§1μαρτύρων μὲν οὐκ ἀπορίαν μοι ἔσεσθαι δοκῶ, ὦ ἄνδρες δικασταί·
诸位陪审员,我想我不会缺少证人。
πολλοὺς γὰρ ὑμῶν ὁρῶ δικάζοντας τῶν τότε παρόντων, ὅτε Λυσίθεος Θεόμνηστον εἰσήγγελλε τὰ ὅπλα ἀποβεβληκότα, οὐκ ἐξὸν αὐτῷ, δημηγορεῖν·
因为我看到,在座的许多陪审员都在场,当时吕西修斯指控塞奥姆内斯托斯在丢弃武器后、在不被允许的情况下在公民大会上发言。
ἐν ἐκείνῳ γὰρ τῷ ἀγῶνι τὸν πατέρα μʼ ἔφασκεν ἀπεκτονέναι τὸν ἐμαυτοῦ.
因为在那场诉讼中,他声称我杀了我自己的父亲。
ἐγὼ δʼ, §2εἰ μὲν τὸν ἑαυτοῦ με ἀπεκτονέναι ᾐτιᾶτο, συγγνώμην ἂν εἶχον αὐτῷ τῶν εἰρημένων (φαῦλον γὰρ αὐτὸν καὶ οὐδενὸς ἄξιον ἡγούμην)· οὐδʼ εἴ τι ἄλλο τῶν ἀπορρήτων ἤκουσα, οὐκ ἂν ἐπεξῆλθον αὐτῷ (ἀνελευθέρου γὰρ καὶ λίαν φιλοδίκου εἶναι νομίζω κακηγορίας δικάζεσθαι)· §3νυνὶ δὲ αἰσχρόν μοι εἶναι δοκεῖ τοῦ πατρός, οὕτω πολλοῦ ἀξίου γεγενημένου καὶ ὑμῖν καὶ τῇ πόλει, μὴ τιμωρήσασθαι τὸν ταῦτʼ εἰρηκότα, καὶ παρʼ ὑμῶν εἰδέναι βούλομαι πότερον δώσει δίκην, ἢ τούτῳ μόνῳ Ἀθηναίων ἐξαίρετόν ἐστι καὶ ποιεῖν καὶ λέγειν παρὰ τοὺς νόμους ὅ τι ἂν βούληται.
而我,如果他指控我杀了他自己的父亲,我会原谅他的这些话(因为我认为他是一个无能且毫无价值的人);如果我听到了其他任何被禁止的话,也不会起诉他(因为我认为,为了诽谤而打官司,是卑劣且过于好诉者的特征);但现在,为了我的父亲,他无论是对你们还是对城邦都有如此巨大的价值,如果不向说这些话的人报仇,在我看来是耻辱的,并且我想从你们这里知道,他是否会受到惩罚,还是在雅典人中只有他享有特权,可以违反法律做他想做、说他想说的任何事情。
§4ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, ἔτη ἐστὶ δύο καὶ τριάκοντα, ἐξ ὅτου δʼ ὑμεῖς κατεληλύθατε, εἰκοστὸν τουτί.
因为,诸位陪审员,我今年三十二岁,自你们返回以来,这是第二十年。
φαίνομαι οὖν τρισκαιδεκέτης ὢν ὅτε ὁ πατὴρ ὑπὸ τῶν τριάκοντα ἀπέθνησκε.
因此,显而易见,当我的父亲被三十人政权杀害时,我才十三岁。
ταύτην δὲ ἔχων τὴν ἡλικίαν οὔτε τί ἔστιν ὀλιγαρχία ἠπιστάμην, οὔτε ἂν ἐκείνῳ ἀδικουμένῳ ἐδυνάμην βοηθῆσαι.
处于那个年龄的我,既不知道什么是寡头政治,也无法在父亲遭受不公时帮助他。
§5καὶ μὲν δὴ οὐκ ὀρθῶς τῶν χρημάτων ἕνεκα ἐπεβούλευσα ἂν αὐτῷ·
而且,我确实不可能为了钱财而合理地向他图谋不轨。
ὁ γὰρ πρεσβύτερος ἀδελφὸς Πανταλέων ἅπαντα παρέλαβε, καὶ ἐπιτροπεύσας ἡμᾶς τῶν πατρῴων ἀπεστέρησεν, ὥστε πολλῶν ἕνεκα, ὦ ἄνδρες δικασταί, προσήκει μοι αὐτὸν βούλεσθαι ζῆν.
因为我的长兄潘塔莱翁继承了所有的财产,并作为我们的监护人剥夺了我们的家产,所以,诸位陪审员,出于许多原因,我本来应该希望他活着。
ἀνάγκη μὲν οὖν περὶ αὐτῶν μνησθῆναι, οὐδὲν δὲ δεῖ πολλῶν λόγων· σχεδὸν γὰρ ἐπίστασθε ἅπαντες ὅτι ἀληθῆ λέγω.
因此,虽然有必要提及这些事情,但没有必要长篇大论;因为你们几乎所有人都知道我说的是实话。
ὅμως δὲ μάρτυρας αὐτῶν παρέξομαι.
