Humanitext Reader

吕西亚斯 · 控诉阿尔西比亚德斯之一 §38-47

揭露世仇罪行与请求判处有罪

第 5 段,共 5 段 · 希腊语

内容简介

控诉人揭露了被告父亲阿尔西比亚德斯过去的叛国行径和其家族的耻辱历史,强调被告是雅典城邦“世袭的敌人”。他严厉谴责了被告个人的放荡行为及其同伙的违法勾当,敦促陪审团排除一切恩情,判决其有罪。

§38καὶ οὕτω πολλὰ ἐνόμιζεν εἰς ὑμᾶς ἡμαρτηκέναι, ὥστε λέγειν δυνάμενος καὶ φίλων ὄντων καὶ χρήματα κεκτημένος οὐδέποτʼ ἐλθὼν εὐθύνας ἐτόλμησε δοῦναι, ἀλλὰ φυγὴν αὑτοῦ καταγνοὺς καὶ Θράκης καὶ πάσης πόλεως ἐβούλετο πολίτης γενέσθαι μᾶλλον ἢ τῆς πατρίδος εἶναι τῆς ἑαυτοῦ.
他认为自己对你们犯下了如此多的罪行,以至于尽管他能言善辩、拥有朋友和财产,却从未敢回来交账,反而判定自己流亡,宁愿成为色雷斯或任何其他城邦的公民,也不愿属于自己的祖国。
καὶ τὸ τελευταῖον, ὦ ἄνδρες δικασταί, ὑπερβολὴν ποιησάμενος τῆς προτέρας πονηρίας ἐτόλμησε τὰς ναῦς Λυσάνδρῳ μετὰ Ἀδειμάντου προδοῦναι.
最后,众位陪审员,他超越了先前的邪恶,竟敢与阿德曼托斯一起将船只出卖给莱桑德。
§39ὥστε εἴ τις ὑμῶν ἢ τοὺς τεθνεῶτας ἐν τῇ ναυμαχίᾳ ἐλεεῖ, ἢ ὑπὲρ τῶν δουλευσάντων τοῖς πολεμίοις αἰσχύνεται, ἢ τῶν τειχῶν καθῃρημένων ἀγανακτεῖ, ἢ Λακεδαιμονίους μισεῖ, ἢ τοῖς τριάκοντα ὀργίζεται, τούτων ἁπάντων χρὴ τὸν τούτου πατέρα αἴτιον ἡγεῖσθαι, καὶ ἐνθυμηθῆναι ὅτι Ἀλκιβιάδην μὲν τὸν πρόπαππον αὐτοῦ καὶ τὸν πατρὸς πρὸς μητρὸς πάππον Μεγακλέα οἱ ὑμέτεροι πρόγονοι δὶς ἀμφοτέρους ἐξωστράκισαν, τοῦ δὲ πατρὸς αὐτοῦ οἱ πρεσβύτεροι ὑμῶν θάνατον κατέγνωσαν,
因此,如果你们中有人怜悯在海战中牺牲的人,或为那些向敌人俯首称臣的人感到羞耻,或对城墙被拆毁感到愤慨,或憎恨拉刻代蒙人,或对三十人政权感到愤怒,就必须将所有这些归咎于这个人的父亲,并记住你们的先祖曾两次将他的曾祖父阿尔西比亚德斯和外祖父美加克勒斯两人都予以陶片放逐,而你们中的长辈则判处他的父亲死刑。
§40ὥστε νῦν χρὴ ἡγησαμένους πατρικὸν ἐχθρὸν τοῦτον εἶναι τῇ πόλει καταψηφίσασθαι, καὶ μήτε ἔλεον μήτε συγγνώμην μήτε χάριν μηδεμίαν περὶ πλείονος ποιήσασθαι τῶν νόμων τῶν κειμένων καὶ τῶν ὅρκων οὓς ὠμόσατε.
因此,现在你们必须视此人为城邦世袭的敌人并判他有罪,绝不能将怜悯、宽恕或任何恩惠看得比既定的法律和你们所立的誓言更重要。
§41σκέψασθαι δὲ χρή, ὦ ἄνδρες δικασταί, διὰ τί ἄν τις τοιούτων ἀνδρῶν φείσαιτο;
众位陪审员,必须考虑,为什么有人会宽容这样的男人?
πότερον ὡς πρὸς μὲν τὴν πόλιν δεδυστυχήκασιν, ἄλλως δὲ κόσμοί εἰσι καὶ σωφρόνως βεβιώκασιν;
难道是因为他们对城邦虽然不幸,但在其他方面却过着规矩和克制的生活吗?
οὐχ οἱ μὲν πολλοὶ αὐτῶν ἡταιρήκασιν, οἱ δʼ ἀδελφαῖς συγγεγόνασι, τοῖς δʼ ἐκ θυγατέρων παῖδες γεγόνασιν,
他们中的大多数人难道没有充当男妓,有些人与姐妹发生关系,还有些人与女儿生了孩子吗?
§42οἱ δὲ μυστήρια πεποιήκασι καὶ τοὺς Ἑρμᾶς περικεκόφασι καὶ περὶ πάντας τοὺς θεοὺς ἠσεβήκασι καὶ εἰς ἅπασαν τὴν πόλιν ἡμαρτήκασιν, ἀδίκως καὶ παρανόμως καὶ πρὸς τοὺς ἄλλους πολιτευόμενοι καὶ πρὸς σφᾶς αὐτοὺς διακείμενοι, οὐδεμιᾶς τόλμης ἀπεχόμενοι, οὐδὲ ἔργου δεινοῦ ἄπειροι γεγενημένοι;
