§1περὶ πολλοῦ ἂν ποιησαίμην, ὦ ἄνδρες, τὸ τοιούτους ὑμᾶς ἐμοὶ δικαστὰς περὶ τούτου τοῦ πράγματος γενέσθαι, οἷοίπερ ἂν ὑμῖν αὐτοῖς εἴητε τοιαῦτα πεπονθότες·
诸位,关于这一案件,如果你们对我而言,能成为如同你们自己在遭遇此类侵害时对自己所会成为的那种法官,我将非常感激。
εὖ γὰρ οἶδʼ ὅτι, εἰ τὴν αὐτὴν γνώμην περὶ τῶν ἄλλων ἔχοιτε, ἥνπερ περὶ ὑμῶν αὐτῶν, οὐκ ἂν εἴη ὅστις οὐκ ἐπὶ τοῖς γεγενημένοις ἀγανακτοίη, ἀλλὰ πάντες ἂν περὶ τῶν τὰ τοιαῦτα ἐπιτηδευόντων τὰς ζημίας μικρὰς ἡγοῖσθε.
因为我深知,如果你们对待他人也能持有如同对待自己一样的态度,那么对于所发生的事情,绝不会有人不感到愤慨,相反,你们所有人都会认为对于干出此类勾当的人的惩罚过于轻微。
§2καὶ ταῦτα οὐκ ἂν εἴη μόνον παρʼ ὑμῖν οὕτως ἐγνωσμένα, ἀλλʼ ἐν ἁπάσῃ τῇ Ἑλλάδι·
而且这种看法不仅在你们中间如此,在整个希腊也是如此。
περὶ τούτου γὰρ μόνου τοῦ ἀδικήματος καὶ ἐν δημοκρατίᾳ καὶ ὀλιγαρχίᾳ ἡ αὐτὴ τιμωρία τοῖς ἀσθενεστάτοις πρὸς τοὺς τὰ μέγιστα δυναμένους ἀποδέδοται, ὥστε τὸν χείριστον τῶν αὐτῶν τυγχάνειν τῷ βελτίστῳ·
因为唯独对于这一罪行,无论在民主制还是寡头制中,最弱小者与最强大者都被赋予了同等的惩罚权利,从而使最卑微的人能与最优秀的人获得同等待遇。
οὕτως, ὦ ἄνδρες, ταύτην τὴν ὕβριν ἅπαντες ἄνθρωποι δεινοτάτην ἡγοῦνται.
因此,诸位,所有人都认为这种侮辱是最可怕的。
§3περὶ μὲν οὖν τοῦ μεγέθους τῆς ζημίας ἅπαντας ὑμᾶς νομίζω τὴν αὐτὴν διάνοιαν ἔχειν, καὶ οὐδένα οὕτως ὀλιγώρως διακεῖσθαι, ὅστις οἴεται δεῖν συγγνώμης τυγχάνειν ἢ μικρᾶς ζημίας ἀξίους ἡγεῖται τοὺς τῶν τοιούτων ἔργων αἰτίους·
因此,关于惩罚的严重程度,我相信你们所有人都有相同的看法,没有任何人会如此疏忽懈怠,以至于认为这些行为的肇事者应当获得宽恕,或者认为他们只配受轻微的惩罚。
ἡγοῦμαι δέ, §4ὦ ἄνδρες, τοῦτό με δεῖν ἐπιδεῖξαι, ὡς ἐμοίχευεν Ἐρατοσθένης τὴν γυναῖκα τὴν ἐμὴν καὶ ἐκείνην τε διέφθειρε καὶ τοὺς παῖδας τοὺς ἐμοὺς ᾔσχυνε καὶ ἐμὲ αὐτὸν ὕβρισεν εἰς τὴν οἰκίαν τὴν ἐμὴν εἰσιών, καὶ οὔτε ἔχθρα ἐμοὶ καὶ ἐκείνῳ οὐδεμία ἦν πλὴν ταύτης, οὔτε χρημάτων ἕνεκα ἔπραξα ταῦτα, ἵνα πλούσιος ἐκ πένητος γένωμαι, οὔτε ἄλλου κέρδους οὐδενὸς πλὴν τῆς κατὰ τοὺς νόμους τιμωρίας.
但我认为,诸位,我必须证明的是:埃拉托色尼引诱了我的妻子,败坏了她的道德,羞辱了我的孩子们,并且侵入我的住宅侮辱了我本人;而且我和他之间此前没有任何恩怨,我做这件事也不是为了金钱,不是为了从穷人变成富人,也不是为了除法律规定的报复之外的任何其他利益。
§5ἐγὼ τοίνυν ἐξ ἀρχῆς ὑμῖν ἅπαντα ἐπιδείξω τὰ ἐμαυτοῦ πράγματα, οὐδὲν παραλείπων, ἀλλὰ λέγων τἀληθῆ·
因此,我将从头向你们说明我的全部经历,不遗漏任何细节,而是讲出真相。
ταύτην γὰρ ἐμαυτῷ μόνην ἡγοῦμαι σωτηρίαν, ἐὰν ὑμῖν εἰπεῖν ἅπαντα δυνηθῶ τὰ πεπραγμένα.
