Humanitext Reader

吕西亚斯 · 控诉埃拉托斯提尼谋杀案 §11-19

私通败露与对女仆的审问

第 2 段,共 5 段 · 希腊语

内容简介

本段叙述了尤菲莱托斯从田间回家当晚妻子的可疑举动,以及他随后从一个老妇人那里得知妻子与埃拉托色尼通奸,并拷问女仆的经过。

§11προϊόντος δὲ τοῦ χρόνου, ὦ ἄνδρες, ἧκον μὲν ἀπροσδοκήτως ἐξ ἀγροῦ, μετὰ δὲ τὸ δεῖπνον τὸ παιδίον ἐβόα καὶ ἐδυσκόλαινεν ὑπὸ τῆς θεραπαίνης ἐπίτηδες λυπούμενον, ἵνα ταῦτα ποιῇ· ὁ γὰρ ἄνθρωπος ἔνδον ἦν·
随着时间的推移,诸位,我突然从田里回来。 晚饭后,孩子开始哭闹,这是女仆故意折磨他,好让他哭闹的,因为那个男人当时就在屋里。
§12ὕστερον γὰρ ἅπαντα ἐπυθόμην.
因为这些事我后来才全部得知。
καὶ ἐγὼ τὴν γυναῖκα ἀπιέναι ἐκέλευον καὶ δοῦναι τῷ παιδίῳ τὸν τιτθόν, ἵνα παύσηται κλᾶον.
于是我催促妻子下楼去给孩子喂奶,好让他停止哭泣。
ἡ δὲ τὸ μὲν πρῶτον οὐκ ἤθελεν, ὡς ἂν ἀσμένη με ἑωρακυῖα ἥκοντα διὰ χρόνου·
但她起初不肯去,假装是因为好久没见到我回来而感到高兴。
ἐπειδὴ δὲ ἐγὼ ὠργιζόμην καὶ ἐκέλευον αὐτὴν ἀπιέναι, ἵνα σύ γε ἔφη πειρᾷς ἐνταῦθα τὴν παιδίσκην·
直到我发火并命令她下去时,她才说: “好让你,”她说,“在这里调戏这个年轻女仆吧。
καὶ πρότερον δὲ μεθύων εἷλκες αὐτήν.
以前你喝醉酒时就曾拉扯过她。
κἀγὼ μὲν ἐγέλων,
” 我听了便笑了起来。
§13ἐκείνη δὲ ἀναστᾶσα καὶ ἀπιοῦσα προστίθησι τὴν θύραν, προσποιουμένη παίζειν, καὶ τὴν κλεῖν ἐφέλκεται.
随后,她站起身,一边往外走一边关上门,假装是在开玩笑,并且从外面锁上了门。
κἀγὼ τούτων οὐδὲν ἐνθυμούμενος οὐδʼ ὑπονοῶν ἐκάθευδον ἄσμενος, ἥκων ἐξ ἀγροῦ.
而我对此既没有在意也没有起疑,因为刚从田里回来,便高高兴兴地睡着了。
§14ἐπειδὴ δὲ ἦν πρὸς ἡμέραν, ἧκεν ἐκείνη καὶ τὴν θύραν ἀνέῳξεν.
破晓时分,她走进来并打开了门。
ἐρομένου δέ μου τί αἱ θύραι νύκτωρ ψοφοῖεν, ἔφασκε τὸν λύχνον ἀποσβεσθῆναι τὸν παρὰ τῷ παιδίῳ, εἶτα ἐκ τῶν γειτόνων ἐνάψασθαι.
当我询问夜里门为什么会发出响声时,她声称是孩子身旁的灯灭了,然后去邻居家借火点燃。
ἐσιώπων ἐγὼ καὶ ταῦτα οὕτως ἔχειν ἡγούμην.
我保持沉默,以为事情确实如此。
ἔδοξε δέ μοι, ὦ ἄνδρες, τὸ πρόσωπον ἐψιμυθιῶσθαι, τοῦ ἀδελφοῦ τεθνεῶτος οὔπω τριάκονθʼ ἡμέρας·
但是,诸位,我觉得她的脸上似乎涂了白粉,而她的兄弟去世还不到三十天。
ὅμως δʼ οὐδʼ οὕτως οὐδὲν εἰπὼν περὶ τοῦ πράγματος ἐξελθὼν ᾠχόμην ἔξω σιωπῇ.
即便如此,我还是什么也没说,默默地走出了家门。
§15μετὰ δὲ ταῦτα, ὦ ἄνδρες, χρόνου μεταξὺ διαγενομένου καὶ ἐμοῦ πολὺ ἀπολελειμμένου τῶν ἐμαυτοῦ κακῶν, προσέρχεταί μοί τις πρεσβῦτις ἄνθρωπος, ὑπὸ γυναικὸς ὑποπεμφθεῖσα ἣν ἐκεῖνος ἐμοίχευεν, ὡς ἐγὼ ὕστερον ἤκουον·
此后,诸位,过了一段时间,在我对自己的不幸依然毫无所知时,一个老妇人走近我,她是那个男人曾勾引过的一个女人暗中派来的,这也是我后来才听说的。
αὕτη δὲ ὀργιζομένη καὶ ἀδικεῖσθαι νομίζουσα, ὅτι οὐκέτι ὁμοίως ἐφοίτα παρʼ αὐτήν, ἐφύλαττεν ἕως ἐξηῦρεν ὅ τι εἴη τὸ αἴτιον.
那个女人因为他不再像以前那样频繁地去找她而感到愤怒,并认为自己受到了不公对待,于是便一直暗中监视,直到查明了原因。
