Humanitext Reader

吕西亚斯 · 控诉阿尔西比亚德斯之一 §19-28

对辩护者的批评与阿尔西比亚德斯的恶行

第 3 段,共 5 段 · 希腊语

内容简介

起诉人批评了亲属和将军们试图为阿尔西比亚德斯开脱的行为,并揭露了被告自青年时代以来的种种恶行,包括放荡、背叛父亲以及与亲属的不正当关系。

§19καίτοι πολλαὶ καὶ μεγάλαι καὶ ὑπὲρ ἁπάντων τῶν Ἑλλήνων γεγόνασι, καὶ οὐδὲν ὅμοιαι τοῖς ὑπὸ τούτων περὶ τὴν πόλιν πεπραγμένοις, ὦ ἄνδρες δικασταί.
然而,众位陪审员,(先祖的德行)不仅为数众多、伟大,而且是为了全体希腊人的利益,与这些人对城邦所做的事完全不同。
εἰ δʼ ἐκεῖνοι δοκοῦσι βελτίους εἶναι σῴζοντες τοὺς φίλους, δῆλον ὅτι καὶ ὑμεῖς ἀμείνους δόξετε εἶναι τιμωρούμενοι τοὺς ἐχθρούς.
如果那些人因为搭救自己的朋友而显得更为高尚,那么很明显,你们也会因为惩罚自己的敌人而显得更加高尚。
§20ἀξιῶ δʼ, ὦ ἄνδρες δικασταί, ἐὰν μέν τινες τῶν συγγενῶν αὐτὸν ἐξαιτῶνται, ὀργίζεσθαι ὅτι τούτου μὲν οὐκ ἐπεχείρησαν δεηθῆναι (ἢ δεηθέντες οὐκ ἐδύναντο εὑρέσθαι) ποιεῖν τὰ ὑπὸ τῆς πόλεως προσταττόμενα, ὑμᾶς δὲ πείθειν πειρῶνται ὡς οὐ §21χρὴ παρὰ τῶν ἀδικούντων δίκην λαμβάνειν· ἐὰν δέ τινες τῶν ἀρχόντων βοηθῶσιν αὐτῷ ἐπίδειξιν μὲν τῆς ἑαυτῶν δυνάμεως ποιούμενοι, φιλοτιμούμενοι δὲ ὅτι καὶ τοὺς φανερῶς ἡμαρτηκότας σῴζειν δύνανται, ὑμᾶς, χρὴ ὑπολαμβάνειν πρῶτον μὲν ὅτι, εἰ πάντες Ἀλκιβιάδῃ ὅμοιοι ἐγένοντο, οὐδὲν ἂν ἔδει τῶν στρατηγῶν (οὐδὲ γὰρ ἂν εἶχον ὅτου ἡγοῦντο), ἔπειθʼ ὅτι πολὺ μᾶλλον αὐτοὺς προσήκει τῶν λιπόντων τὴν τάξιν κατηγορεῖν ἢ ὑπὲρ τῶν τοιούτων ἀπολογεῖσθαι.
众位陪审员,我认为,如果有他的某些亲属为他求情,你们应该感到愤怒,因为他们不仅没有试图要求此人履行城邦所命令的事(或者即使要求了,也未能达到目的),反而试图说服你们:不应当惩罚作恶者;而如果有某些将军帮助他,以此来展示他们自己的力量,并因甚至能搭救公然犯法的人而自豪,那么你们首先必须明白,如果所有人都变得像阿尔西比亚德斯那样,就根本不需要将军了(因为他们将无人可率领),其次,对他们来说,控告那些开小差的人,要比为这样的人辩护合适得多。
τίς γὰρ ἔστιν ἐλπὶς τοὺς ἄλλους ἐθελήσειν ποιεῖν τὰ ὑπὸ τῶν στρατηγῶν προσταττόμενα, ὅταν αὐτοὶ οὗτοι τοὺς ἀκοσμοῦντας σῴζειν πειρῶνται;
因为,当这些将军自己都在试图搭救不守规矩的人时,还有什么希望让其他人愿意执行将军们所命令的事呢?
§22ἐγὼ τοίνυν ἀξιῶ, ἐὰν μὲν ἀποδείξωσιν οἱ λέγοντες καὶ αἰτούμενοι ὑπὲρ Ἀλκιβιάδου ὡς ἐστρατεύσατο ἐν τοῖς ὁπλίταις ἢ ὡς ἵππευε δεδοκιμασμένος, ἀποψηφίσασθαι· ἐὰν δὲ μηδὲν ἔχοντες δίκαιον κελεύωσιν αὑτοῖς χαρίζεσθαι, μεμνῆσθαι χρὴ ὅτι διδάσκουσιν ὑμᾶς ἐπιορκεῖν καὶ τοῖς νόμοις μὴ πείθεσθαι, καὶ ὅτι λίαν προθύμως τοῖς ἀδικοῦσι βοηθοῦντες πολλοὺς τῶν αὐτῶν ἔργων ἐπιθυμεῖν ποιήσουσι.
因此,我认为,如果为阿尔西比亚德斯辩护和求情的人能证明他曾在重装步兵中服役,或者是在通过审查后作为骑兵服役,你们就应当宣告他无罪;但如果他们没有任何正当理由,却要求你们对他们施予恩惠,你们就必须记住,他们是在教你们违背誓言、不服从法律,并且由于他们过于热心地帮助作恶者,他们会使许多人也渴望做出同样的行径。
§23θαυμάζω δὲ μάλιστα, ὦ ἄνδρες δικασταί, εἴ τις ὑμῶν τὸν Ἀλκιβιάδην ἀξιώσει διὰ μὲν τοὺς βοηθοῦντας σῴζεσθαι, διὰ δὲ τὴν αὐτοῦ πονηρίαν μὴ ἀπολέσθαι.
众位陪审员,我感到最奇怪的是,如果你们中有人认为阿尔西比亚德斯应该因为那些帮助他的人而得救,却不应该因为他自己的邪恶而灭亡。
