Humanitext Reader

吕西亚斯 · 国葬演说 §50-61

米隆尼得斯的胜利与七十年海上霸权

第 6 段,共 8 段 · 希腊语

内容简介

演讲者赞颂了在米隆尼得斯指挥下击退科林斯入侵的雅典留守老人与青年,并回顾了雅典长达七十年的海上霸权以及雅典战败后整个希腊的衰落。

§50Ἀθηναῖοι δὲ τῶν μὲν ἀπόντων, τῶν δʼ ἐγγὺς ὄντων, οὐδένα ἐτόλμησαν μεταπέμψασθαι· ταῖς δʼ αὑτῶν ψυχαῖς πιστεύσαντες καὶ τῶν ἐπιόντων καταφρονήσαντες οἱ γεραίτεροι καὶ οἱ τῆς ἡλικίας ἐντὸς γεγονότες ἠξίουν αὐτοὶ μόνοι τὸν κίνδυνον ποιήσασθαι, οἱ μὲν ἐμπειρία τὴν ἀρετήν, §51οἱ δὲ φύσει κεκτημένοι·
雅典人不敢召回任何远方或附近的人;但他们凭着自己的灵魂,轻视入侵者,年长者与未达兵役年龄的青年认为应当由他们独自面对危险,前者凭经验获得美德,\n 后者则凭天性。
καὶ οἱ μὲν αὐτοὶ πολλαχοῦ ἀγαθοὶ γεγενημένοι, οἱ δʼ ἐκείνους μιμούμενοι, τῶν μὲν πρεσβυτέρων ἄρχειν ἐπισταμένων, τῶν δὲ νεωτέρων τὸ ἐπιταττόμενον ποιεῖν δυναμένων,
他们中有些人曾在许多地方表现英勇,其他人则效仿他们,年长者懂得如何指挥,年轻者能够执行命令。
§52Μυρωνίδου στρατηγοῦντος ἀπαντήσαντες αὐτοὶ εἰς τὴν Μεγαρικὴν ἐνίκων μαχόμενοι ἅπασαν τὴν δύναμιν τὴν ἐκείνων τοῖς ἤδη ἀπειρηκόσι καὶ τοῖς οὔπω δυναμένοις, τοὺς εἰς τὴν σφετέραν ἐμβαλεῖν ἀξιώσαντας, εἰς τὴν ἀλλοτρίαν ἀπαντήσαντες,
\n 在米隆尼得斯的指挥下,他们亲自前往梅加里斯,凭借那些已经退役的人和那些尚未有能力的人,在战斗中战胜了敌人的全部主力。 面对那些企图侵入他们领土的人,他们主动出击,在异国土地上迎战;\n 他们为自己树立了最光荣、而对敌人来说最可耻的胜利纪念碑,其中一方在肉体上已无能为力,另一方则尚未有能力,但双方在灵魂上都证明了自己更为优越。
§53τρόπαιον δὲ στήσαντες καλλίστου μὲν αὐτοῖς ἔργου, αἰσχίστου δὲ τοῖς πολεμίοις, οἱ μὲν οὐκέτι τοῖς σώμασιν, οἱ δʼ οὔπω δυνάμενοι, ταῖς δὲ ψυχαῖς ἀμφότεροι κρείττους γενόμενοι, μετὰ καλλίστης δόξης εἰς τὴν αὑτῶν ἀπελθόντες οἱ μὲν πάλιν ἐπαιδεύοντο, οἱ δὲ περὶ τῶν λοιπῶν ἐβουλεύοντο.
他们带着极高的荣耀回到了自己的国家,青年人重新接受教育,年长者则商议其余的事务。
§54καθʼ ἕκαστον μὲν οὖν οὐ ῥᾴδιον τὰ ὑπὸ πολλῶν κινδυνευθέντα ὑφʼ ἑνὸς ῥηθῆναι, οὐδὲ τὰ ἐν ἅπαντι τῷ χρόνῳ πραχθέντα ἐν μιᾷ ἡμέρᾳ δηλωθῆναι.
\n 因此,要由一个人来讲述许多人冒着生命危险所做的事绝非易事,要在一天之内阐明所有时代所成就的功绩也非易事。
τίς γὰρ ἂν ἢ λόγος ἢ χρόνος ἢ ῥήτωρ ἱκανὸς γένοιτο μηνῦσαι τὴν τῶν ἐνθάδε κειμένων ἀνδρῶν ἀρετήν;
因为有什么言辞、什么时间或什么演说家,能够充分彰显长眠于此的这些人的美德呢?
§55μετὰ πλείστων γὰρ πόνων καὶ φανερωτάτων ἀγώνων καὶ καλλίστων κινδύνων ἐλευθέραν μὲν ἐποίησαν τὴν Ἑλλάδα, μεγίστην δʼ ἀπέδειξαν τὴν ἑαυτῶν πατρίδα, ἑβδομήκοντα μὲν ἔτη τῆς θαλάττης ἄρξαντες, ἀστασιάστους δὲ παρασχόντες τοὺς συμμάχους, §56οὐ τοῖς ὀλίγοις τοὺς πολλοὺς δουλεύειν ἀξιώσαντες, ἀλλὰ τὸ ἴσον ἔχειν ἅπαντας ἀναγκάσαντες, οὐδὲ τοὺς συμμάχους ἀσθενεῖς ποιοῦντες, ἀλλὰ κἀκείνους ἰσχυροὺς καθιστάντες, καὶ τὴν αὑτῶν δύναμιν τοσαύτην ἐπιδείξαντες, ὥσθʼ ὁ μέγας βασιλεὺς οὐκέτι τῶν ἀλλοτρίων ἐπεθύμει, ἀλλʼ ἐδίδου τῶν ἑαυτοῦ καὶ περὶ τῶν λοιπῶν ἐφοβεῖτο,
