、とよく口にする習慣があります。
ἐμοὶ δὲ δοκεῖ δεινὸν εἶναι, εἰ τὰς μὲν δωρεὰς αὐτοῦ ἀφείλεσθε ὡς οὐ δικαίως δεδωκότες, τούτου δὲ ἀδικοῦντος ἀποψηφιεῖσθε ὡς τοῦ πατρὸς χρηστοῦ περὶ τὴν πόλιν γεγενημένου.
しかし私にとっては、彼への贈り物は正当に与えたものではなかったとしてあなた方が剥奪した一方で、この男が不正を行っているのに、父親が国家に対して有能であったという理由で無罪の判決を下すとすれば、それは恐るべきことに思われます。
§32καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ἄλλων τε πολλῶν ἄξιον ἕνεκα αὐτοῦ καταψηφίσασθαι, καὶ ὅτι ταῖς ὑμετέραις ἀρεταῖς χρῆται παραδείγμασι περὶ τῆς ἑαυτοῦ πονηρίας.
また、裁判員諸官よ、他の多くの理由からも彼に有罪を宣告する価値がありますが、彼があなた方の美徳を彼自身の邪悪さの例として用いているからでもあります。
τολμᾷ γὰρ λέγειν ὡς Ἀλκιβιάδης οὐδὲν δεινὸν εἴργασται ἐπὶ τὴν πατρίδα
というのも、彼は、アルキビアデスが祖国に対して遠征したことは何ら恐ろしいことではない、とあえて主張しているからです。
§33στρατεύσας· καὶ γὰρ ὑμᾶς φεύγοντας Φυλὴν καταλαβεῖν καὶ δένδρα τεμεῖν καὶ πρὸς τὰ τείχη προσβαλεῖν, καὶ ταῦτα ποιήσαντας οὐκ ὄνειδος τοῖς παισὶ καταλιπεῖν, ἀλλὰ τιμὴν παρὰ πᾶσιν ἀνθρώποις κτήσασθαι, ὡς τῶν αὐτῶν ὄντας ἀξίους ὅσοι φυγόντες μετὰ τῶν πολεμίων ἐπὶ τὴν χώραν ἐστράτευσαν, καὶ ὅσοι κατῄεσαν Λακεδαιμονίων ἐχόντων τὴν πόλιν.
なぜなら、あなた方も亡命中にピュレを占領し、樹木を伐採し、城壁を攻撃し、これらのことを行っても子供たちに不名誉を残さず、むしろすべての人々から栄誉を獲得したのだから、と(彼は言うのです)。 それは、敵とともに国土へ遠征した亡命者たちと、ラケダイモン人が国家を支配しているときに帰還した者たちが、同じ処遇に値するかのような言い草です。
§34καὶ μὲν δὴ πᾶσιν ἡγοῦμαι δῆλον εἶναι ὅτι οὗτοι μὲν ἐζήτουν κατιέναι ὡς τὴν μὲν τῆς θαλάττης ἀρχὴν Λακεδαιμονίοις παραδώσοντες, αὐτοὶ δʼ ὑμῶν ἄρξοντες.
しかし、次のことはすべての人にとって明らかであると私は考えます。 すなわち、彼ら(アルキビアデスら)は、海上の支配権をラケダイモン人に引き渡し、自らがあなた方を支配するために帰還することを目論んでいたのだ、ということです。
τὸ δʼ ὑμέτερον πλῆθος κατελθὸν τοὺς μὲν πολεμίους ἐξήλασε, τῶν δὲ πολιτῶν καὶ τοὺς βουλομένους δουλεύειν ἠλευθέρωσεν·
これに対して、あなた方の民衆は、帰還すると敵を追い払い、市民のうち奴隷となることを望んでいた者たちをも解放したのです。
ὥστʼ οὐχ ὁμοίων τῶν ἔργων ἀμφοτέροις γεγενημένων τοὺς λόγους ποιεῖται.
