§1εἰ μὲν ἡγούμην οἷόν τε εἶναι, ὦ παρόντες ἐπὶ τῷδε τῷ τάφῳ, λόγῳ δηλῶσαι τὴν τῶν ἐνθάδε κειμένων ἀνδρῶν ἀρετήν, ἐμεμψάμην ἂν τοῖς ἐπαγγείλασιν ἐπʼ αὐτοῖς ἐξ ὀλίγων ἡμερῶν λέγειν·
诸位聚集在此墓前的人啊,如果我认为用言辞来彰显在此长眠之人的德行是可能的,那么我就会谴责那些命令在短短几天内为他们发表演说的人。
ἐπειδὴ δὲ πᾶσιν ἀνθρώποις ὁ πᾶς χρόνος οὐχ ἱκανὸς λόγον ἴσον παρασκευάσαι τοῖς τούτων ἔργοις, διὰ τοῦτο καὶ ἡ πόλις μοι δοκεῖ, προνοουμένη τῶν ἐνθάδε λεγόντων, ἐξ ὀλίγου τὴν πρόσταξιν ποιεῖσθαι, ἡγουμένη οὕτως ἂν μάλιστα συγγνώμης αὐτοὺς παρὰ τῶν ἀκουσάντων τυγχάνειν.
然而,既然对全人类而言,所有的时光都不足以准备一篇与他们的功绩相匹敌的演说,正因如此,在我看来,城邦也是在为在此演讲的人着想,才在临近时下达命令,认为唯有如此,他们才最能获得听众的宽恕。
§2ὅμως δὲ ὁ μὲν λόγος μοι περὶ τούτων, ὁ δʼ ἀγὼν οὐ πρὸς τὰ τούτων ἔργα ἀλλὰ πρὸς τοὺς πρότερον ἐπʼ αὐτοῖς εἰρηκότας.
然而,尽管我的演说是关于他们的,但我的竞争并不是针对他们的功绩,而是针对那些此前曾为他们发表过演说的人。
τοσαύτην γὰρ ἀφθονίαν παρεσκεύασεν ἡ τούτων ἀρετὴ καὶ τοῖς ποιεῖν δυναμένοις καὶ τοῖς εἰπεῖν βουληθεῖσιν, ὥστε καλὰ μὲν πολλὰ τοῖς προτέροις περὶ αὐτῶν εἰρῆσθαι, πολλὰ δὲ καὶ ἐκείνοις παραλελεῖφθαι, ἱκανὰ δὲ καὶ τοῖς ἐπιγιγνομένοις ἐξεῖναι εἰπεῖν·
因为他们的德行已经为那些有能力创作的人和那些希望演讲的人提供了如此丰富的素材,以至于虽然先辈们已经关于他们说了许多美妙的话,但也有许多东西被留给了后来者,使后人仍有充分的空间可以阐述。
οὔτε γὰρ γῆς ἄπειροι οὔτε θαλάττης οὐδεμιᾶς, πανταχῇ δὲ καὶ παρὰ πᾶσιν ἀνθρώποις οἱ τὰ αὑτῶν πενθοῦντες κακὰ τὰς τούτων ἀρετὰς ὑμνοῦσι.
因为他们对于任何陆地或海洋而言都不是默默无闻的,而且在任何地方、在所有人类之中,那些哀悼自身不幸的人都在歌颂这些人的德行。
§3πρῶτον μὲν οὖν τοὺς παλαιοὺς κινδύνους τῶν προγόνων δίειμι, μνήμην παρὰ τῆς φήμης λαβών·
因此,我首先将借助传闻的记忆,来叙述我们祖先昔日的危险。
ἄξιον γὰρ πᾶσιν ἀνθρώποις κἀκείνων μεμνῆσθαι, ὑμνοῦντας μὲν ἐν ταῖς ᾠδαῖς, λέγοντας δʼ ἐν ταῖς τῶν ἀγαθῶν γνώμαις, τιμῶντας δʼ ἐν τοῖς καιροῖς τοῖς τοιούτοις, παιδεύοντας δʼ ἐν τοῖς τῶν τεθνεώτων ἔργοις τοὺς ζῶντας.
因为对所有人来说,记住那些人也是值得的,要在歌谣中颂扬他们,在贤者的言论中谈论他们,在这样的时刻尊崇他们,并用逝者的功绩来教导生者。
§4Ἀμαζόνες γὰρ Ἄρεως μὲν τὸ παλαιὸν ἦσαν θυγατέρες, οἰκοῦσαι παρὰ τὸν Θερμώδοντα ποταμόν, μόναι μὲν ὡπλισμέναι σιδήρῳ τῶν περὶ αὐτάς, πρῶται δὲ τῶν πάντων ἐφʼ ἵππους ἀναβᾶσαι, οἷς ἀνελπίστως διʼ ἀπειρίαν τῶν ἐναντίων ᾕρουν μὲν τοὺς φεύγοντας, ἀπέλειπον δὲ διώκοντας·
因为古时亚马逊人是阿瑞斯的女儿,居住在瑟莫敦河畔,在她们周围的人中,唯有她们用铁武装自己,并且是所有人中最早骑上战马的。 由于对手缺乏经验,她们出人意料地骑着马俘获逃跑者,并抛离追击者。
ἐνομίζοντο δὲ διὰ τὴν εὐψυχίαν μᾶλλον ἄνδρες ἢ διὰ τὴν φύσιν γυναῖκες· πλέον γὰρ ἐδόκουν τῶν ἀνδρῶν ταῖς ψυχαῖς διαφέρειν ἢ ταῖς ἰδέαις ἐλλείπειν.
