§20καὶ πίστιν παρʼ ἐμοῦ λαβοῦσα μηδὲν πείσεσθαι κακόν, κατηγόρει πρῶτον μὲν ὡς μετὰ τὴν ἐκφορὰν αὐτῇ προσίοι, ἔπειτα ὡς αὐτὴ τελευτῶσα εἰσαγγείλειε καὶ ὡς ἐκείνη τῷ χρόνῳ πεισθείη, καὶ τὰς εἰσόδους οἷς τρόποις προσίοιτο, καὶ ὡς Θεσμοφορίοις ἐμοῦ ἐν ἀγρῷ ὄντος ᾤχετο εἰς τὸ ἱερὸν μετὰ τῆς μητρὸς τῆς ἐκείνου· καὶ τἆλλα τὰ γενόμενα πάντα ἀκριβῶς διηγήσατο.
她从我这里得到不致受害的保证后,便开始揭发:首先是葬礼之后他如何接近她,其次是她自己最后如何传信,以及她随着时间的推移如何被说服,还有他以何种方式进出,以及在特斯摩科里亚节、我还在田里时,她如何与那个人的母亲一起去了神庙;她还精确地讲述了其他发生的一切。
ἐπειδὴ δὲ πάντα εἴρητο αὐτῇ, §21εἶπον ἐγώ,
ὅπως τοίνυν ταῦτα μηδεὶς ἀνθρώπων πεύσεται· εἰ δέ μή, οὐδέν σοι κύριον ἔσται τῶν πρὸς ἔμʼ ὡμολογημένων.
当她把所有事情都交代完后,我说道: “那么,务必不要让任何人知道此事;否则,我们之间约定的一切对你都将不再有效。
ἀξιῶ δέ σε ἐπʼ αὐτοφώρῳ ταῦτά μοι ἐπιδεῖξαι· ἐγὼ γὰρ οὐδὲν δέομαι λόγων, ἀλλὰ τὸ ἔργον φανερὸν γενέσθαι, εἴπερ οὕτως ἔχει.
我要求你当场向我证实这些事;因为我不需要空口白话,而是如果事实确实如此,就要让这桩勾当暴露得清清楚楚。
§22ὡμολόγει ταῦτα ποιήσειν.
” 她同意这样做。
καὶ μετὰ ταῦτα διεγένοντο ἡμέραι τέσσαρες ἢ πέντε, ὡς ἐγὼ μεγάλοις ὑμῖν τεκμηρίοις ἐπιδείξω.
此后过了四五天,正如我将用有力的证据向你们证实的那样。
πρῶτον δὲ διηγήσασθαι βούλομαι τὰ πραχθέντα τῇ τελευταίᾳ ἡμέρᾳ.
但首先我想讲述最后一天发生的事。
Σώστρατος ἦν μοι ἐπιτήδειος καὶ φίλος.
索斯特拉托斯是我的亲信和朋友。
τούτῳ ἡλίου δεδυκότος ἰόντι ἐξ ἀγροῦ ἀπήντησα.
太阳落山时,我遇到了正从田里回来的他。
§23εἰδὼς δʼ ἐγὼ ὅτι τηνικαῦτα ἀφιγμένος οὐδένα καταλήψοιτο οἴκοι τῶν ἐπιτηδείων, ἐκέλευον, συνδειπνεῖν·
我知道他在这时候回来,在家里不会遇到任何亲友,于是邀请他共进晚餐。
καὶ ἐλθόντες οἴκαδε ὡς ἐμέ, ἀναβάντες εἰς τὸ ὑπερῷον ἐδειπνοῦμεν.
我们来到我家,上到二楼吃晚饭。
ἐπειδὴ δὲ καλῶς αὐτῷ εἶχεν, ἐκεῖνος μὲν ἀπιὼν ᾤχετο, ἐγὼ δʼ ἐκάθευδον.
等他吃好离去后,我便入睡了。
ὁ δʼ Ἐρατοσθένης, ὦ ἄνδρες, εἰσέρχεται, καὶ ἡ θεράπαινα ἐπεγείρασά με εὐθὺς φράζει ὅτι ἔνδον ἐστί.
诸位,这时埃拉托色尼进来了,女仆叫醒我,立刻告诉我他在屋里。
κἀγὼ εἰπὼν ἐκείνῃ ἐπιμελεῖσθαι τῆς θύρας, καταβὰς σιωπῇ ἐξέρχομαι, καὶ ἀφικνοῦμαι ὡς τὸν καὶ τόν, καὶ τοὺς μὲν ἔνδον κατέλαβον, τοὺς δὲ οὐκ ἐπιδημοῦντας ηὗρον.
我吩咐她看好门,便悄悄下楼走了出去。 我走访了这几位朋友的家,有些人在家被我找到了,有些人则被我发现不在城里。
§24παραλαβὼν δʼ ὡς οἷόν τε ἦν πλείστους ἐκ τῶν παρόντων ἐβάδιζον.
