← リュシアス

第一弁論 エラトステネス殺害に関する弁明

§11-19

妻の密通の露見と女中への尋問

畑から帰宅した夜の妻の不審な態度と、その後老婆の告発によって妻の密通相手がエラトステネスであることを知り、女中を連れ出して問い詰める場面です。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§11

προϊόντος δὲ τοῦ χρόνου, ὦ ἄνδρες, ἧκον μὲν ἀπροσδοκήτως ἐξ ἀγροῦ, μετὰ δὲ τὸ δεῖπνον τὸ παιδίον ἐβόα καὶ ἐδυσκόλαινεν ὑπὸ τῆς θεραπαίνης ἐπίτηδες λυπούμενον, ἵνα ταῦτα ποιῇ· ὁ γὰρ ἄνθρωπος ἔνδον ἦν·

時が経つうちに、諸君、私は畑から不意に帰宅しました。すると夕食の後、子供が泣いてぐずり始めましたが、それは女中がそうさせるために、わざといじめていたのでした。というのも、あの男が家の中にいたからです。

§12

ὕστερον γὰρ ἅπαντα ἐπυθόμην. καὶ ἐγὼ τὴν γυναῖκα ἀπιέναι ἐκέλευον καὶ δοῦναι τῷ παιδίῳ τὸν τιτθόν, ἵνα παύσηται κλᾶον. ἡ δὲ τὸ μὲν πρῶτον οὐκ ἤθελεν, ὡς ἂν ἀσμένη με ἑωρακυῖα1 ἥκοντα διὰ χρόνου· ἐπειδὴ δὲ ἐγὼ ὠργιζόμην καὶ ἐκέλευον αὐτὴν ἀπιέναι, ἵνα σύ γε ἔφη πειρᾷς ἐνταῦθα τὴν παιδίσκην· καὶ πρότερον δὲ μεθύων εἷλκες αὐτήν. κἀγὼ μὲν ἐγέλων, ἐκείνη δὲ ἀναστᾶσα καὶ ἀπιοῦσα προστίθησι τὴν θύραν, προσποιουμένη παίζειν, καὶ τὴν κλεῖν ἐφέλκεται. κἀγὼ τούτων οὐδὲν ἐνθυμούμενος οὐδʼ ὑπονοῶν ἐκάθευδον ἄσμενος, ἥκων ἐξ ἀγροῦ.

というのも、後で私はすべてを知ったからです。そして私は妻に、下へ行って子供に乳をやり、泣き止ませるようにと言いました。しかし彼女は、久しぶりに帰ってきた私に会えて嬉しいのだというふうを装って、最初は行こうとしませんでした。しかし、私が腹を立てて彼女に行くよう命じると、「あなたが」と彼女は言いました。「ここで女中に手を出すつもりでしょう。前も酔っ払ってあの娘を引っ張り込んでいたものね」そこで私は笑いました。彼女は立ち上がって出て行くと、戯れているふりをして戸を閉め、外から鍵をかけました。私はこうしたことを何一つ気に留めることも疑うこともせず、畑から戻ってきたので、喜んで眠りにつきました。

§14

ἐπειδὴ δὲ ἦν πρὸς ἡμέραν, ἧκεν ἐκείνη καὶ τὴν θύραν ἀνέῳξεν. ἐρομένου δέ μου τί αἱ θύραι νύκτωρ ψοφοῖεν, ἔφασκε τὸν λύχνον ἀποσβεσθῆναι τὸν παρὰ τῷ παιδίῳ, εἶτα ἐκ τῶν γειτόνων ἐνάψασθαι. ἐσιώπων ἐγὼ καὶ ταῦτα οὕτως ἔχειν ἡγούμην. ἔδοξε δέ μοι, ὦ ἄνδρες, τὸ πρόσωπον ἐψιμυθιῶσθαι, τοῦ ἀδελφοῦ τεθνεῶτος2 οὔπω τριάκονθʼ ἡμέρας· ὅμως δʼ οὐδʼ οὕτως οὐδὲν εἰπὼν περὶ τοῦ πράγματος ἐξελθὼν ᾠχόμην ἔξω σιωπῇ.

