§22οὗτος οὖν ἔνοχος μὲν ὢν τῇ αἰτίᾳ, ἐλάττονος δὲ οὔσης αὐτῷ τῆς συμφορᾶς, οὐ μόνον ὑφʼ ὑμῶν ἠλεήθη, ἀλλὰ καὶ τὸν μαρτυρήσαντα ἠτίμωσεν.
因此,此人虽然对该指控负有责任,且其不幸较轻,却不仅得到了你们的同情,而且还剥夺了作证者的名誉。
ἐγὼ δὲ ἑωρακὼς μὲν ἐκεῖνο τοῦτον ποιήσαντα ὃ καὶ ὑμεῖς ἴστε, αὐτὸς δὲ σώσας τὴν ἀσπίδα, ἀκηκοὼς δὲ οὕτως ἀνόσιον καὶ δεινὸν πρᾶγμα, μεγίστης δὲ οὔσης μοι τῆς συμφορᾶς, εἰ ἀποφεύξεται, τούτῳ δʼ οὐδενὸς ἀξίας, εἰ κακηγορίας ἁλώσεται, οὐκ ἄρα δίκην παρʼ αὐτοῦ λήψομαι;
而我,既目睹了此人做出你们也知道的那个行为,自己又保全了盾牌,且听到了如此不敬而可怕的流言,如果他被无罪释放,对我来说将是最大的不幸,而对他来说,如果因诽谤而被定罪则是微不足道的不幸,难道我竟不能从他那里得到公正的判决吗?
τίνος ὄντος ἐμοὶ πρὸς ὑμᾶς ἐγκλήματος;
我与你们之间能有什么过节呢?
§23πότερον ὅτι δικαίως ἀκήκοα;
是因为我受到诽谤是公正的吗?
ἀλλʼ οὐδʼ ἂν αὐτοὶ φήσαιτε.
但连你们自己也不会这样说。
ἀλλʼ ὅτι βελτίων καὶ ἐκ βελτιόνων ὁ φεύγων ἐμοῦ;
还是因为被告比我更好,且出身于比我更好的祖先?
ἀλλʼ οὐδʼ ἂν αὐτὸς ἀξιώσειεν.
但连他自己也不会这样主张。
ἀλλʼ ὅτι ἀποβεβληκὼς τὰ ὅπλα δικάζομαι κακηγορίας τῷ σώσαντι;
或者是由于我丢失了武器,却向保全了武器的他提起诽谤诉讼?
ἀλλʼ οὐχ οὗτος ὁ λόγος ἐν τῇ πόλει κατεσκέδασται.
但这绝不是城邦里流传的说法。
§24ἀναμνήσθητε δὲ ὅτι μεγάλην καὶ καλὴν ἐκείνην δωρεὰν αὐτῷ δεδώκατε· ἐν ᾗ τίς οὐκ ἂν ἐλεήσειε Διονύσιον, τοιαύτῃ μὲν συμφορᾷ περιπεπτωκότα, ἄνδρα δὲ ἄριστον ἐν τοῖς κινδύνοις γεγενημένον,
请记住,你们曾给予他那份伟大而美好的恩惠;在这恩惠中,谁能不同情迪奥尼修斯呢?
§25ἀπιόντα δὲ ἀπὸ τοῦ δικαστηρίου λέγοντα ὅτι δυστυχεστάτην ἐκείνην εἴημεν στρατείαν ἐστρατευμένοι, ἐν ᾗ πολλοὶ μὲν ἡμῶν ἀπέθανον, οἱ δὲ σώσαντες τὰ ὅπλα ὑπὸ τῶν ἀποβαλόντων ψευδομαρτυρίων ἑαλώκασι, κρεῖττον δὲ ἦν αὐτῷ τότε ἀποθανεῖν ἢ οἴκαδʼ ἐλθόντι τοιαύτῃ τύχῃ χρῆσθαι;
他陷入了如此的不幸,且在危难中曾是一位极其优秀的人,当他离开法庭时,说我们曾进行过那场最不幸的远征,在那次远征中,我们许多人死去了,而保全了武器的人却被那些丢失武器的人以伪证罪定罪,对他来说,当时死去也比回到家里面临这样的命运要好。
§26μὴ τοίνυν ἀκούσαντά τε Θεόμνηστον κακῶς τὰ προσήκοντα ἐλεεῖτε, καὶ ὑβρίζοντι καὶ λέγοντι παρὰ τοὺς νόμους συγγνώμην ἔχετε.
因此,请不要在塞奥姆内斯托斯受到理所当然的指责时同情他,也不要在他进行侮辱和违反法律发言时宽容他。
τίς γὰρ ἂν ἐμοὶ μείζων ταύτης γένοιτο συμφορά, περὶ τοιούτου πατρὸς οὕτως αἰσχρὰς αἰτίας ἀκηκοότι;
对于我来说,听到关于这样一位父亲的如此可耻指控,还能有什么比这更大的不幸呢?
§27ὃς πολλάκις μὲν ἐστρατήγησε, πολλοὺς δὲ καὶ ἄλλους κινδύνους μεθʼ ὑμῶν ἐκινδύνευσε· καὶ οὔτε τοῖς πολεμίοις τὸ ἐκείνου σῶμα ὑποχείριον ἐγένετο, οὔτε τοῖς πολίταις οὐδεμίαν πώποτε ὦφλεν εὐθύνην, ἔτη δὲ γεγονὼς ἑπτὰ καὶ ἑξήκοντα ἐν ὀλιγαρχίᾳ διʼ εὔνοιαν τοῦ ὑμετέρου πλήθους ἀπέθανεν.