\n 因为他们付出了极大的辛劳、经历了最显赫的斗争和最光荣的危险,使希腊获得自由,并证明了他们自己的祖国是最伟大的。 他们统治海洋达七十年之久,使盟友免于内讧,\n 他们不认为少数人奴役多数人是正当的,而是强迫所有人享有平等,他们也不削弱盟友,而是使盟友同样强大,并展示了他们自身如此巨大的力量,以至于大王不再觊觎他人的领土,反而让出自己的部分领土,并为其留下的领土感到担忧。
§57καὶ οὔτε τριήρεις ἐν ἐκείνῳ τῷ χρόνῳ ἐκ τῆς Ἀσίας ἔπλευσαν, οὔτε τύραννος ἐν τοῖς Ἕλλησι κατέστη, οὔτε Ἑλληνὶς πόλις ὑπὸ τῶν βαρβάρων ἠνδραποδίσθη· τοσαύτην σωφροσύνην καὶ δέος ἡ τούτων ἀρετὴ πᾶσιν ἀνθρώποις παρεῖχεν.
\n 在那段时间里,既没有三段桨船从亚洲驶来,希腊人中也没有建立起僭主统治,更没有哪座希腊城市被蛮族奴役;这些人的美德在全人类中激发起如此巨大的自律与敬畏。
ὧν ἕνεκα δεῖ μόνους καὶ προστάτας τῶν Ἑλλήνων καὶ ἡγεμόνας τῶν πόλεων γίγνεσθαι.
因此,唯有他们应当成为希腊人的保护者和诸城市的领袖。
§58ἐπέδειξαν δὲ καὶ ἐν ταῖς δυστυχίαις τὴν ἑαυτῶν ἀρετήν.
\n 他们在不幸中也同样展现了自己的美德。
ἀπολομένων γὰρ τῶν νεῶν ἐν Ἑλλησπόντῳ εἴτε ἡγεμόνος κακίᾳ εἴτε θεῶν διανοίᾳ, καὶ συμφορᾶς ἐκείνης μεγίστης γενομένης καὶ ἡμῖν τοῖς δυστυχήσασι καὶ τοῖς ἄλλοις Ἕλλησιν, ἐδήλωσεν οὐ πολλῷ χρόνῳ ὕστερον ὅτι ἡ τῆς πόλεως δύναμις τῆς Ἑλλάδος ἦν σωτηρία.
当战船在赫勒斯滂因指挥官的无能或神明的旨意而全军覆没,且那一巨大的灾难降临在我们这些遭遇不幸的人以及其他希腊人身上时,此后不久便表明,这座城市的实力才是希腊的救星。
§59ἑτέρων γὰρ ἡγεμόνων γενομένων ἐνίκησαν μὲν ναυμαχοῦντες τοὺς Ἕλληνας οἱ πρότερον εἰς τὴν θάλατταν οὐκ ἐμβαίνοντες, ἔπλευσαν δʼ εἰς τὴν Εὐρώπην, δουλεύουσι δὲ πόλεις τῶν Ἑλλήνων, τύραννοι δʼ ἐγκαθεστᾶσιν, οἱ μὲν μετὰ τὴν ἡμετέραν συμφοράν, οἱ δὲ μετὰ τὴν νίκην τῶν βαρβάρων.
\n 因为当其他人成为领袖时,那些以前甚至不曾下海的人在海战中战胜了希腊人,并航行到了欧洲,希腊人的城市被奴役,僭主被建立起来,有些人是在我们的灾难之后,有些人则是在蛮族得胜之后。
§60ὥστʼ ἄξιον ἦν ἐπὶ τῷδε τῷ τάφῳ τότε κείρασθαι τῇ Ἑλλάδι καὶ πενθῆσαι τοὺς ἐνθάδε κειμένους, ὡς συγκαταθαπτομένης τῆς αὑτῶν ἐλευθερίας τῇ τούτων ἀρετῇ· ὡς δυστυχὴς μὲν ἡ Ἑλλὰς τοιούτων ἀνδρῶν ὀρφανὴ γενομένη, εὐτυχὴς δʼ ὁ τῆς Ἀσίας βασιλεὺς ἑτέρων ἡγεμόνων λαβόμενος·
\n 因此,那时希腊理应在这座坟墓前剪发,并哀悼长眠于此的人们,因为他们自己的自由已随同这些人的美德一同被埋葬;失去了这样的男子,希腊是多么不幸,而得到了其他领袖,亚洲的国王又是多么幸运。
τῇ μὲν γὰρ τούτων στερηθείσῃ δουλεία περιέστηκε, τῷ δʼ ἄλλων ἀρξάντων ζῆλος ἐγγίγνεται τῆς τῶν προγόνων διανοίας.
因为对失去这些人的希腊而言,奴役已经降临,而对于在他人统治下的国王,则燃起了对先祖霸业的企图。
§61ἀλλὰ ταῦτα μὲν ἐξήχθην ὑπὲρ πάσης ὀλοφύρασθαι τῆς Ἑλλάδος·
\n 然而,我却被牵引着去哀悼整个希腊。
ἐκείνων δὲ τῶν ἀνδρῶν ἄξιον καὶ ἰδίᾳ καὶ δημοσίᾳ μεμνῆσθαι, οἳ φεύγοντες τὴν δουλείαν καὶ περὶ τοῦ δικαίου μαχόμενοι καὶ ὑπὲρ τῆς δημοκρατίας στασιάσαντες πάντας πολεμίους κεκτημένοι εἰς τὸν Πειραιᾶ κατῆλθον, οὐχ ὑπὸ νόμου ἀναγκασθέντες, ἀλλʼ ὑπὸ τῆς φύσεως πεισθέντες, καινοῖς κινδύνοις τὴν παλαιὰν ἀρετὴν τῶν προγόνων μιμησάμενοι,
我们理应在私人和公共场合记住那些人,他们逃避奴役,为正义而战,为民主而起义,在将所有人变成敌人的情况下回到了比雷埃夫斯。 他们不是受到法律的强迫,而是受到天性的说服,在新的危险中效仿了先祖古老的美德。