他们难道没有亵渎秘仪、砍坏赫耳墨斯神像、对所有神灵不敬并对整个城邦犯下罪行吗? 他们对其他公民的行为是不公和非法的,他们彼此之间的关系也是如此,不因任何胆量而退缩,也没有任何可怕的恶行是他们未曾经历过的。
ἀλλὰ καὶ πεπόνθασιν καὶ πεποιήκασιν ἅπαντα.
事实上,他们经历并做了一切坏事。
οὕτω γὰρ διάκεινται, ὥστʼ ἐπὶ μὲν τοῖς καλοῖς αἰσχύνεσθαι, ἐπὶ δὲ τοῖς κακοῖς φιλοτιμεῖσθαι.
因为他们的本性是:视高尚的事为耻辱,却以恶行自豪。
§43καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ἤδη τινῶν ἀπεψηφίσασθε ἀδικεῖν μὲν νομίσαντες, οἰόμενοι δʼ εἰς τὸ λοιπὸν χρησίμους ὑμῖν ἔσεσθαι.
况且,众位陪审员,你们以前也曾释放过一些人,虽然你们认为他们有罪,但以为他们今后会对你们有用。
τίς οὖν ἐλπὶς ὑπὸ τούτου τι ἀγαθὸν πείσεσθαι τὴν πόλιν, ὃν ὑμεῖς, ὅτι μὲν οὐδενὸς ἄξιός ἐστιν, ἐπειδὰν ἀπολογῆται, εἴσεσθε, ὅτι δὲ πονηρός ἐστιν ἐκ τῶν ἄλλων ἐπιτηδευμάτων ἤσθησθε;
那么,指望从这个人那里给城邦带来什么好处有什么希望呢? 当他辩护时,你们就会知道他一无是处;而通过他平时的其他行径,你们已经发觉他是邪恶的。
§44ἀλλὰ μὲν δὴ οὐδʼ ἂν ἐξελθὼν ἐκ τῆς πόλεως οὐδὲν δύναιτο κακὸν ὑμᾶς ἐργάσασθαι, δειλὸς ὢν καὶ πένης καὶ πράττειν ἀδύνατος καὶ τοῖς οἰκείοις διάφορος καὶ ὑπὸ τῶν ἄλλων μισούμενος. ὥστʼ οὐδὲ τούτων ἕνεκα αὐτὸν ἄξιον φυλάττεσθαι,
但是,即使他离开了城邦,他也无法对你们造成任何伤害,因为他胆小、贫穷、无能为力、与亲属不和,并被其他人憎恨。
§45ἀλλὰ πολὺ μᾶλλον παράδειγμα ποιῆσαι καὶ τοῖς ἄλλοις καὶ τοῖς τούτου φίλοις, οἳ τὰ μὲν προσταττόμενα ποιεῖν οὐκ ἐθέλουσι, τοιούτων δʼ ἔργων ἐπιθυμοῦσι, καὶ περὶ τῶν σφετέρων αὐτῶν κακῶς βουλευσάμενοι περὶ τῶν ὑμετέρων δημηγοροῦσιν.
因此,甚至不值得为了这些原因而提防他,反而更应该将他作为其他人和他的朋友们的反面教材。 那些人不愿意做被命令的事,却渴望这样的勾当,他们在自己事务上出谋划策极差,却在公民大会上对你们的事务大发议论。
§46ἐγὼ μὲν οὖν ὡς ἐδυνάμην ἄριστα κατηγόρηκα, ἐπίσταμαι δʼ ὅτι οἱ μὲν ἄλλοι τῶν ἀκροωμένων θαυμάζουσιν, ὅπως ποθʼ οὕτως ἀκριβῶς ἐδυνήθην ἐξευρεῖν τὰ τούτων ἁμαρτήματα, οὗτος δέ μου καταγελᾷ, ὅτι οὐδὲ πολλοστὸν μέρος εἴρηκα τῶν τούτοις ὑπαρχόντων κακῶν.
因此,我已经尽我所能作了最好的指控;我知道,听众中的其他人都在惊讶,我究竟是如何能够如此准确地查明他们的罪行的,而此人却在嘲笑我,因为我连他们所具有的恶行的极小一部分都没有说出来。
§47ὑμεῖς οὖν καὶ τὰ εἰρημένα καὶ τὰ παραλελειμμένα ἀναλογισάμενοι πολὺ μᾶλλον αὐτοῦ καταψηφίσασθε, ἐνθυμηθέντες ὅτι ἔνοχος μέν ἐστι τῇ γραφῇ, μεγάλη δʼ εὐτυχία τὸ τοιούτων πολιτῶν ἀπαλλαγῆναι τῇ πόλει.
因此,你们在衡量了已说的和未说的内容之后,应该更要判他有罪,记住他确实触犯了起诉书,而且城邦摆脱这样的公民是巨大的幸运。
ἀνάγνωθι δʼ αὐτοῖς τοὺς νόμους καὶ τοὺς ὅρκους καὶ τὴν γραφήν· καὶ τούτων μεμνημένοι ψηφιοῦνται τὰ δίκαια.
请向他们宣读法律、誓言和起诉书;记住这些,他们将做出公正的判决。
Νόμοι Ὅρκοι Γραφή
法律誓言起诉书

