Humanitext Reader

吕西亚斯 · 国葬演说 §9-18

庇护赫拉克勒斯之子与雅典人的土生起源

第 2 段,共 8 段 · 希腊语

内容简介

演说者叙述了雅典人如何坚持正义将进攻底比斯的死者安葬在埃勒夫西斯,如何通过击败伯罗奔尼撒联军来保护被欧律斯透斯追捕的赫拉克勒斯之子,并强调了雅典人土生土长的尊贵出身以及民主政治的建立。

§9ἀλλὰ τοὺς τεθνεῶτας ἐν τῷ πολέμῳ ἀξιοῦντες τῶν νομιζομένων τυγχάνειν πρὸς τοὺς ἑτέρους ὑπὲρ ἀμφοτέρων ἐκινδύνευσαν, ὑπὲρ μὲν τῶν, ἵνα μηκέτι εἰς τοὺς τεθνεῶτας ἐξαμαρτάνοντες πλείω περὶ τοὺς θεοὺς ἐξυβρίσωσιν, ὑπὲρ δὲ τῶν ἑτέρων, ἵνα μὴ πρότερον εἰς τὴν αὑτῶν ἀπέλθωσι πατρίου τιμῆς ἀτυχήσαντες καὶ Ἑλληνικοῦ νόμου στερηθέντες καὶ κοινῆς ἐλπίδος ἡμαρτηκότες.
而是认为在战争中死去的人应该得到合乎习俗的葬仪,于是他们对抗那一方,为了双方而冒了危险:一方面是为了底比斯人,免得他们继续对死者犯下罪过,从而更加亵渎神明;另一方面是为了死者,免得他们在回到自己的归宿之前,无法获得祖先的尊荣、被剥夺希腊人的共同法律,并失去共同的希望。
§10ταῦτα διανοηθέντες, καὶ τὰς ἐν τῷ πολέμῳ τύχας κοινὰς ἁπάντων ἀνθρώπων νομίζοντες, πολλοὺς μὲν πολεμίους κτώμενοι, τὸ δὲ δίκαιον ἔχοντες σύμμαχον ἐνίκων μαχόμενοι.
如此考虑之后,并且认为战争中的命运是全人类所共有的,虽然树立了许多敌人,但因为有正义作为同盟,他们在战斗中赢得了胜利。
καὶ οὐχ ὑπὸ τῆς τύχης ἐπαρθέντες μείζονος παρὰ Καδμείων τιμωρίας ἐπεθύμησαν, ἀλλʼ ἐκείνοις μὲν ἀντὶ τῆς ἀσεβείας τὴν ἑαυτῶν ἀρετὴν ἐπεδείξαντο, αὐτοὶ δὲ λαβόντες τὰ ἆθλα ὧνπερ ἕνεκα ἀφίκοντο, τοὺς Ἀργείων νεκρούς, ἔθαψαν ἐν τῇ αὑτῶν Ἐλευσῖνι.
他们并没有因一时的幸运而骄傲自满,去追求对卡德摩斯人更严厉的惩罚,而是向他们展示了自己的美德来对抗其不敬;他们自己则得到了为此而来的奖赏——即阿耳戈斯人的尸骨,并将其安葬在他们自己的埃勒夫西斯。
περὶ μὲν οὖν τοὺς ἀποθανόντας τῶν ἑπτὰ ἐπὶ Θήβας τοιοῦτοι γεγόνασιν.
因此,关于进攻底比斯的七雄中的死者,他们所做出的表现就是如此。
§11ὑστέρῳ δὲ χρόνῳ, ἐπειδὴ Ἡρακλῆς μὲν ἐξ ἀνθρώπων ἠφανίσθη, οἱ δὲ παῖδες αὐτοῦ ἔφευγον μὲν Εὐρυσθέα, ἐξηλαύνοντο δὲ ὑπὸ πάντων τῶν Ἑλλήνων, αἰσχυνομένων μὲν τοῖς ἔργοις, φοβουμένων δὲ τὴν Εὐρυσθέως δύναμιν, ἀφικόμενοι εἰς τήνδε τὴν πόλιν ἱκέται ἐπὶ τῶν βωμῶν ἐκαθέζοντο·
后来,当赫拉克勒斯从人间消失,他的孩子们为了躲避欧律斯透斯而逃亡,却被所有的希腊人驱逐——希腊人虽对这种行为感到羞耻,但又惧怕欧律斯透斯的权势——孩子们来到这座城市,作为求助者坐在祭坛前。
§12ἐξαιτουμένου δὲ αὐτοὺς Εὐρυσθέως Ἀθηναῖοι οὐκ ἠθέλησαν ἐκδοῦναι, ἀλλὰ τὴν Ἡρακλέους ἀρετὴν μᾶλλον ᾐδοῦντο ἢ τὸν κίνδυνον τὸν ἑαυτῶν ἐφοβοῦντο, καὶ ἠξίουν ὑπὲρ τῶν ἀσθενεστέρων μετὰ τοῦ δικαίου διαμάχεσθαι μᾶλλον ἢ τοῖς δυναμένοις χαριζόμενοι τοὺς ὑπʼ ἐκείνων ἀδικουμένους ἐκδοῦναι.
欧律斯透斯要求交出他们,但雅典人拒绝交出,他们敬重赫拉克勒斯的德行,胜过惧怕自己面临的危险,并认为应当与正义站在一起,为了弱者战斗到底,而不是为了讨好权贵而交出那些遭受他们迫害的人。
§13ἐπιστρατεύσαντος δʼ Εὐρυσθέως μετὰ τῶν ἐν ἐκείνῳ τῷ χρόνῳ Πελοπόννησον ἐχόντων, οὐκ ἐγγὺς τῶν δεινῶν γενόμενοι μετέγνωσαν, ἀλλὰ τὴν αὐτὴν εἶχον γνώμην ἥνπερ πρότερον, ἀγαθὸν μὲν οὐδὲν ἰδίᾳ ὑπὸ τοῦ πατρὸς αὐτῶν πεπονθότες, ἐκείνους τʼ οὐκ εἰδότες ὁποῖοί τινες ἄνδρες ἔσονται γενόμενοι· δίκαιον δὲ νομίζοντες εἶναι, §14οὐ προτέρας ἔχθρας ὑπαρχούσης πρὸς Εὐρυσθέα, οὐδὲ κέρδους προκειμένου πλὴν δόξης ἀγαθῆς, τοσοῦτον κίνδυνον ὑπὲρ αὐτῶν ἤραντο, τοὺς μὲν ἀδικουμένους ἐλεοῦντες, τοὺς δʼ ὑβρίζοντας μισοῦντες, καὶ τοὺς μὲν κωλύειν ἐπιχειροῦντες, τοῖς δʼ ἐπικουρεῖν ἀξιοῦντες, ἡγούμενοι ἐλευθερίας μὲν σημεῖον εἶναι μηδὲν ποιεῖν ἄκοντας, δικαιοσύνης δὲ τοῖς ἀδικουμένοις βοηθεῖν, εὐψυχίας δʼ ὑπὲρ τούτων ἀμφοτέρων, εἰ δέοι, §15μαχομένους ἀποθνῄσκειν.