词汇与语法注释

  1. §50οἱ τῆς ἡλικίας ἐντὸς γεγονότες — “未达兵役年龄的人”。这里的 ἡλικία 指的是法定的兵役年龄(通常为20至60岁),而 ἐντός(在……之内,此处意为“在……之下”或“尚未达到”)指未满20岁的年轻人。由于达到兵役年龄的主力部队已出征埃及和埃吉纳(§49),此句描述了留在雅典的、处于兵役年龄之外的“年长者”与“未达龄青年”自发参战的情景。
  2. §52τοῖς ἤδη ἀπειρηκόσι καὶ τοῖς οὔπω δυναμένοις — “凭借那些已经(因年迈)退役的人和那些尚未(因年幼)有能力的人”。此与格短语指雅典军队的组成人员(老人和青年),作为手段或随伴与格,修饰动词 ἐνίκων(战胜)或 ἀπαντήσαντες(迎击)。它指的是雅典临时组建的军队,而非敌方科林斯军队。
  3. §58ἐδήλωσεν — 作为无人称动词,或以先前发生的事件(“赫勒斯滂的灾难”)为隐含主语,意为“(该事件在不久后)表明了……”。若要补充具体主语,则为 ἡ συμφορά(灾难)或 τὰ γενόμενα(所发生的事)。
  4. §60ὡς συγκαταθαπτομένης τῆς αὑτῶν ἐλευθερίας τῇ τούτων ἀρετῇ — 带有连词 ὡς 的属格绝对结构。ὡς 表示主观原因或信念(“因为……”,“仿佛……”),引出整个希腊的痛苦认识,即“他们自己的自由随同这些人的美德一同被埋葬”。

引用这一段

吕西亚斯, 国葬演说 §50-61. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg002.humanitext-grc2:50-61

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。