← リュシアス

第十弁論 テオムネストス告訴 その一

§11-21

ソロンの古法と文言でなく意図を重んじる法解釈

原告は、アレオパゴスの殺人裁判での宣誓やソロンの古い法律の難解な語彙を引き合いに出し、文字面ではなく法の「意図」が重要であることを論じ、被告の反論を封じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§11

ἔτι τοίνυν σκέψασθε, ὦ ἄνδρες δικασταί· οὑτοσὶ γάρ μοι δοκεῖ ὑπὸ ῥᾳθυμίας καὶ μαλακίας οὐδʼ εἰς Ἄρειον πάγον ἀναβεβηκέναι. πάντες γὰρ ἐπίστασθε ὅτι ἐν ἐκείνῳ τῷ χωρίῳ, ὅταν τὰς τοῦ φόνου δίκας δικάζωνται, οὐ διὰ τούτου τοῦ ὀνόματος τὰς διωμοσίας ποιοῦνται, ἀλλὰ διʼ οὗπερ1 ἐγὼ κακῶς ἀκήκοα· ὁ μὲν γὰρ διώκων ὡς ἔκτεινε διόμνυται, ὁ δὲ φεύγων ὡς οὐκ ἔκτεινεν.

さらに検討してください、裁判員諸君。この男は怠惰と軟弱さのゆえに、アレオパゴスに登ったことさえ(裁判のために)ないように私には思われます。というのも、あなた方は皆知っているからです、あの場所で殺人罪の裁判が行われるとき、彼らはこの名によって宣誓を行うのではなく、私が中傷されたまさにその言葉によって行うのだということを。実際、原告は「殺した」と宣誓し、被告は「殺していない」と宣誓するのです。

§12

οὐκ οὖν ἄτοπον ἂν εἴη τὸν δράσαντʼ ἀφεῖναι φάσκοντα ἀνδροφόνον εἶναι,2 ὅτι ὁ διώκων, ὡς ἔκτεινε, τὸν φεύγοντα διωμόσατο; τί γὰρ ταῦτα, ὧν οὗτος ἐρεῖ, διαφέρει; καὶ αὐτὸς μὲν Λυσιθέῳ κακηγορίας ἐδικάσω εἰπόντι σε ἐρριφέναι τὴν ἀσπίδα. καίτοι περὶ μὲν τοῦ ῥῖψαι οὐδὲν ἐν τῷ νόμῳ εἴρηται, ἐὰν δέ τις εἴπῃ ἀποβεβληκέναι τὴν ἀσπίδα, πεντακοσίας δραχμὰς ὀφείλειν κελεύει.

それなら、実行者を釈放して、自分は人殺しであることを認めながらも、原告が「殺した」と被告に対して宣誓したからという理由で無罪にするのは、奇妙なことではないでしょうか。この男の言おうとしていることは、これと何が違うというのでしょうか。そして、あなた自身、リュシテオスがあなたに「盾を投げ捨てた」と言ったとき、彼を名誉毀損で訴えましたね。しかしながら、「投げ捨てる」ことについては法律には何も書かれておらず、誰かが盾を「遺棄した」と言った場合には、五百ドラクマの支払いを命じているのです。