因为我相信,如果我能将所发生的一切原原本本地告诉你们,这将是我唯一的救赎。
§6ἐγὼ γάρ, ὦ Ἀθηναῖοι, ἐπειδὴ ἔδοξέ μοι γῆμαι καὶ γυναῖκα ἠγαγόμην εἰς τὴν οἰκίαν, τὸν μὲν ἄλλον χρόνον οὕτω διεκείμην ὥστε μήτε λυπεῖν μήτε λίαν ἐπʼ ἐκείνῃ εἶναι ὅ τι ἂν ἐθέλῃ ποιεῖν, ἐφύλαττόν τε ὡς οἷόν τε ἦν, καὶ προσεῖχον τὸν νοῦν ὥσπερ εἰκὸς ἦν.
雅典人啊,当我决定结婚并把妻子娶进家门时,在最初的时期,我对待她的态度是既不折磨她,也不让她完全随心所欲,而是尽可能地看管她,并像理所当然的那样加以留心。
ἐπειδὴ δέ μοι παιδίον γίγνεται, ἐπίστευον ἤδη καὶ πάντα τὰ ἐμαυτοῦ ἐκείνῃ παρέδωκα, ἡγούμενος ταύτην οἰκειότητα μεγίστην εἶναι·
但当我的孩子出生后,我便开始信任她,并将我所有的财产和事务都交托给她,认为这是最深厚的亲密纽带。
ἐν μὲν οὖν τῷ πρώτῳ χρόνῳ, §7ὦ Ἀθηναῖοι, πασῶν ἦν βελτίστη· καὶ γὰρ οἰκονόμος δεινὴ καὶ φειδωλὸς καὶ ἀκριβῶς πάντα διοικοῦσα·
在最初的时期,雅典人啊,她是所有人中最好的妻子;因为她是一个聪慧的管家,勤俭持家,把一切都管理得井井有条。
ἐπειδὴ δέ μοι ἡ μήτηρ ἐτελεύτησε, πάντων τῶν κακῶν ἀποθανοῦσα αἰτία μοι γεγένηται.
但当我的母亲去世后,她的死便成了我所有不幸的根源。
§8ἐπʼ ἐκφορὰν γὰρ αὐτῇ ἀκολουθήσασα ἡ ἐμὴ γυνὴ ὑπὸ τούτου τοῦ ἀνθρώπου ὀφθεῖσα, χρόνῳ διαφθείρεται·
因为我的妻子在跟随去参加母亲的葬礼时,被这个男人看中,随着时间的推移便被引诱堕落了。
ἐπιτηρῶν γὰρ τὴν θεράπαιναν τὴν εἰς τὴν ἀγορὰν βαδίζουσαν καὶ λόγους προσφέρων ἀπώλεσεν αὐτήν.
他通过监视去市场的女仆并向其搭讪,最终毁了我的妻子。
§9πρῶτον μὲν οὖν, ὦ ἄνδρες,(δεῖ γὰρ καὶ ταῦθʼ ὑμῖν διηγήσασθαι) οἰκίδιον ἔστι μοι διπλοῦν, ἴσα ἔχον τὰ ἄνω τοῖς κάτω κατὰ τὴν γυναικωνῖτιν καὶ κατὰ τὴν ἀνδρωνῖτιν.
首先,诸位(因为这些事情我也必须向你们叙述),我有一所两层的小房子,它的楼上和楼下的面积相等,分别作为妇人房和男子房。
ἐπειδὴ δὲ τὸ παιδίον ἐγένετο ἡμῖν, ἡ μήτηρ αὐτὸ ἐθήλαζεν·
当我们的孩子出生后,母亲给他哺乳。
ἵνα δὲ μή, ὁπότε λοῦσθαι δέοι, κινδυνεύῃ κατὰ τῆς κλίμακος καταβαίνουσα, ἐγὼ μὲν ἄνω διῃτώμην, αἱ δὲ γυναῖκες κάτω.
为了避免她在需要沐浴时因下楼梯而发生危险,我住在楼上,而妇女们住在楼下。
§10καὶ οὕτως ἤδη συνειθισμένον ἦν, ὥστε πολλάκις ἡ γυνὴ ἀπῄει κάτω καθευδήσουσα ὡς τὸ παιδίον, ἵνα τὸν τιτθὸν αὐτῷ διδῷ καὶ μὴ βοᾷ.
而这已经成了习惯,以至于妻子经常下楼去和孩子一起睡,以便给他喂奶而不让他哭闹。
καὶ ταῦτα πολὺν χρόνον οὕτως ἐγίγνετο, καὶ ἐγὼ οὐδέποτε ὑπώπτευσα, ἀλλʼ οὕτως ἠλιθίως διεκείμην, ὥστε ᾤμην τὴν ἐμαυτοῦ γυναῖκα πασῶν σωφρονεστάτην εἶναι τῶν ἐν τῇ πόλει.
事情在很长一段时间里都是这样进行的,而我从未起过疑心,反而愚蠢地以为我自己的妻子是城里所有女人中最贞洁的。