Humanitext Reader

伊壁鸠鲁 · 主要教义 §149-154

欲望的三种分类与作为社会契约的正义

第 3 段,共 3 段 · 希腊语

内容简介

伊壁鸠鲁将欲望划分为三种类型,并论证正义并非某种固有的实体,而是一种旨在避免互相伤害的、可随环境变化的社会契约。

§149XXΙX Τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαὶ καὶ 〈ἀναγκαῖαι, 149 αἱ δὲ φυσικαὶ καὶ〉 οὐκ ἀναγκαῖαι, αἱ δὲ οὔτε φυσικαὶ οὔτε ἀναγκαῖαι, ἀλλὰ παρὰ κενὴν δόξαν γινόμεναι.
XXIX 在欲望中,有些是自然且〈必要的,149 有些是自然但〉非必要的,另一些则既非自然也非必要,而是由于虚无的成见而产生的。
(φυσικὰς καὶ ἀναγκαίας ἡγεῖται ὁ Ἐπίκουρος τὰς ἀλγηδόνος ἀπολυούσας, ὡς ποτὸν ἐπὶ δίψους· φυσικὰς δὲ οὐκ ἀναγκαίας δὲ τάς ποικιλλούσας μόνον τὴν ἡδονήν, μὴ ὑπεξαιρουμένας δὲ τὸ ἄλγημα, ὡς πολυτελῆ σιτία· οὔτε δὲ φυσικὰς οὔτε ἀναγκαίας, ὡς στεφάνους καὶ ἀνδριάντων ἀναθέσεις.
(伊壁鸠鲁认为,那些能消除痛苦的欲望是自然且必要的,例如口渴时的饮水;而那些仅仅使快乐多样化、却不消除痛苦的欲望是自然而非必要的,例如奢华的食物;至于既非自然也非必要的欲望,例如冠冕和树立神像。
) XXX Ἐν αἷς τῶν φυσικῶν ἐπιθυμιῶν, μὴ ἐπ’ ἀλγοῦν δὲ ἐπαναγουσῶν ἐὰν μὴ συντελεσθῶσιν, ὑπάρχει ἡ σπουδὴ σύντονος, παρὰ κενὴν δόξαν αὗται γίνονται, καὶ οὐ παρὰ τὴν ἑαυτῶν φύσιν οὐ διαχέονται ἀλλὰ παρὰ τὴν τοῦ ἀνθρώπου κενοδοξίαν.
) XXX 在那些若不满足也不会导致痛苦的自然欲望中,如果存在着强烈的热切,这些欲望便是由于虚无的成见而产生的;它们之所以不能消散,并非因为它们自身的天性,而是因为人类的虚荣心(虚无的成见)。
§150XXXΙ Τὸ τῆς φύσεως δίκαιόν ἐστι σύμβολον τοῦ συμφέροντος 150 εἰς τὸ μὴ βλάπτειν ἀλλήλους μηδὲ βλάπτεσθαι.
XXXI 自然的正义,是为了不彼此伤害也不受伤害而关于互利互惠的契约 150 (契约的标志)。
XXXΙΙ Ὅσα τῶν ζῴων μὴ ἐδύνατο συνθήκας ποιεῖσθαι τὰς ὑπὲρ τοῦ μὴ βλάπτειν ἄλληλα μηδὲ βλάπτεσθαι, πρὸς ταῦτα οὐθὲν ἦν δίκαιον οὐδὲ ἄδικον· ὡσαύτως δὲ καὶ τῶν ἐθνῶν ὅσα μὴ ἐδύνατο ἢ μὴ ἐβούλετο τὰς συνθήκας ποιεῖσθαι τὰς ὑπὲρ τοῦ μὴ βλάπτειν μηδὲ βλάπτεσθαι.
XXXII 对于那些无法缔结不彼此伤害也不受伤害之契约的动物,不存在任何正义或非正义;同样,对于那些无法或不愿缔结不彼此伤害也不受伤害之契约的民族,也是如此。
XXXΙΙΙ Οὐκ ἦν τι καθ’ ἑαυτὸ δικαιοσύνη, ἀλλ’ ἐν ταῖς μετ’ ἀλλήλων συστροφαῖς καθ’ ὁπηλίκους δήποτε ἀεὶ τόπους συνθήκη τις ὑπὲρ τοῦ μὴ βλάπτειν ἢ βλάπτεσθαι.