§13

οὐκ οὖν δεινόν, εἰ ὅταν μὲν δέῃ σὲ κακῶς ἀκούσαντα τοὺς ἐχθροὺς τιμωρεῖσθαι, οὕτω τοὺς νόμους ὥσπερ ἐγὼ νῦν λαμβάνεις, ὅταν δʼ ἕτερον παρὰ τοὺς νόμους εἴπῃς κακῶς, οὐκ ἀξιοῖς δοῦναι δίκην; πότερον οὕτως σὺ δεινὸς εἶ ὥστε, ὅπως ἂν βούλῃ, οἷός τʼ εἶ χρῆσθαι τοῖς νόμοις, ἢ τοσοῦτον δύνασαι ὥστε οὐδέποτε οἴει τοὺς ἀδικουμένους ὑπὸ σοῦ τιμωρίας τεύξεσθαι; εἶτʼ οὐκ αἰσχύνῃ οὕτως ἀνοήτως διακείμενος, ὥστε οὐκ ἐξ ὧν εὖ πεποίηκας τὴν πόλιν, ἀλλʼ ἐξ ὧν ἀδικῶν οὐ δέδωκας δίκην, οἴει δεῖν πλεονεκτεῖν; καί μοι ἀνάγνωθι τὸν νόμον. Νόμος ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, ὑμᾶς μὲν πάντας εἰδέναι ἡγοῦμαι ὅτι ἐγὼ μὲν ὀρθῶς λέγω, τοῦτον δὲ οὕτω σκαιὸν εἶναι ὥστε οὐ δύνασθαι μαθεῖν τὰ λεγόμενα. βούλομαι οὖν αὐτὸν καὶ ἐξ ἑτέρων νόμων περὶ τούτων διδάξαι, ἐάν πως ἀλλὰ νῦν ἐπὶ τοῦ βήματος παιδευθῇ καὶ τὸ λοιπὸν ἡμῖν μὴ παρέχῃ πράγματα. καί μοι ἀνάγνωθι τούτους τοὺς νόμους τοὺς Σόλωνος τοὺς παλαιούς. Νόμος δεδέσθαι3 δʼ ἐν τῇ ποδοκάκκῃ ἡμέρας πέντε τὸν πόδα, ἐὰν προστιμήσῃ ἡ ἡλιαία. ἡ ποδοκάκκη αὕτη ἐστίν, ὦ Θεόμνηστε, ὃ νῦν καλεῖται ἐν τῷ ξύλῳ δεδέσθαι. εἰ οὖν ὁ δεθεὶς ἐξελθὼν ἐν ταῖς εὐθύναις τῶν ἕνδεκα κατηγοροίη ὅτι οὐκ ἐν τῇ ποδοκάκκῃ ἐδέδετο ἀλλʼ ἐν τῷ ξύλῳ, οὐκ ἂν ἠλίθιον αὐτὸν νομίζοιεν; λέγε ἕτερον νόμον.

それなら、自分が中傷されたときに敵を罰する必要があるときには、私が今しているように法律をそのように解釈するのに、自分が他者を法律に反して中傷したときには、罰を受けるのが当然だとは思わないというのは、ひどいことではないでしょうか。君は、自分が望むように法律を利用できるほど抜け目がないのか、それとも、君によって不義な目に遭わされた人々が報復を得ることは決してないと考えるほど強力なのか、どちらなのですか。その上、それほど愚かな考えを持っていて恥ずかしくないのですか、その結果、あなたが国家に善いことをしたからではなく、不正を行いながらも罰を受けてこなかったことから、得をすべきだと考えているのですか。私に法律を読んでください。 法律さて、裁判員諸君、私は、私の方が正しく語っており、この男はあまりにも愚かで、語られていることを理解できないのだと、あなた方全員が知っていると考えます。そこで私は、他の法律からもこのことについて彼に教えたいと思います。そうすれば、せめて今、演壇の上で教育され、今後は私たちに厄介な事を起こさないようになるかもしれないからです。そして、ソロンのこれら古い法律を読んでください。 法律法律 「もし民衆裁判所が追加の刑を科すならば、その足を足枷に五日間縛り付けておくものとする。」 テオムネストスよ、この「足枷」とは、現在「木材に縛られる」と呼ばれているものです。もし拘束されていた者が釈放された後、十一人委員の監査において、自分は足枷ではなく木材に縛られていたのだと告発したとしたら、人々は彼を愚か者だと思わないでしょうか。別の法律を読みなさい。

§17

Νόμος ἐπεγγυᾶν δʼ ἐπιορκήσαντα τὸν Ἀπόλλω. δεδιότα δὲ δίκης ἕνεκα δρασκάζειν. τοῦτο τὸ ἐπιορκήσαντα ὀμόσαντά ἐστι, τό τε δρασκάζειν, ὃ νῦν ἀποδιδράσκειν ὀνομάζομεν. ὅστις δὲ ἀπίλλει τῇ θύρᾳ, ἔνδον τοῦ κλέπτου ὄντος. τὸ ἀπίλλειν τοῦτο ἀποκλείειν νομίζεται, καὶ μηδὲν διὰ τοῦτο διαφέρου.

法律 「アポロンにかけて誓った者は保証人を出させるものとする。裁判を恐れて逃亡すること。」 この「誓った者」とは「誓いを立てた者」のことであり、また「逃亡する」とは、現在私たちが「逃げ出す」と呼んでいるものです。 「泥棒が中にいるのに、ドアで外に閉め出す者は……」 この「閉め出す」は「閉鎖する」と解されており、このことで何も言い争わないでください。

§18

τὸ ἀργύριον στάσιμον εἶναι ἐφʼ ὁπόσῳ ἂν βούληται ὁ δανείζων. τὸ στάσιμον τοῦτό ἐστιν, ὦ βέλτιστε, οὐ ζυγῷ ἱστάναι ἀλλὰ τόκον πράττεσθαι ὁπόσον ἂν βούληται. ἔτι δʼ ἀνάγνωθι τουτουὶ τοῦ νόμου τὸ τελευταῖον.