προσελθοῦσα οὖν μοι ἐγγὺς ἡ ἄνθρωπος τῆς οἰκίας τῆς ἐμῆς ἐπιτηροῦσα, εὐφίλητε ἔφη μηδεμιᾷ πολυπραγμοσύνῃ προσεληλυθέναι με νόμιζε πρὸς σέ· §16ὁ γὰρ ἀνὴρ ὁ ὑβρίζων εἰς σὲ καὶ τὴν σὴν γυναῖκα ἐχθρὸς ὢν ἡμῖν τυγχάνει.
这个妇人在我住宅附近守候,走近我说道: “尤菲莱托斯,”她说,“请相信,我来找你绝非出于爱管闲事;因为那个侮辱你和你的妻子的男人,恰巧也是我们的敌人。
ἐὰν οὖν λάβῃς τὴν θεράπαιναν τὴν εἰς ἀγορὰν βαδίζουσαν καὶ διακονοῦσαν ὑμῖν καὶ βασανίσῃς, ἅπαντα πεύσῃ.
因此,如果你把那个去市场并服侍你们的女仆抓起来加以拷问,你就会知道一切。
ἔστι δʼ ἔφη Ἐρατοσθένης Ὀῆθεν ὁ ταῦτα πράττων, ὃς οὐ μόνον τὴν σὴν γυναῖκα διέφθαρκεν ἀλλὰ καὶ ἄλλας πολλάς·
做这件事的人,”她说,“是奥埃出身的埃拉托色尼,他不仅败坏了你的妻子,还败坏了许多其他女人。
ταύτην γὰρ τέχνην ἔχει.
因为这就是他的本领。
§17ταῦτα εἰποῦσα, ὦ ἄνδρες, ἐκείνη μὲν ἀπηλλάγη, ἐγὼ δʼ εὐθέως ἐταραττόμην, καὶ πάντα μου εἰς τὴν γνώμην εἰσῄει, καὶ μεστὸς ἦ ὑποψίας, ἐνθυμούμενος μὲν ὡς ἀπεκλῄσθην ἐν τῷ δωματίῳ, ἀναμιμνῃσκόμενος δὲ ὅτι ἐν ἐκείνῃ τῇ νυκτὶ ἐψόφει ἡ μέταυλος θύρα καὶ ἡ αὔλειος, ὃ οὐδέποτε ἐγένετο, ἔδοξέ τέ μοι ἡ γυνὴ ἐψιμυθιῶσθαι.
” 诸位,她说完了这些话便离去了,而我立刻心乱如麻,所有的事情都涌上心头,心中充满了猜疑。 我回想起自己当时被锁在卧室里,又记起在那个晚上,内门和外门都发出了声响,这在以前是从未发生过的,而且我想起妻子脸上似乎涂了白粉。
ταῦτά μου πάντα εἰς τὴν γνώμην εἰσῄει, καὶ μεστὸς ἦ ὑποψίας.
所有这些事情都涌上我的心头,使我充满了怀疑。
§18ἐλθὼν δὲ οἴκαδε ἐκέλευον ἀκολουθεῖν μοι τὴν θεράπαιναν εἰς τὴν ἀγοράν, ἀγαγὼν δʼ αὐτὴν ὡς τῶν ἐπιτηδείων τινὰ ἔλεγον ὅτι ἐγὼ πάντα εἴην πεπυσμένος τὰ γιγνόμενα ἐν τῇ οἰκίᾳ·
回到家后,我吩咐女仆跟着我去市场。 我把她带到一个亲近的朋友家里,对她说,我已经查明了家里发生的一切。
σοὶ οὖν ἔφην ἔξεστι δυοῖν ὁπότερον βούλει ἑλέσθαι, ἢ μαστιγωθεῖσαν εἰς μύλωνα ἐμπεσεῖν καὶ μηδέποτε παύσασθαι κακοῖς τοιούτοις συνεχομένην, ἢ κατειποῦσαν ἅπαντα τἀληθῆ μηδὲν παθεῖν κακόν, ἀλλὰ συγγνώμης παρʼ ἐμοῦ τυχεῖν τῶν ἡμαρτημένων.
“所以,”我说,“你可以在两条路中选择你想走的一条:要么挨鞭打后被扔进磨坊,永远承受这种痛苦的折磨;要么把真相原原本本地说出来,免受任何惩罚,并因你所犯的过错而获得我的宽恕。
ψεύσῃ δὲ μηδέν, ἀλλὰ πάντα τἀληθῆ λέγε.
绝不要撒谎,要把真相全说出来。
§19κἀκείνη τὸ μὲν πρῶτον ἔξαρνος ἦν, καὶ ποιεῖν ἐκέλευεν ὅ τι βούλομαι· οὐδὲν γὰρ εἰδέναι·
” 她起初矢口否认,并叫我随心所欲处置,说她什么都不知道。
ἐπειδὴ δὲ ἐγὼ ἐμνήσθην Ἐρατοσθένους πρὸς αὐτήν, καὶ εἶπον ὅτι οὗτος ὁ φοιτῶν εἴη πρὸς τὴν γυναῖκα, ἐξεπλάγη ἡγησαμένη με πάντα ἀκριβῶς ἐγνωκέναι.
但是当我向她提到埃拉托色尼,并说正是这个男人一直在和我的妻子幽会时,她大吃一惊,以为我已经准确地掌握了一切。
καὶ τότε ἤδη πρὸς τὰ γόνατά μου πεσοῦσα,
于是就在那时,她扑通一声跪倒在我的膝前,