他曾多次担任将军,并与你们一起冒过许多其他的危险;他的身体既未落入敌人的手中,也从未在卸任审计中向公民承担过任何处罚,在六十七岁时,他因对你们民主政治的忠诚而在寡头统治期间死去。
§28ἆρʼ ἄξιον ὀργισθῆναι τῷ τοιαῦτʼ εἰρηκότι καὶ βοηθῆσαι τῷ πατρί, ὡς καὶ ἐκείνου κακῶς ἀκηκοότος;
难道不应该对说出这种话的人发怒,并去援助父亲吗? 因为他也同样受到了诽谤。
τί γὰρ ἂν τούτου ἀνιαρότερον γένοιτο αὐτῷ, ἢ τεθνάναι μὲν ὑπὸ τῶν ἐχθρῶν, αἰτίαν δʼ ἔχειν ὑπὸ τῶν παίδων ἀνῃρῆσθαι;
对死者而言,还有什么比被敌人杀害,却又背负着被自己孩子杀害的指控更痛苦的事呢?
οὗ ἔτι καὶ νῦν, ὦ ἄνδρες δικασταί, τῆς ἀρετῆς τὰ μνημεῖα πρὸς τοῖς ὑμετέροις ἱεροῖς ἀνάκειται, τὰ δὲ τούτου καὶ τοῦ τούτου πατρὸς τῆς κακίας πρὸς τοῖς τῶν πολεμίων· οὕτω σύμφυτος αὐτοῖς ἡ δειλία.
诸位陪审员,他的德行纪念碑至今仍供奉在你们的神殿里,而此人和他父亲的懦弱纪念碑则在敌人的神殿里;懦弱对他们来说是如此根深蒂固。
§29καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ὅσῳ μείζους εἰσὶ καὶ νεανίαι τὰς ὄψεις, τοσούτῳ μᾶλλον ὀργῆς ἄξιοί εἰσι.
确实,诸位陪审员,他们的体格越大、外表越年轻,就越配得上愤怒。
δῆλον γὰρ ὅτι τοῖς μὲν σώμασι δύνανται, τὰς δὲ ψυχὰς οὐκ εὖ ἔχουσιν.
因为显而易见,他们身体强壮,但灵魂却不健全。
§30ἀκούω δʼ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέπεσθαι, ὡς ὀργισθεὶς εἴρηκε ταῦτα ἐμοῦ μαρτυρήσαντος τὴν αὐτὴν μαρτυρίαν Διονυσίῳ.
诸位陪审员,我听说他正在转向这一辩词,即因为我为迪奥尼修斯作了相同的证言,他是在愤怒之下才说出这些话的。
ὑμεῖς δʼ ἐνθυμεῖσθε, ὦ ἄνδρες δικασταί, ὅτι ὁ νομοθέτης οὐδεμίαν ὀργῇ συγγνώμην δίδωσιν, ἀλλὰ ζημιοῖ τὸν λέγοντα, ἐὰν μὴ ἀποφαίνῃ ὡς ἔστιν ἀληθῆ τὰ εἰρημένα.
但诸位陪审员,请你们记住,立法者绝不宽容愤怒,而是会惩罚说话者,除非他能证明所说的是真实的。
ἐγὼ δὲ δὶς ἤδη περὶ τούτου μεμαρτύρηκα·
关于这一点,我已经作了两次证。
οὐ γὰρ πω ᾔδη ὅτι ὑμεῖς τοὺς μὲν ἰδόντας τιμωρεῖσθε, τοῖς δὲ ἀποβαλοῦσι συγγνώμην ἔχετε.
因为我还不知道你们惩罚目击者,却宽容丢失盾牌的人。
§31περὶ μὲν οὖν τούτων οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· ἐγὼ δʼ ὑμῶν δέομαι καταψηφίσασθαι Θεομνήστου, ἐνθυμουμένους ὅτι οὐκ ἂν γένοιτο τούτου μείζων ἀγών μοι.
因此,关于这些事,我不知道还有什么需要多说的;但我请求你们判定塞奥姆内斯托斯有罪,记住对我来说没有比这更大的诉讼了。
νῦν γὰρ διώκω μὲν κακηγορίας, τῇ δʼ αὐτῇ ψήφῳ φόνου φεύγω τοῦ πατρός, ὃς μόνος, ἐπειδὴ τάχιστα ἐδοκιμάσθην, ἐπεξῆλθον τοῖς τριάκοντα ἐν Ἀρείῳ πάγῳ.
因为现在我虽然起诉他诽谤,但我同时也是用同一张选票在为自己免受弑父罪名而辩护——我可是唯一在通过资格审查后,便立即在阿雷奥帕格斯起诉三十人僭主的人。
§32ὧν μεμνημένοι καὶ ἐμοὶ καὶ τῷ πατρὶ βοηθήσατε καὶ τοῖς νόμοις τοῖς κειμένοις καὶ τοῖς ὅρκοις οἷς ὀμωμόκατε.
记住这些,请援助我和我的父亲,以及现行的法律和你们所宣过的誓言。