「貨幣は、貸し手が必要とするだけの利息で貸し出し可能とする。」 我が友よ、この「貸し出し可能」とは、天秤で量ることではなく、望むだけの利息を取ることです。さらに、この法律の最後の部分を読んでください。

§19

Νόμος ὅσαι δὲ πεφασμένως πολοῦνται, καὶ οἰκῆος βλάβης4 τὴν διπλὴν εἶναι ὀφείλειν. προσέχετε τὸν νοῦν. τὸ μὲν πεφασμένως ἐστὶ φανερῶς, πολεῖσθαι δὲ βαδίζειν, τὸ δὲ οἰκῆος θεράποντος.

法律 「公然と歩き回る女性たちについては、そして、家人の損害については二倍を支払う義務がある。」 注意して聞いてください。「公然と」は「公に」のことであり、「歩き回る」は「歩く」、そして「家人の」は「召使いの」のことです。

§20

πολλὰ δὲ τοιαῦτα καὶ ἄλλα ἐστίν, ὦ ἄνδρες δικασταί. ἀλλʼ εἰ μὴ σιδηροῦς ἐστιν, οἴομαι αὐτὸν ἔννουν γεγονέναι ὅτι τὰ μὲν πράγματα ταὐτά ἐστι νῦν τε καὶ πάλαι, τῶν δὲ ὀνομάτων ἐνίοις οὐ τοῖς αὐτοῖς χρώμεθα νῦν τε καὶ πρότερον. δηλώσει δέ· οἰχήσεται γὰρ ἀπιὼν ἀπὸ τοῦ βήματος σιωπῇ.

裁判員諸君、このような例は他にもたくさんあります。しかし、もし彼が鉄(のように頑な)でないならば、事柄そのものは今も昔も同じであるが、言葉の中には今と昔で同じものを用いていないものもあるということを、理解したと思います。彼はそれを自ら示すでしょう。なぜなら、沈黙したまま演壇から立ち去るでしょうから。

§21

εἰ δὲ μή, δέομαι ὑμῶν, ὦ ἄνδρες δικασταί, τὰ δίκαια ψηφίσασθαι, ἐνθυμουμένους ὅτι πολὺ μεῖζον κακόν ἐστιν ἀκοῦσαί τινα τὸν πατέρα ἀπεκτονέναι ἢ τὴν ἀσπίδα ἀποβεβληκέναι. ἐγὼ γοῦν δεξαίμην ἂν πάσας τὰς ἀσπίδας ἐρριφέναι ἢ τοιαύτην γνώμην ἔχειν περὶ τὸν πατέρα.

もしそうでないなら、裁判員諸君、正当な判決を下してくださるようあなた方にお願いします。父親を殺したと言われることは、盾を遺棄したと言われることよりも、はるかに大きな苦痛であることを心に留めて。少なくとも私なら、自分の父親に対してそのような考えを持つよりは、すべての盾を投げ捨てたことの方を選ぶでしょう。

構文注4 件
  1. 11διʼ οὗπερ

    関係代名詞 ὅσπερ が前置詞 διὰ(〜によって)の支配を受けて属格の中性単数形 οὗπερ になっている。先行詞(直前の τοῦ ὀνόματος から補われる ὀνόματος「言葉」)が省略されている。

  2. 12τὸν δράσαντʼ ἀφεῖναι φάσκοντα ἀνδροφόνον εἶναι

    非人称表現 ἄτοπον ἂν εἴη(奇妙であろう)に導かれた対格不定詞構文。不定詞 ἀφεῖναι(釈放すること)の意味上の主語(裁判官など)は省略されており、τὸν δράσαντα(実行した者を)はその直接目的語である。分詞 φάσκοντα は τὸν δράσαντα に係り、その補語として ἀνδροφόνον εἶναι を取る。

  3. 16δεδέσθαι

    法律の条文において、命令や規定を表すために主節の動詞の代わりに用いられる「命令的不定詞(infinitive of command)」。

  4. 19οἰκῆος βλάβης

    ソロンの古風な法律の記述。οἰκῆος(οἰκεύς「家僕、奴隷」の属格)は βλάβης(「損害、害」の属格)に掛かる。法律用語において、二倍の補償責任が適用される対象(「家人の損害に対して」)を示す属格関係。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(19 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 3 件
  • 2026-09-30 表記の統一 — 訳文 14 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0540.tlg010.humanitext-grc2:11-21