XXXIII 正义绝非某种独立存在的东西,而是在人们相互的交往中,无论在何等大小的地方,始终是一种不伤害也不受伤害的契约。
§151XXXΙV Ἡ ἀδικία οὐ καθ’ ἑαυτὴν κακόν, ἀλλ’ ἐν τῷ κατὰ p. 79 τὴν ὑποψίαν φόβῳ, εἰ μὴ λήσει τοὺς ὑπὲρ τῶν τοιούτων ἐφεστηκότας κολαστάς.
XXXIV 非正义其本身并非邪恶,而是在于因怀疑 p. 79 自己无法逃脱为惩罚此类行为而设立的执法者而产生的恐惧之中。
XXXV Οὐκ ἔστι τὸν λάθρα τι ποιοῦντα ὧν συνέθεντο πρὸς ἀλλήλους εἰς τὸ μὴ βλάπτειν μηδὲ βλάπτεσθαι, πιστεύειν ὅτι λήσει, κἂν μυριάκις ἐπὶ τοῦ παρόντος λανθάνῃ.
XXXV 一个暗中违反了彼此间关于不伤害也不受伤害之约定的人,不能确信自己能永远逃脱惩罚,哪怕他目前已经逃脱了一万次。
μέχρι γὰρ καταστροφῆς ἄδηλον εἰ καὶ λήσει.
因为直到生命的终结,他是否真的能逃脱仍然是不可知的。
XXXVΙ Κατὰ μὲν κοινὸν πᾶσι τὸ δίκαιον τὸ αὐτό, συμφέρον γάρ τι ἦν ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ· κατὰ δὲ τὸ ἴδιον χώρας καὶ ὅσων δήποτε αἰτίων οὐ πᾶσι συνέπεται τὸ αὐτὸ δίκαιον εἶναι.
XXXVI 普遍而言,正义对所有人都是相同的,因为它是相互交往中的某种共同利益;但就个别地区及种种不同原因的具体情况而言,并非所有人都有相同的正义。
§152XXXVΙΙ Τὸ μὲν ἐπιμαρτυρούμενον ὅτι συμφέρει ἐν ταῖς χρείαις τῆς πρὸς ἀλλήλους κοινωνίας τῶν νομισθέντων εἶναι δικαίων, ἔχει τὸ ἐν τοῦ δικαίου χώρᾳ εἶναι, ἐάν τε τὸ αὐτὸ πᾶσι γένηται ἐάν τε μὴ τὸ αὐτό.
XXXVII 在被公认为正义的法律中,凡是在相互交往的需要中被证实是有益的,无论它对所有人是否相同,都属于正义的范畴。
ἐὰν δὲ νόμον θῆταί τις, μὴ ἀποβαίνῃ δὲ κατὰ τὸ συμφέρον τῆς πρὸς ἀλλήλους κοινωνίας, οὐκέτι τοῦτο τὴν τοῦ δικαίου φύσιν ἔχει.
但若有人制定了法律,其结果却不符合相互交往的利益,这便不再具有正义的性质。
κἂν μεταπίπτῃ τὸ κατὰ τὸ δίκαιον συμφέρον, χρόνον δέ τινα εἰς τὴν πρόληψιν ἐναρμόττῃ, οὐδὲν ἧττον ἐκεῖνον τὸν χρόνον ἦν δίκαιον τοῖς μὴ φωναῖς κεναῖς ἑαυτοὺς συνταράττουσιν ἀλλ’ εἰς τὰ πράγματα βλέπουσιν.
即便符合正义的利益发生改变,但在一定时间内它仍契合于预想(前概念),那么对于那些不用空洞言词自扰、而是直面事实的人来说,在那段时间里它依然是正义的。
§153XXXVΙΙΙ Ἔνθα μὴ καινῶν γενομένων τῶν περιεστώτων πραγμάτων ἀνεφάνη μὴ ἁρμόττοντα εἰς τὴν πρόληψιν τὰ νομισθέντα δίκαια ἐπ’ αὐτῶν τῶν ἔργων, οὐκ ἦν ταῦτα δίκαια.