当欧律斯透斯与当时统治伯罗奔尼撒的人一同进军时,雅典人并没有因为危险临近而改变主意,而是保持着和以前相同的想法,尽管他们个人未曾从这些孩子的父亲那里得到任何恩惠,也不知这些孩子长大后会成为怎样的人;但因为他们认为这是正义的,在与欧律斯透斯先前并无仇怨,且除了良好的名声之外别无利益摆在面前的情况下,他们为这些孩子承担了如此巨大的危险,因为他们怜悯遭受不义之人,憎恨骄横无礼之徒,并试图阻止后者,决心援助前者。 他们认为,违背意愿不作任何事是自由的标志,援助遭受不义之人是正义的标志,而为了这两者,如果需要的话,战死沙场是英勇的标志。
τοσοῦτον δʼ ἐφρόνουν ἀμφότεροι, ὥσθʼ οἱ μὲν μετʼ Εὐρυσθέως οὐδὲν παρʼ ἑκόντων ἐζήτουν εὑρίσκεσθαι, Ἀθηναῖοι δὲ οὐκ ἠξίουν Εὐρυσθέα αὐτὸν ἱκετεύοντα τοὺς ἱκέτας αὐτῶν ἐξελεῖν.
双方的意志都如此高傲,以至于欧律斯透斯一方不屑于从自愿者那里获得任何东西,而雅典人即使在欧律斯透斯亲自要求时,也不允许他带走他们的求助者。
παραταξάμενοι δʼ ἰδίᾳ δυνάμει τὴν ἐξ ἁπάσης Πελοποννήσου στρατιὰν ἐλθοῦσαν ἐνίκων μαχόμενοι, καὶ τῶν Ἡρακλέους παίδων τὰ μὲν σώματα εἰς ἄδειαν κατέστησαν, ἀπαλλάξαντες δὲ τοῦ δέους καὶ τὰς ψυχὰς ἠλευθέρωσαν, διὰ δὲ τὴν τοῦ πατρὸς ἀρετὴν ἐκείνους τοῖς αὑτῶν κινδύνοις ἐστεφάνωσαν.
雅典人以一己之师,列阵迎击来自整个伯罗奔尼撒的联军,并在战斗中赢得了胜利。 他们使赫拉克勒斯的孩子们人身安全得到了保障,使他们摆脱了恐惧,解脱了心灵,并因其父亲的德行,用自己所冒的危险为他们戴上了荣耀的桂冠。
§16τοσοῦτον δὲ εὐτυχέστεροι παῖδες ὄντες ἐγένοντο τοῦ πατρός· ὁ μὲν γάρ, καίπερ ὢν ἀγαθῶν πολλῶν αἴτιος ἅπασιν ἀνθρώποις, ἐπίπονον καὶ φιλόνικον καὶ φιλότιμον αὑτῷ καταστήσας τὸν βίον τοὺς μὲν ἄλλους ἀδικοῦντας ἐκόλασεν, Εὐρυσθέα δὲ καὶ ἐχθρὸν ὄντα καὶ εἰς αὐτὸν ἐξαμαρτάνοντα οὐχ οἷός τε ἦν τιμωρήσασθαι οἱ δὲ παῖδες αὐτοῦ διὰ τήνδε τὴν πόλιν τῇ αὐτῇ εἶδον ἡμέρᾳ τήν θʼ ἑαυτῶν σωτηρίαν καὶ τὴν· τῶν ἐχθρῶν τιμωρίαν.
这些作为孩子的人,比他们的父亲幸运得多;因为他们的父亲虽然是全人类许多福祉的源泉,却使自己的生活充满了劳苦、竞争和名誉的争夺,他惩罚了其他作恶者,却无法惩罚既是他的仇敌又对他犯下罪过的欧律斯透斯;然而他的孩子们由于这座城市,在同一天里既看到了自己的得救,又看到了对仇敌的惩罚。
§17πολλὰ μὲν ὑπῆρχε τοῖς ἡμετέροις προγόνοις μιᾷ γνώμῃ χρωμένοις περὶ τοῦ δικαίου διαμάχεσθαι· ἥ τε γὰρ ἀρχὴ τοῦ βίου δικαία·
我们的祖先怀着同一信念,为正义战斗到底,其原因有很多;因为他们生命的开端本身就是正义的。
οὐ γάρ, ὥσπερ οἱ πολλοί, πανταχόθεν συνειλεγμένοι καὶ ἑτέρους ἐκβαλόντες τὴν ἀλλοτρίαν ᾤκησαν, ἀλλʼ αὐτόχθονες ὄντες τὴν αὐτὴν ἐκέκτηντο μητέρα καὶ πατρίδα.
他们不像大多数人那样,是从四面八方聚集而来,通过驱逐他人来居住在别人的土地上,而是作为土生土长的人,拥有同一片土地既作为母亲,又作为祖国。
§18πρῶτοι δὲ καὶ μόνοι ἐν ἐκείνῳ τῷ χρόνῳ ἐκβαλόντες τὰς παρὰ σφίσιν αὐτοῖς δυναστείας δημοκρατίαν κατεστήσαντο, ἡγούμενοι τὴν πάντων ἐλευθερίαν ὁμόνοιαν εἶναι μεγίστην, κοινὰς δʼ ἀλλήλοις τὰς ἐκ τῶν κινδύνων ἐλπίδας ποιήσαντες ἐλευθέραις ταῖς ψυχαῖς ἐπολιτεύοντο,
他们也是在那个时代首先且唯一推翻了自己内部的独裁统治,并建立了民主制度的人,他们认为所有人的自由是最大的和谐,并将面临危险时的希望彼此共有,以自由的灵魂管理着城邦。