したがって、両者の行為はまったく異なっているのに、彼は同じであるかのように主張しているのです。
§35ἀλλʼ ὅμως τοσούτων συμφορῶν καὶ οὕτως αὐτῷ μεγάλων ὑπαρχουσῶν ἐπὶ τῇ τοῦ πατρὸς πονηρία φιλοτιμεῖται, καὶ λέγει ὡς οὕτως ἐκεῖνος μέγα ἐδύνατο, ὥστε τῇ πόλει πάντων τῶν κακῶν αἴτιος γεγένηται.
それにもかかわらず、父親の邪悪さのゆえにこれほど多くの、かつ重大な不運が彼に降りかかっているのに、彼は父親のことを誇りとし、父親は非常に大きな力を持っていたので、国家にとってすべての災厄の原因となった、と主張しています。
καίτοι τίς οὕτως ἄπειρος τῆς ἑαυτοῦ πατρίδος, ὃς οὐκ ἂν βουλόμενος εἶναι πονηρὸς εἰσηγήσαιτο μὲν τοῖς πολεμίοις ἃ χρὴ καταλαβεῖν τῶν χωρίων, δηλώσειε δʼ ἂν ἃ κακῶς φυλάττεται τῶν φρουρίων, διδάξειε δʼ ἂν ἃ πονηρῶς ἔχει τῶν πραγμάτων, μηνύσειε δʼ ἂν τοὺς βουλομένους ἀφίστασθαι τῶν συμμάχων;
しかし、自らの祖国について何も知らない者などいるでしょうか。 邪悪であろうと望むなら、どの土地を占領すべきかを敵に指図し、どの砦の守備が手薄であるかを明らかにし、事態のどこに不備があるかを教え、同盟国のうち誰が離反したがっているかを密告することなど、(誰にでも)できることではないでしょうか。
§36οὐ γὰρ δήπου, ὅτε μὲν ἔφευγε, διὰ τὴν δύναμιν κακῶς οἷός τʼ ἦν ποιεῖν τὴν πόλιν, ἐπειδὴ δὲ ὑμᾶς ἐξαπατήσας κατῆλθε καὶ πολλῶν ἦρξε τριήρων, οὔτε τοὺς πολεμίους ἐδύνατο ἐκ τῆς χώρας ἐκβαλεῖν, οὔτε Χίους οὓς ἀπέστησε πάλιν φίλους ποιῆσαι, οὔτε ἄλλο οὐδὲν ἀγαθὸν ὑμᾶς ἐργάσασθαι.
というのも、亡命していたときには彼の能力のゆえに国家に害悪を及ぼすことができたのに、あなた方を欺いて帰還し、多くの三段櫂船を率いることになったときには、敵を国土から追い出すこともできず、自らが離反させたキオス人たちを再び味方にすることもできず、あなた方に他のいかなる便益をもたらすこともできなかった、などということはあり得ないからです。
§37ὥστʼ οὐ χαλεπὸν γνῶναι ὅτι Ἀλκιβιάδης δυνάμει μὲν οὐδὲν τῶν ἄλλων διέφερε, πονηρία δὲ τῶν πολιτῶν πρῶτος ἦν.
したがって、アルキビアデスは能力において他の人々と何ら違わなかったが、邪悪さにおいては市民の中で第一人者であった、と知ることは困難ではありません。
ἃ μὲν γὰρ ᾔδει τῶν ὑμετέρων κακῶς ἔχοντα, μηνυτὴς αὐτῶν Λακεδαιμονίοις ἐγένετο· ἐπειδὴ δʼ ἔδει αὐτὸν στρατηγεῖν, οὐδὲν κακὸν ποιεῖν ἐκείνους ἐδύνατο, ἀλλʼ ὑποσχόμενος διʼ ἑαυτὸν παρέξειν βασιλέα χρήματα, πλεῖν ἢ διακόσια τάλαντα τῆς πόλεως ὑφείλετο.
なぜなら、あなた方の側に不備があることを彼が知っていたことについて、彼はそれをラケダイモン人に知らせる密告者となったからであり、他方、彼自身が将軍として指揮をとるべきであったときには、敵に何ら打撃を与えることができず、むしろ自分のおかげでペルシア王が資金を提供してくれると約束しながら、国家から200タラントン以上の金をかすめ取ったからです。