词汇与语法注释

  1. 12ὡς ἂν ἀσμένη με ἑωρακυῖα — `ὡς 连同完成时分词 `ἑωρακυῖα` 一起使用,表示主观原因或带有假设色彩的神态(“仿佛因见到我而高兴”)。质词 `ἄν` 增添了潜在的语气,用以讽刺地描绘妻子虚伪伪装的态度。
  2. 14τοῦ ἀδελφοῦ τεθνεῶτος — 由名词 `ἀδελφοῦ` 与完成时分词 `τεθνεῶτος` 构成的属格独立结构(Genitive Absolute),表示时间或让步(“尽管她的兄弟已经去世……”)。在希腊习俗中,兄弟去世后的三十天内处于服丧期,涂抹白粉等化妆行为是不妥的,此处用作让步,用以突出妻子行为的反常与可疑。
  3. 15ἐμοῦ πολὺ ἀπολελειμμένου τῶν ἐμαυτοῦ κακῶν — 以 `ἐμοῦ` 为逻辑主语的属格独立结构。完成时被动分词 `ἀπολελειμμένου`(源自 `ἀπολείπω`,“使分离”)与表示分离的属格 `τῶν ἐμαυτοῦ κακῶν` 连用,字面意思是“我远离了我自己的不幸”,即对家里正在发生的丑事一无所知。
  4. 18κατειποῦσαν — 虽然无人称动词 `ἔξεστι` 接与格代词 `σοί`(对你而言),但这里的分词采用了宾格 `κατειποῦσαν` 而非预期的与格 `κατειπούσῃ`。在希腊语中,当与格代词受无人称动词支配时,后接不定式从句中的分词往往会转化为宾格,与不定式(`παθεῖν`)未明示的主语保持一致。

引用这一段

吕西亚斯, 控诉埃拉托斯提尼谋杀案 §11-19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg001.humanitext-grc2:11-19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。