ἧς ἄξιον ὑμᾶς ἀκοῦσαι, ἵνʼ ἐπίστησθε ὅτι οὐκ ἂν εἰκότως αὐτοῦ ἀποψηφίζοισθε, ὡς ταῦτα μὲν ἡμαρτηκότος, τὰ δʼ ἄλλα πολίτου χρηστοῦ γεγενημένου· ἐκ γὰρ τῶν ἄλλων τῶν τούτῳ πεπραγμένων δικαίως ἂν αὐτοῦ θάνατον καταψηφίζοισθε.
你们有必要听听他的这种邪恶,以便明白你们绝不应该理所当然地宣告他无罪,仿佛他虽然在这件事上犯了罪,但在其他方面却是个好公民一样;因为根据此人所犯下的其他所有罪行,你们判定他死刑才是公正的。
§24προσήκει δʼ ὑμῖν περὶ αὐτῶν εἰδέναι· ἐπειδὴ γὰρ καὶ τῶν ἀπολογουμένων ἀποδέχεσθε λεγόντων τὰς σφετέρας αὐτῶν ἀρετὰς καὶ τὰς τῶν προγόνων εὐεργεσίας, εἰκὸς ὑμᾶς καὶ τῶν κατηγόρων ἀκροᾶσθαι, ἐὰν ἀποφαίνωσι τοὺς φεύγοντας πολλὰ εἰς ὑμᾶς ἡμαρτηκότας καὶ τοὺς προγόνους αὐτῶν πολλῶν κακῶν αἰτίους γεγενημένους.
你们有必要了解这些事;因为既然你们在辩护者述说他们自己的美德和先祖的恩惠时予以接受,那么,如果起诉人指明被告对你们犯下了许多罪行、且他们的先祖是许多灾难的根源,你们理所当然也应该听取起诉人的陈述。
§25οὗτος γὰρ παῖς μὲν ὢν παρʼ Ἀρχεδήμῳ τῷ γλάμωνι, τῷ οὐκ ὀλίγα τῶν ὑμετέρων ὑφῃρημένῳ, πολλῶν ὁρώντων ἔπινεν ὑπὸ τῷ αὐτῷ ἱματίῳ κατακείμενος, ἐκώμαζε δὲ μεθʼ ἡμέραν, ἄνηβος ἑταίραν ἔχων, μιμούμενος τοὺς ἑαυτοῦ προγόνους, καὶ ἡγούμενος οὐκ ἂν δύνασθαι πρεσβύτερος ὢν λαμπρὸς γενέσθαι, εἰ μὴ νέος ὢν πονηρότατος δόξει εἶναι.
此人在还是个孩子的时候,住在“眼眵”阿尔刻德摩斯——那个偷了你们不少财产的人——家里。 在众目睽睽之下,他盖着同一件斗篷躺着喝酒,白日里便狂欢作乐,尚未成年便蓄养妓女,模仿他自己的先祖,并认为如果自己年轻时不显得最为邪恶,年长时就无法变得显赫。
§26μετεπέμφθη δʼ ὑπὸ Ἀλκιβιάδου, ἐπειδὴ φανερῶς ἐξημάρτανε.
由于他公然作恶,他被阿尔西比亚德斯召回。
καίτοι ποῖόν τινα χρὴ αὐτὸν ὑφʼ ὑμῶν νομίζεσθαι εἶναι, ὅστις κἀκείνῳ τοιαῦτʼ ἐπιτηδεύων διεβέβλητο ὃς τοὺς ἄλλους ταῦτʼ ἐδίδασκε;
然而,你们应该认为他是个怎样的人呢? 他因为做出这些行径,甚至被那个教导他人这些恶行的父亲所厌恶。
μετὰ Θεοτίμου δὲ ἐπιβουλεύσας τῷ πατρὶ Ὄρνους προὔδωκεν.
他与狄奥提摩斯一起阴谋反对他的父亲,出卖了奥尔诺伊。
ὁ δὲ παραλαβὼν τὸ χωρίον πρότερον μὲν ὕβριζεν αὐτὸν ὡραῖον ὄντα, τελευτῶν δὲ δήσας ἀργύριον εἰσεπράττετο.
但后者在占领该地后,起初因为他年轻貌美而凌辱他,最后将他绑起来勒索钱财。
§27ὁ δὲ πατὴρ αὐτὸν οὕτως ἐμίσει σφόδρα, ὥστʼ οὐδʼ ἂν ἀποθανόντος ἔφασκε τὰ ὀστᾶ κομίσασθαι.
他的父亲非常痛恨他,以至于声称即使他死了,自己也不会去收纳他的遗骨。
τελευτήσαντος δʼ ἐκείνου ἐραστὴς γενόμενος Ἀρχεβιάδης αὐτὸν ἐλύσατο.
但他父亲死后,成为他情人的阿尔刻比亚德斯将他赎了出来。
οὐ πολλῷ δὲ χρόνῳ ὕστερον κατακυβεύσας τὰ ὄντα, ἐκ Λευκῆς ἀκτῆς ὁρμώμενος τοὺς φίλους κατεπόντιζεν.
此后不久,他在赌博中输光了所有财产,从留刻·阿克特出发,将朋友们投入海中淹死。
§28ὅσα μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἢ εἰς τοὺς πολίτας ἢ εἰς τοὺς ξένους ἢ περὶ τοὺς αὑτοῦ οἰκείους ἢ περὶ τοὺς ἄλλους ἡμάρτηκε, μακρὸν ἂν εἴη λέγειν· Ἱππόνικος δὲ πολλοὺς παρακαλέσας ἐξέπεμψε τὴν αὑτοῦ γυναῖκα, φάσκων τοῦτον οὐχ ὡς ἀδελφὸν αὐτῆς ἀλλʼ ὡς ἄνδρα ἐκείνης εἰς τὴν οἰκίαν εἰσιέναι τὴν αὑτοῦ.
众位陪审员,关于他无论是对公民、对异邦人、对自己的亲属,还是对其他人所犯下的种种罪行,说起来就太长了;但是希波尼科斯在召集了许多证人之后,休掉了自己的妻子,声称这个男人进入自己的家,不是作为她的兄弟,而是作为她的丈夫。