我尽可能多地带上在场的人走去。
καὶ δᾷδας λαβόντες ἐκ τοῦ ἐγγύτατα καπηλείου εἰσερχόμεθα, ἀνεῳγμένης τῆς θύρας καὶ ὑπὸ τῆς ἀνθρώπου παρεσκευασμένης.
我们从最近的酒馆里拿了火把进去,门开着,是由那个女仆准备好的。
ὤσαντες δὲ τὴν θύραν τοῦ δωματίου οἱ μὲν πρῶτοι εἰσιόντες ἔτι εἴδομεν αὐτὸν κατακείμενον παρὰ τῇ γυναικί, οἱ δʼ ὕστερον ἐν τῇ κλίνῃ γυμνὸν ἑστηκότα.
我们推开卧室的门,最先走进去的人看到他仍和我的妻子躺在一起,后面进来的人则看到他光着身子站在床上。
§25ἐγὼ δʼ, ὦ ἄνδρες, πατάξας καταβάλλω αὐτόν, καὶ τὼ χεῖρε περιαγαγὼν εἰς τοὔπισθεν καὶ δήσας ἠρώτων διὰ τί ὑβρίζει εἰς τὴν οἰκίαν τὴν ἐμὴν εἰσιών.
诸位,我一拳将他打倒在地,把他的双手扭到背后绑起来,问他为什么要闯入我的家进行这种侮辱。
κἀκεῖνος ἀδικεῖν μὲν ὡμολόγει, ἠντεβόλει δὲ καὶ ἱκέτευε μὴ ἀποκτεῖναι ἀλλʼ ἀργύριον πράξασθαι.
他承认了罪行,并哀求、乞求我不要杀他,而是要求用钱财解决。
ἐγὼ δʼ εἶπον ὅτι
οὐκ ἐγώ σε ἀποκτενῶ,
但我说道: “要杀你的不是我,而是城邦的法律。
§26ἀλλʼ ὁ τῆς πόλεως νόμος, ὃν σὺ παραβαίνων περὶ ἐλάττονος τῶν ἡδονῶν ἐποιήσω, καὶ μᾶλλον εἵλου τοιοῦτον ἁμάρτημα ἐξαμαρτάνειν εἰς τὴν γυναῖκα τὴν ἐμὴν καὶ εἰς τοὺς παῖδας τοὺς ἐμοὺς ἢ τοῖς νόμοις πείθεσθαι καὶ κόσμιος εἶναι.
你违背了法律,为了你的享乐而轻视它,宁愿对我的妻子和我的孩子们犯下如此罪行,也不愿遵守法律、规规矩矩。
§27οὕτως, ὦ ἄνδρες, ἐκεῖνος τούτων ἔτυχεν ὧνπερ οἱ νόμοι κελεύουσι τοὺς τὰ τοιαῦτα πράττοντας, οὐκ εἰσαρπασθεὶς ἐκ τῆς ὁδοῦ, οὐδʼ ἐπὶ τὴν ἑστίαν καταφυγών, ὥσπερ οὗτοι λέγουσι·
” 诸位,就这样,他得到了法律对做出此类事情的人所规定的惩罚,而不是像这些人所说的那样,是从街上被强行拉进来,或者是逃到了炉旁寻求庇护。
πῶς γὰρ ἄν, ὅστις ἐν τῷ δωματίῳ πληγεὶς κατέπεσεν εὐθύς, περιέστρεψα δʼ αὐτοῦ τὼ χεῖρε, ἔνδον δὲ ἦσαν ἄνθρωποι τοσοῦτοι, οὓς διαφυγεῖν οὐκ ἐδύνατο, οὔτε σίδηρον οὔτε ξύλον οὔτε ἄλλο οὐδὲν ἔχων, ᾧ τοὺς εἰσελθόντας ἂν ἠμύνατο.
因为,一个在卧室里被打倒并立刻倒下的人,双手又被我绑在背后,屋里还有这么多他无法逃脱的人,而且他身上既没有铁器,也没有木棍,或其他任何可以用来抵御闯入者的人,他又怎么可能做到呢?
§28ἀλλʼ, ὦ ἄνδρες, οἶμαι καὶ ὑμᾶς εἰδέναι ὅτι οἱ μὴ τὰ δίκαια πράττοντες οὐχ ὁμολογοῦσι τοὺς ἐχθροὺς λέγειν ἀληθῆ, ἀλλʼ αὐτοὶ ψευδόμενοι καὶ τὰ τοιαῦτα μηχανώμενοι ὀργὰς τοῖς ἀκούουσι κατὰ τῶν τὰ δίκαια πραττόντων παρασκευάζουσι.
但是,诸位,我想你们也知道,行不义之事的人不会承认他们的敌人说了真话,而是通过自己撒谎和策划这些阴谋,在听众中激起对行正义之人的愤怒。
πρῶτον μὲν οὖν ἀνάγνωθι τὸν νόμον.
那么,首先请宣读法律。