尽管如此,我还是要提供这些事情的证人。
§6Μάρτυρες
ἴσως τοίνυν, ὦ ἄνδρες δικασταί, περὶ τούτων μὲν οὐδὲν ἀπολογήσεται, ἐρεῖ δὲ πρὸς ὑμᾶς ἅπερ ἐτόλμα λέγειν καὶ πρὸς τὸν διαιτητήν, ὡς οὐκ ἔστι τῶν ἀπορρήτων, ἐάν τις εἴπῃ τὸν πατέρα ἀπεκτονέναι· τὸν γὰρ νόμον οὐ ταῦτʼ ἀπαγορεύειν, ἀλλʼ ἀνδροφόνον οὐκ ἐᾶν λέγειν.
证人们因此,诸位陪审员,他或许不会在这些事情上做任何辩白,而是会向你们说他之前在仲裁人面前也敢说的话:如果有人说杀了父亲,这不属于被禁止的词汇;因为法律并没有禁止这些话,而是不允许说“杀人犯”。
§7ἐγὼ δὲ οἶμαι ὑμᾶς, ὦ ἄνδρες δικασταί, οὐ περὶ τῶν ὀνομάτων διαφέρεσθαι ἀλλὰ τῆς τούτων διανοίας, καὶ πάντας εἰδέναι, ὅτι ὅσοι ἀπεκτόνασί τινας, καὶ ἀνδροφόνοι εἰσί, καὶ ὅσοι ἀνδροφόνοι εἰσί, καὶ ἀπεκτόνασί τινας.
但我认为,诸位陪审员,你们争论的不是词语的字面本身,而是这些词语的意图,并且所有人都知道,凡是杀了人的人都是杀人犯,凡是杀人犯的人都杀了人。
πολὺ γὰρ ἔργον ἦν τῷ νομοθέτῃ ἅπαντα τὰ ὀνόματα γράφειν ὅσα τὴν αὐτὴν δύναμιν ἔχει· ἀλλὰ περὶ ἑνὸς εἰπὼν περὶ πάντων ἐδήλωσεν.
因为对于立法者来说,把所有具有相同效力的词语都写出来是一项巨大的工程;但他通过提及一个词,就阐明了所有词。
§8οὐ γὰρ δήπου, ὦ Θεόμνηστε, εἰ μέν τίς σε εἴποι πατραλοίαν ἢ μητραλοίαν, ἠξίους ἂν αὐτὸν ὀφλεῖν σοι δίκην, εἰ δέ τις εἴποι ὡς τὴν τεκοῦσαν ἢ τὸν φύσαντα ἔτυπτες, ᾤου ἂν αὐτὸν ἀζήμιον δεῖν εἶναι ὡς οὐδὲν τῶν ἀπορρήτων εἰρηκότα.
因为,塞奥姆内斯托斯,如果有人称你为弑父者或弑母者,你肯定会要求他向你支付罚金;但如果有人说你打了生你的母亲或生你的父亲,难道你就会认为他不应该受罚,因为他没有说任何被禁止的词吗?
§9ἡδέως γὰρ ἄν σου πυθοίμην (περὶ τοῦτο γὰρ δεινὸς εἶ καὶ μεμελέτηκας καὶ ποιεῖν καὶ λέγειν)· εἴ τίς σε εἴποι ῥῖψαι τὴν ἀσπίδα (ἐν δὲ τῷ νόμῳ εἴρηται,
ἐάν τις φάσκῃ ἀποβεβληκέναι, ὑπόδικον εἶναι
), οὐκ ἂν ἐδικάζου αὐτῷ ἀλλʼ ἐξήρκει ἄν σοι ἐρριφέναι τὴν ἀσπίδα λέγοντι οὐδέν σοι μέλειν;
我倒很乐意请教你(因为你在这些事情上很擅长,并且已经练习了如何做和如何说):如果有人说你扔掉了盾牌(而法律中规定,如果有人声称遗弃了武器,就要受到起诉),难道你不会起诉他,还是只要他说他扔掉了盾牌并声称这与你无关,你就感到满意了?
§10οὐδὲ γὰρ τὸ αὐτό ἐστι ῥῖψαι καὶ ἀποβεβληκέναι·
因为“扔掉”和“遗弃”确实不是同一回事。
ἀλλʼ οὐδʼ ἂν τῶν ἕνδεκα γενόμενος ἀποδέξαιο, εἴ τις ἀπάγοι τινὰ φάσκων θοἰμάτιον ἀποδεδύσθαι ἢ τὸν χιτωνίσκον ἐκδεδύσθαι, ἀλλʼ ἀφείης ἂν τὸν αὐτὸν τρόπον, ὅτι οὐ λωποδύτης ὀνομάζεται.
不仅如此,如果你成为了十一委员之一,如果有人押送来一个人,声称他的斗篷被剥去或内衣被扒掉,难道你会因为此人不被称为“盗衣贼”而以同样的方式释放他吗?
οὐδʼ εἴ τις παῖδα ἐξαγαγὼν ληφθείη, οὐκ ἂν φάσκοις αὐτὸν ἀνδραποδιστὴν εἶναι, εἴπερ μαχεῖ τοῖς ὀνόμασιν, ἀλλὰ μὴ τοῖς ἔργοις τὸν νοῦν προσέξεις, ὧν ἕνεκα τὰ ὀνόματα πάντες τίθενται.
如果有人拐走一个孩子并被捕,如果你非要争论这些词汇,而不去关注人们以此来命名词语的“行为”本身,难道你会否认他是“拐骗人口者”吗?