词汇与语法注释

  1. §19πολλαὶ καὶ μεγάλαι — 主语被省略,但由于形容词是阴性复数主格形式,因此指代的是§18末尾的“τὰς τῶν προγόνων ἀρετάς”(先祖的德行)。
  2. §20ὀργίζεσθαι — 不定词 ὀργίζεσθαι(愤怒)是主句动词 ἀξιῶ(我认为应当/要求)的补足不定词,其逻辑主语是陪审员。对比句描述了他们应当感到愤怒的原因。
  3. §21εἰ πάντες Ἀλκιβιάδῃ ὅμοιοι ἐγένοντο, οὐδὲν ἂν ἔδει τῶν στρατηγῶν — 过去非事实条件句(虚拟语气)。条件从句使用不定过去时直陈式(ἐγένοντο),主句使用非人称动词的未完成过去时直陈式(ἔδει)并带 ἂν。
  4. §25εἰ μὴ νέος ὢν πονηρότατος δόξει εἶναι — 在 εἰ 条件从句中使用了将来直陈式 δόξει,与主句中的潜在不定词 οὐκ ἂν δύνασθαι 结合,表达了强烈的客观或主观确信:“除非年轻时显得最邪恶,否则年长时将无法变得显赫。”
  5. §26ὅστις κἀκείνῳ τοιαῦτʼ ἐπιτηδεύων διεβέβλητο — 使用了定性的关系代词 ὅστις(具有……性质的人),用以强调被告的极端邪恶:他甚至被那个教导他人作恶的父亲所厌恶。
  6. §28ἐξέπεμψε τὴν αὑτοῦ γυναῖκα — 动词 ἐξέπεμψε(送走)在古雅典法律背景下指“离婚”(将妻子赶出家门)这一正式行为。他在召集了许多证人(πολλοὺς παρακαλέσας)后正式办理了该手续。

引用这一段

吕西亚斯, 控诉阿尔西比亚德斯之一 §19-28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg014.humanitext-grc2:19-28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。