词汇与语法注释

  1. 9ὑπὲρ μὲν τῶν ... ὑπὲρ δὲ τῶν ἑτέρων — 这些定冠词起代词作用,承接前文提到的双方。`ὑπὲρ μὲν τῶν` 指代卡德摩斯人(底比斯人),免得他们对神明犯下更深的罪过;`ὑπὲρ δὲ τῶν ἑτέρων` 指代死者,免得他们未能获得祖先的尊荣就离世。
  2. 9εἰς τὴν αὑτῶν — 省略了阴性名词。在文脉中,除了可以理解为省略了 `γῆν`(土地、国家)外,作为死者灵魂的归宿,也可以理解为省略了 `χώραν`(阴间、冥府之处)或 `μοῖραν`(命运)。它传达了死者在未获得合乎礼俗的葬仪前,不应就此离去“前往属于他们自己的归宿”的语境。
  3. 13δίκαιον δὲ νομίζοντες εἶναι — 第13节末尾的这个分词短语解释了第14节主句动词 `ἤραντο`(承担危险)的原因。至于什么是 `δίκαιον εἶναι`(正义的事),则由第14节中的不定式短语如 `μηδὲν ποιεῖν ἄκοντας`(违背意愿不作任何事)和 `τοῖς ἀδικουμένους βοηθεῖν`(援助遭受不义之人)具体化。
  4. 15οὐδὲν παρʼ ἑκόντων ἐζήτουν εὑρίσκεσθαι — 带有被动不定式 `εὑρίσκεσθαι`(被获得、被找到)的表达方式。`παρʼ ἑκόντων` 意为“从自愿者(雅典人)那里”,整句话表达了欧律斯透斯一方不屑于通过雅典人的主动让步(妥协)来获得任何东西,而是企图诉诸武力强行夺取。

引用这一段

吕西亚斯, 国葬演说 §9-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg002.humanitext-grc2:9-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。