夜が明ける頃になって彼女は戻り、戸を開けました。夜中にどうして戸が音を立てたのかと私が尋ねると、子供のそばの灯火が消えてしまったので、隣家から火をもらいに行っていたのだと言いました。私は黙り、その通りなのだろうと思いました。しかし、諸君、彼女の弟が亡くなってまだ30日も経っていないというのに、彼女が顔におしろいを塗っているように私には見えました。それでも私は、これについても何も言わず、黙って家を出て行きました。

§15

μετὰ δὲ ταῦτα, ὦ ἄνδρες, χρόνου μεταξὺ διαγενομένου καὶ ἐμοῦ πολὺ ἀπολελειμμένου τῶν ἐμαυτοῦ κακῶν,3 προσέρχεταί μοί τις πρεσβῦτις ἄνθρωπος, ὑπὸ γυναικὸς ὑποπεμφθεῖσα ἣν ἐκεῖνος ἐμοίχευεν, ὡς ἐγὼ ὕστερον ἤκουον· αὕτη δὲ ὀργιζομένη καὶ ἀδικεῖσθαι νομίζουσα, ὅτι οὐκέτι ὁμοίως ἐφοίτα παρʼ αὐτήν, ἐφύλαττεν ἕως ἐξηῦρεν ὅ τι εἴη τὸ αἴτιον. προσελθοῦσα οὖν μοι ἐγγὺς ἡ ἄνθρωπος τῆς οἰκίας τῆς ἐμῆς ἐπιτηροῦσα, εὐφίλητε ἔφη μηδεμιᾷ πολυπραγμοσύνῃ προσεληλυθέναι με νόμιζε πρὸς σέ·

この後、諸君、しばらくの時が経ち、私が自分自身の不幸について何も知らずにいたとき、一人の老婆が私に近づいてきました。彼女は、あの男がかつて密通していた(と私が後から聞いた)女性によって送り出された者でした。その女性は、彼がもはや以前ほど自分のところへ通わなくなったことに腹を立て、不当に扱われていると考え、何が原因なのかを突き止めるまで彼を監視していたのでした。その老婆は、私の家の近くで待ち伏せして私に近づき、こう言いました。 「ユーピレートスさん」彼女は言いました。「私があなたのところへ来たのは、決して詮索好きなお節介からではないと思ってください。

§16

ὁ γὰρ ἀνὴρ ὁ ὑβρίζων εἰς σὲ καὶ τὴν σὴν γυναῖκα ἐχθρὸς ὢν ἡμῖν τυγχάνει. ἐὰν οὖν λάβῃς τὴν θεράπαιναν τὴν εἰς ἀγορὰν βαδίζουσαν καὶ διακονοῦσαν ὑμῖν καὶ βασανίσῃς, ἅπαντα πεύσῃ. ἔστι δʼ ἔφη Ἐρατοσθένης Ὀῆθεν ὁ ταῦτα πράττων, ὃς οὐ μόνον τὴν σὴν γυναῖκα διέφθαρκεν ἀλλὰ καὶ ἄλλας πολλάς· ταύτην γὰρ τέχνην ἔχει.

というのも、あなたとあなたの妻を侮辱しているあの男は、偶然にも私たちの敵でもあるからです。ですから、もしあなたが、市場へ出かけ、あなた方の家事を手伝っているあの女中を捕まえて尋問するならば、すべてを知ることになるでしょう。そして」と彼女は言いました。「このことを行っているのはオエー出身のエラトステネスであり、彼はあなたの妻を堕落させただけでなく、他の多くの女性たちをも堕落させてきました。それが彼の稼業なのですから」

§17

ταῦτα εἰποῦσα, ὦ ἄνδρες, ἐκείνη μὲν ἀπηλλάγη, ἐγὼ δʼ εὐθέως ἐταραττόμην, καὶ πάντα μου εἰς τὴν γνώμην εἰσῄει, καὶ μεστὸς ἦ ὑποψίας, ἐνθυμούμενος μὲν ὡς ἀπεκλῄσθην ἐν τῷ δωματίῳ, ἀναμιμνῃσκόμενος δὲ ὅτι ἐν ἐκείνῃ τῇ νυκτὶ ἐψόφει ἡ μέταυλος θύρα καὶ ἡ αὔλειος, ὃ οὐδέποτε ἐγένετο, ἔδοξέ τέ μοι ἡ γυνὴ ἐψιμυθιῶσθαι. ταῦτά μου πάντα εἰς τὴν γνώμην εἰσῄει, καὶ μεστὸς ἦ ὑποψίας.

