§11ἔτι τοίνυν σκέψασθε, ὦ ἄνδρες δικασταί· οὑτοσὶ γάρ μοι δοκεῖ ὑπὸ ῥᾳθυμίας καὶ μαλακίας οὐδʼ εἰς Ἄρειον πάγον ἀναβεβηκέναι.
诸位陪审员,请进一步考虑:在我看来,此人由于懒惰和软弱,甚至从未上过阿雷奥帕格斯山。
πάντες γὰρ ἐπίστασθε ὅτι ἐν ἐκείνῳ τῷ χωρίῳ, ὅταν τὰς τοῦ φόνου δίκας δικάζωνται, οὐ διὰ τούτου τοῦ ὀνόματος τὰς διωμοσίας ποιοῦνται, ἀλλὰ διʼ οὗπερ ἐγὼ κακῶς ἀκήκοα· ὁ μὲν γὰρ διώκων ὡς ἔκτεινε διόμνυται, ὁ δὲ φεύγων ὡς οὐκ ἔκτεινεν.
因为你们都知道,在那个地方审判命案时,他们不使用“杀人犯”这个词来进行宣誓,而是使用我因此被诽谤的那个词;因为原告发誓说被告“杀了人”,而被告发誓说自己“没有杀人”。
§12οὐκ οὖν ἄτοπον ἂν εἴη τὸν δράσαντʼ ἀφεῖναι φάσκοντα ἀνδροφόνον εἶναι, ὅτι ὁ διώκων, ὡς ἔκτεινε, τὸν φεύγοντα διωμόσατο;
那么,释放一个承认自己是“杀人犯”的作恶者,只因为原告对被告宣誓说他“杀了人”,这难道不荒谬吗?
τί γὰρ ταῦτα, ὧν οὗτος ἐρεῖ, διαφέρει;
因为这与此人要说的话有什么区别呢?
καὶ αὐτὸς μὲν Λυσιθέῳ κακηγορίας ἐδικάσω εἰπόντι σε ἐρριφέναι τὴν ἀσπίδα.
你自己也曾因吕西修斯说你“扔掉了”盾牌而起诉他诽谤。
καίτοι περὶ μὲν τοῦ ῥῖψαι οὐδὲν ἐν τῷ νόμῳ εἴρηται, ἐὰν δέ τις εἴπῃ ἀποβεβληκέναι τὴν ἀσπίδα, πεντακοσίας δραχμὰς ὀφείλειν κελεύει.
然而,法律中对于“扔掉”并未提及,但如果有人说“遗弃了”盾牌,法律则命令他罚款五百德拉克马。
§13οὐκ οὖν δεινόν, εἰ ὅταν μὲν δέῃ σὲ κακῶς ἀκούσαντα τοὺς ἐχθροὺς τιμωρεῖσθαι, οὕτω τοὺς νόμους ὥσπερ ἐγὼ νῦν λαμβάνεις, ὅταν δʼ ἕτερον παρὰ τοὺς νόμους εἴπῃς κακῶς, οὐκ ἀξιοῖς δοῦναι δίκην;
那么,当你在被诽谤后需要惩罚仇敌时,你就像我今天这样去理解法律,而当你违反法律诽谤他人时,你却认为自己不该受罚,这难道不可怕吗?
πότερον οὕτως σὺ δεινὸς εἶ ὥστε, ὅπως ἂν βούλῃ, οἷός τʼ εἶ χρῆσθαι τοῖς νόμοις, ἢ τοσοῦτον δύνασαι ὥστε οὐδέποτε οἴει τοὺς ἀδικουμένους ὑπὸ σοῦ τιμωρίας τεύξεσθαι;
难道你聪明到可以随心所欲地利用法律,还是你强大到认为被你侵害的人永远无法复仇?
εἶτʼ οὐκ αἰσχύνῃ οὕτως ἀνοήτως διακείμενος,
你难道不为自己持有如此愚蠢的态度而感到羞耻吗?
§14ὥστε οὐκ ἐξ ὧν εὖ πεποίηκας τὴν πόλιν, ἀλλʼ ἐξ ὧν ἀδικῶν οὐ δέδωκας δίκην, οἴει δεῖν πλεονεκτεῖν;
以至于你认为,自己不应该因对城邦做过的好事而获益,反倒应该因作恶而未受惩罚而占便宜?
καί μοι ἀνάγνωθι τὸν νόμον.
请给我宣读法律。
§15Νόμος
ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, ὑμᾶς μὲν πάντας εἰδέναι ἡγοῦμαι ὅτι ἐγὼ μὲν ὀρθῶς λέγω, τοῦτον δὲ οὕτω σκαιὸν εἶναι ὥστε οὐ δύνασθαι μαθεῖν τὰ λεγόμενα.
法律诸位陪审员,我认为你们大家都知道我说得对,而此人太愚蠢,以至于无法理解所说的话。
βούλομαι οὖν αὐτὸν καὶ ἐξ ἑτέρων νόμων περὶ τούτων διδάξαι, ἐάν πως ἀλλὰ νῦν ἐπὶ τοῦ βήματος παιδευθῇ καὶ τὸ λοιπὸν ἡμῖν μὴ παρέχῃ πράγματα.
因此,我也想通过其他法律在这些事情上教导他,说不定他现在在讲台上能受到点教育,今后不再给我们制造麻烦。
καί μοι ἀνάγνωθι τούτους τοὺς νόμους τοὺς Σόλωνος τοὺς παλαιούς.