词汇与语法注释

  1. §38φυγὴν αὑτοῦ καταγνοὺς — 意为“判定自己流亡”或“自认有罪而逃亡”。动词 `καταγιγνώσκω` 通常指法庭判决,此处与反身代词属格 `αὑτοῦ` 连用,表示在正式判决前主动选择流亡以逃避制裁。
  2. §39τούτων ἁπάντων χρὴ τὸν τούτου πατέρα αἴτιον ἡγεῖσθαι — 属格短语 `τούτων ἁπάντων`(对于所有这些)受形容词 `αἴτιον`(……的原因、对……负责)支配。此句强调被告的父亲应该对前文条件从句中所提及的战败、城墙被毁、三十人僭主统治等一系列历史悲剧负全部责任。
  3. §41πότερον ὡς πρὸς μὲν τὴν πόλιν δεδυστυχήκασιν — 小词 `ὡς` 引导一个主观原因(“因为……”、“以……为由”)。它构成了由 `πότερον` 引入的双重疑问句的前半部分,形成反问:“难道是因为他们对城邦仅仅是不幸,但在其他方面却过着守规矩的生活吗?”
  4. §43ὃν ὑμεῖς, ὅτι μὲν οὐδενὸς ἄξιός ἐστιν, ἐπειδὰν ἀπολογῆται, εἴσεσθε, ὅτι δὲ πονηρός ἐστιν ἐκ τῶν ἄλλων ἐπιτηδευμάτων ἤσθησθε — 关系代词 `ὃν` 指代主句中的 `τούτου`。该从句内部包含 `ὅτι μὲν...` 和 `ὅτι δὲ...` 两个名词性从句的对称对照。它精妙地对比了陪审员们将来在其辩护时才会“明白”的事(`εἴσεσθε`,动词 `οἶδα` 的将来时),以及通过其平时恶行现在已经“发觉”的事(`ἤσθησθε`,动词 `αἰσθάνομαι` 的完成时)。
  5. §44ὥστʼ οὐδὲ τούτων ἕνεκα αὐτὸν ἄξιον φυλάττεσθαι — 不定式 `φυλάττεσθαι` 是动词 `φυλάττω` 的中间语态或被动语态形式。结合前文“他即使流亡国外也因贫弱而无力作恶”的论证,此处意为“甚至不值得为了这些防范性的原因而将他扣留并加以监视”。

引用这一段

吕西亚斯, 控诉阿尔西比亚德斯之一 §38-47. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg014.humanitext-grc2:38-47

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。