諸君、彼女はこう言うと立ち去りましたが、私はすぐに動揺し、あらゆることが頭に浮かんできて、疑惑でいっぱいになりました。自分が寝室に閉じ込められたことを思い巡らし、あの夜、それまで決してなかったことですが、内戸と外戸が音を立てていたことを思い出し、また妻が顔におしろいを塗っていたように見えたことを思い出しました。これらすべてが私の心に浮かび、疑惑に満たされたのです。

§18

ἐλθὼν δὲ οἴκαδε ἐκέλευον ἀκολουθεῖν μοι τὴν θεράπαιναν εἰς τὴν ἀγοράν, ἀγαγὼν δʼ αὐτὴν ὡς τῶν ἐπιτηδείων τινὰ ἔλεγον ὅτι ἐγὼ πάντα εἴην πεπυσμένος τὰ γιγνόμενα ἐν τῇ οἰκίᾳ· σοὶ οὖν ἔφην ἔξεστι δυοῖν ὁπότερον βούλει ἑλέσθαι, ἢ μαστιγωθεῖσαν εἰς μύλωνα ἐμπεσεῖν καὶ μηδέποτε παύσασθαι κακοῖς τοιούτοις συνεχομένην, ἢ κατειποῦσαν4 ἅπαντα τἀληθῆ μηδὲν παθεῖν κακόν, ἀλλὰ συγγνώμης παρʼ ἐμοῦ τυχεῖν τῶν ἡμαρτημένων. ψεύσῃ δὲ μηδέν, ἀλλὰ πάντα τἀληθῆ λέγε.

家に戻ると、私は女中に市場へ一緒についてくるように言いました。そして彼女を親しい者の一人の家へ連れて行き、私は家で起きていることをすべて知っているのだと言いました。 「だからお前には」と私は言いました。「望む方の二者択一が許されている。鞭打たれて粉挽き場に投げ込まれ、二度とそこから出られずにそうした苦痛に苛まれ続けるか、それともすべて真実を告白して何の害も受けず、自分の犯した過ちに対して私から許しを得るかだ。何一つ嘘をつかず、すべて真実を語りなさい」

§19

κἀκείνη τὸ μὲν πρῶτον ἔξαρνος ἦν, καὶ ποιεῖν ἐκέλευεν ὅ τι βούλομαι· οὐδὲν γὰρ εἰδέναι· ἐπειδὴ δὲ ἐγὼ ἐμνήσθην Ἐρατοσθένους πρὸς αὐτήν, καὶ εἶπον ὅτι οὗτος ὁ φοιτῶν εἴη πρὸς τὴν γυναῖκα, ἐξεπλάγη ἡγησαμένη με πάντα ἀκριβῶς ἐγνωκέναι. καὶ τότε ἤδη πρὸς τὰ γόνατά μου πεσοῦσα,

彼女は最初はしらを切り、私が望む通りにするがよい、自分は何も知らないのだと言いました。しかし、私が彼女に対してエラトステネスの名を出し、妻のところへ通ってきているのはこの男だろうと言うと、彼女は私がすべてを正確に把握していると思い込んで驚愕しました。そしてついに私の膝元に泣き崩れ、

構文注4 件
  1. 12ὡς ἂν ἀσμένη με ἑωρακυῖα

    ὡς ἄν に完了分詞 ἑωρακυῖα が伴い、「(久しぶりに帰ってきた夫に)喜んで会ったかのように」という主観的な理由、あるいは仮定的な様態を表現している。ἄν は潜在的なニュアンスを添えており、妻の虚偽の態度を皮肉交じりに活写している。

  2. 14τοῦ ἀδελφοῦ τεθνεῶτος

    名詞 ἀδελφοῦ と完了分詞 τεθνεῶτος からなる属格独立構文(Genitive Absolute)。時間または譲歩(「〜にもかかわらず」)を表す。ギリシアの習俗では、兄弟の死後30日以内は喪中であり、化粧(おしろいを塗ること)は極めて不適切とされるため、ここでは妻の行動の異常さを際立たせる譲歩のニュアンスが強い。

  3. 15ἐμοῦ πολὺ ἀπολελειμμένου τῶν ἐμαυτοῦ κακῶν

    ἐμοῦ を意味上の主語とする属格独立構文。ἀπολελειμμένου(ἀπολείπω「離す」の完了受動分詞)は分離の属格 τῶν ἐμαυτοῦ κακῶν を伴い、「私自身の災い(不幸な事実)から遠く引き離されていた」、すなわち「自分に迫っている不幸について何も知らずにいた」ことを表す。

  4. 18κατειποῦσαν

    主節の非人称動詞 ἔξεστι(〜することが可能である)が与格の代名詞 σοί を取るため、分詞も本来与格(κατειπούσῃ)になるべきところだが、ここでは不定詞 μηδὲν παθεῖν の意味上の主語として対格 κατειποῦσαν が選ばれている。ギリシア語では、与格が先行しても、後続の不定詞節内の分詞は対格(対格不定詞の主語と同調)になることがしばしばある。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0540.tlg001.humanitext-grc2:11-19