请给我宣读梭伦的这些古老法律。
§16Νόμος
δεδέσθαι δʼ ἐν τῇ ποδοκάκκῃ ἡμέρας πέντε τὸν πόδα, ἐὰν
προστιμήσῃ ἡ ἡλιαία.
法律法律 “如果民众法庭判处附加刑,应将其脚在脚枷中绑紧五天。
ἡ ποδοκάκκη αὕτη ἐστίν, ὦ Θεόμνηστε, ὃ νῦν καλεῖται ἐν τῷ ξύλῳ δεδέσθαι.
” 塞奥姆内斯托斯,这里的“脚枷”就是现在所说的“绑在木刑具上”。
εἰ οὖν ὁ δεθεὶς ἐξελθὼν ἐν ταῖς εὐθύναις τῶν ἕνδεκα κατηγοροίη ὅτι οὐκ ἐν τῇ ποδοκάκκῃ ἐδέδετο ἀλλʼ ἐν τῷ ξύλῳ, οὐκ ἂν ἠλίθιον αὐτὸν νομίζοιεν;
如果一个被绑过的人在释放后,在十一委员的离职审计中,指控自己没有被绑在“脚枷”里而是被绑在“木刑具”上,难道人们不会认为他是傻瓜吗?
λέγε ἕτερον νόμον.
宣读另一条法律。
§17Νόμος
ἐπεγγυᾶν δʼ ἐπιορκήσαντα τὸν Ἀπόλλω.
法律 “对向阿波罗起誓者索取保证。
δεδιότα δὲ δίκης ἕνεκα δρασκάζειν.
因害怕审判而逃跑。
τοῦτο τὸ ἐπιορκήσαντα ὀμόσαντά ἐστι, τό τε δρασκάζειν, ὃ νῦν ἀποδιδράσκειν ὀνομάζομεν.
” 这里的“起誓”就是“宣誓”的意思,而“逃跑”就是我们现在所说的“逃走”。
ὅστις δὲ ἀπίλλει τῇ θύρᾳ, ἔνδον τοῦ κλέπτου ὄντος.
“泥棒在内,而以门阻之者。
τὸ ἀπίλλειν τοῦτο ἀποκλείειν νομίζεται, καὶ μηδὲν διὰ τοῦτο διαφέρου.
” 这里的“阻”被理解为“关在外面”,你并不会因此有任何不同。
§18τὸ ἀργύριον στάσιμον εἶναι ἐφʼ ὁπόσῳ ἂν βούληται ὁ δανείζων.
“货币利息应按出借人所愿的数额计算。
τὸ στάσιμον τοῦτό ἐστιν, ὦ βέλτιστε, οὐ ζυγῷ ἱστάναι ἀλλὰ τόκον πράττεσθαι ὁπόσον ἂν βούληται.
” 我优秀的朋友,这里的“按数额”指的不是用天平去称,而是按出借人所愿的数额收取利息。
ἔτι δʼ ἀνάγνωθι τουτουὶ τοῦ νόμου τὸ τελευταῖον.
请继续宣读这条法律的最后部分。
§19Νόμος
ὅσαι δὲ πεφασμένως πολοῦνται,
καὶ
οἰκῆος βλάβης τὴν διπλὴν
εἶναι ὀφείλειν.
法律 “凡公然行倡者,以及对于家奴之损害,应偿还双倍。
προσέχετε τὸν νοῦν.
” 请注意。
τὸ μὲν πεφασμένως ἐστὶ φανερῶς, πολεῖσθαι δὲ βαδίζειν, τὸ δὲ οἰκῆος θεράποντος.
“公然”就是“公开地”,“行倡”就是“行走”,“家奴”就是“仆人”。
§20πολλὰ δὲ τοιαῦτα καὶ ἄλλα ἐστίν, ὦ ἄνδρες δικασταί.
诸位陪审员,像这样的例子还有很多。
ἀλλʼ εἰ μὴ σιδηροῦς ἐστιν, οἴομαι αὐτὸν ἔννουν γεγονέναι ὅτι τὰ μὲν πράγματα ταὐτά ἐστι νῦν τε καὶ πάλαι, τῶν δὲ ὀνομάτων ἐνίοις οὐ τοῖς αὐτοῖς χρώμεθα νῦν τε καὶ πρότερον.
但如果他不是铁石心肠,我想他应该已经明白,事情本身无论现在还是过去都是一样的,只是我们对于其中一些名称的用法,现在和过去有所不同。
δηλώσει δέ· οἰχήσεται γὰρ ἀπιὼν ἀπὸ τοῦ βήματος σιωπῇ.
他会证明这一点的;因为他将默默地从讲台上走开。
§21εἰ δὲ μή, δέομαι ὑμῶν, ὦ ἄνδρες δικασταί, τὰ δίκαια ψηφίσασθαι, ἐνθυμουμένους ὅτι πολὺ μεῖζον κακόν ἐστιν ἀκοῦσαί τινα τὸν πατέρα ἀπεκτονέναι ἢ τὴν ἀσπίδα ἀποβεβληκέναι.
如果不是这样,诸位陪审员,我恳求你们做出公正的判决,记住:听到有人说自己杀了父亲,比听到说自己丢了盾牌,是痛苦得多的恶名。
ἐγὼ γοῦν δεξαίμην ἂν πάσας τὰς ἀσπίδας ἐρριφέναι ἢ τοιαύτην γνώμην ἔχειν περὶ τὸν πατέρα.
至少对我来说,我宁愿承认自己扔掉了所有的盾牌,也不愿关于我的父亲有这样的恶名。