由于她们的英勇,她们被认为更像是男人,而非因其自然本性而被视为女人;因为她们在灵魂上超越男人的程度,似乎比在身形上逊色于男人的程度还要大。
§5ἄρχουσαι δὲ πολλῶν ἐθνῶν, καὶ ἔργῳ μὲν τοὺς περὶ αὐτὰς καταδεδουλωμέναι, λόγῳ δὲ περὶ τῆσδε τῆς χώρας ἀκούουσαι κλέος μέγα, πολλῆς δόξης καὶ μεγάλης ἐλπίδος χάριν παραλαβοῦσαι τὰ μαχιμώτατα τῶν ἐθνῶν ἐστράτευσαν ἐπὶ τήνδε τὴν πόλιν.
她们统治着许多民族,在事实上奴役了周围的人,并且通过传闻听到了关于这片土地的伟大名声,为了追求极大的名望和宏伟的期许,她们带领着最骁勇好战的民族向这座城市进军。
τυχοῦσαι δʼ ἀγαθῶν ἀνδρῶν ὁμοίας ἐκτήσαντο τὰς ψυχὰς τῇ φύσει, καὶ ἐναντίαν τὴν δόξαν τῆς προτέρας λαβοῦσαι μᾶλλον ἐκ τῶν κινδύνων ἢ ἐκ τῶν σωμάτων ἔδοξαν εἶναι γυναῖκες.
然而,遇到了优秀的男人之后,她们便获得了与其本性相符的灵魂(显露出女性的软弱),并得到了与先前相反的名声,人们通过她们所遭遇的险境,而非通过她们的身体,更清楚地看出她们确实是女人。
§6μόναις δʼ αὐταῖς οὐκ ἐξεγένετο ἐκ τῶν ἡμαρτημένων μαθούσαις περὶ τῶν λοιπῶν ἄμεινον βουλεύσασθαι, οὐδʼ οἴκαδε ἀπελθούσαις ἀπαγγεῖλαι τήν τε σφετέραν αὐτῶν δυστυχίαν καὶ τὴν τῶν ἡμετέρων προγόνων ἀρετήν·
唯独她们无法从自己的错误中汲取教训,以便为未来做更好的谋划,也未能返回家园去报告她们自己的不幸和我们祖先的德行。
αὐτοῦ γὰρ ἀποθανοῦσαι, καὶ δοῦσαι δίκην τῆς ἀνοίας, τῆσδε μὲν τῆς πόλεως διὰ τὴν ἀρετὴν ἀθάνατον τὴν μνήμην ἐποίησαν, τὴν δὲ ἑαυτῶν πατρίδα διὰ τὴν ἐνθάδε συμφορὰν ἀνώνυμον κατέστησαν.
因为她们死在了那里,为自己的愚蠢付出了代价,因其德行而使这座城市的记忆永垂不朽,却因在这里遭遇的灾难而使自己的祖国变得无名。
ἐκεῖναι μὲν οὖν τῆς ἀλλοτρίας ἀδίκως ἐπιθυμήσασαι τὴν ἑαυτῶν δικαίως ἀπώλεσαν.
因此,她们不义地觊觎他人的土地,便合乎正义地失去了自己的土地。
§7Ἀδράστου δὲ καὶ Πολυνείκους ἐπὶ Θήβας στρατευσάντων καὶ ἡττηθέντων μάχῃ, οὐκ ἐώντων Καδμείων θάπτειν τοὺς νεκρούς, Ἀθηναῖοι ἡγησάμενοι ἐκείνους μέν, εἴ τι ἠδίκουν, ἀποθανόντας δίκην ἔχειν τὴν μεγίστην, τοὺς δὲ κάτω τὰ αὑτῶν οὐ κομίζεσθαι, ἱερῶν δὲ μιαινομένων τοὺς ἄνω θεοὺς ἀσεβεῖσθαι, τὸ μὲν πρῶτον πέμψαντες κήρυκας ἐδέοντο αὐτῶν δοῦναι τῶν νεκρῶν ἀναίρεσιν,
当阿德拉斯托斯和波吕涅克斯向底比斯进军并在战斗中被打败,而卡德摩斯人(底比斯人)不准许埋葬死者时,雅典人认为,那些人即使犯了什么不义之罪,也已通过死亡付出了最大的代价,而阴间的神明未能收回属于它们的东西,天上的神明也因圣所受污而受到亵渎。
§8νομίζοντες ἀνδρῶν μὲν ἀγαθῶν εἶναι ζῶντας τοὺς ἐχθροὺς τιμωρήσασθαι, ἀπιστούντων δὲ σφίσιν αὐτοῖς ἐν τοῖς τῶν τεθνεώτων σώμασι τὴν εὐψυχίαν ἐπιδείκνυσθαι·
因此,雅典人首先派遣传令官,恳求他们准许收回尸骨,他们认为,在敌人活着时惩罚他们是勇士的职责,而只有对自己缺乏信心的人,才会在死者的尸体上展示自己的英勇。
οὐ δυνάμενοι δὲ τούτων τυχεῖν ἐστράτευσαν ἐπʼ αὐτούς, οὐδεμιᾶς διαφορᾶς πρότερον πρὸς Καδμείους ὑπαρχούσης, οὐδὲ τοῖς ζῶσιν Ἀργείων χαριζόμενοι,
由于无法获得这一请求,他们便向他们(底比斯人)发动了战争,尽管先前雅典人与卡德摩斯人之间并无任何恩怨,也并非为了讨好活着的阿耳戈斯人;