XXXVIII 在周围环境未发生改变的情况下,若被视为正义的事物在实际行动中被显明并不契合预想,它们便不是正义的。
ἔνθα δὲ καινῶν γενομένων τῶν πραγμάτων οὐκέτι συνέφερε τὰ αὐτὰ δίκαια κείμενα, ἐνταῦθα δὴ τότε μὲν ἦν δίκαια, ὅτε συνέφερεν εἰς τὴν πρὸς ἀλλήλους κοινωνίαν τῶν συμπολιτευομένων· ὕστερον δ’ οὐκ ἦν ἔτι δίκαια, ὅτε μὴ συνέφερεν.
而当环境发生改变,原本制定的正义规则不再有益时,在这种情况下,只要它们对同胞公民的相互交往是有益的,在当时它们确实是正义的;但后来当它们不再有益时,它们便不再是正义的。
§154XXXΙX Ὁ τὸ μὴ θαρροῦν ἀπὸ τῶν ἔξωθεν ἄριστα συστησάμενος οὗτος τὰ μὲν δυνατὰ ὁμόφυλα κατεσκευάσατο, τὰ δὲ μὴ δυνατὰ οὐκ ἀλλόφυλά γε· ὅσα δὲ μηδὲ τοῦτο δυνατὸς ἦν, ἀνεπίμεικτος ἐγένετο, καὶ ἐξηρείσατο ὅσα τοῦτ’ ἐλυσιτέλει πράττειν.
XXXIX 在抵御外在威胁方面最好地确立了安全感的人,将凡是他能做到的事物都变成了自己的同族(伙伴),而对于那些不能做到的也至少不使之成为敌对者;至于连这点也做不到的对象,他便不与之交往,并在这样做有益的范围内将他们排除在自己的生活之外。
XL Ὅσοι τὴν δύναμιν ἔσχον τοῦ τὸ θαρρεῖν μάλιστα ἐκ τῶν ὁμορούντων παρασκευάσασθαι, οὗτοι καὶ ἐβίωσαν μετ’ ἀλλήλων ἥδιστα τὸ βεβαιότατον πίστωμα ἔχοντες, καὶ πληρεστάτην οἰκειότητα ἀπολαβόντες οὐκ ὠδύραντο ὡς πρὸς ἔλεον τὴν τοῦ τελευτήσαντος προκαταστροφήν.
XL 那些拥有能力从邻人那里获得最大安心的人们,在拥有最可靠保证(信任纽带)的同时,彼此极为快乐地生活着,并享受了最完整的亲密关系,以至于当看到同伴先于自己离世时,他们不会将其视为一件值得哀怜的事而悲叹。

词汇与语法注释

  1. 149Τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαὶ... — 句首的属格 `Τῶν ἐπιθυμιῶν` 是部分属格,表示“欲望”这一整体,用以引入伊壁鸠鲁学派著名的欲望三分法。
  2. 149μὴ ἐπ’ ἀλγοῦν δὲ ἐπαναγουσῶν — 带有连词 `δέ` 的分词 `ἐπαναγουσῶν` 是限制性(定语)分词,与前面的属格 `τῶν φυσικῶν ἐπιθυμιῶν` 一致。它引导条件从句 `ἐὰν μὴ συντελεσθῶσιν`(如果不满足),意为“即使不满足也不会导致痛苦的(自然欲望)”。
  3. p. 79εἰ μὴ λήσει — 补充名词 `φόβῳ`(恐惧)内容的从句,使用直说语气将来时 `λήσει`,表示对是否“无法逃脱”执法者的强烈疑虑和恐惧。这替代了古典时期标准的 `μή` +虚拟语气,是希腊化时期希腊语中常见的以 `εἰ μή` +直说语气将来时表示担忧的句式。
  4. 152τοῖς μὴ φωναῖς κεναῖς ἑαυτοὺς συνταράττουσιν — 与格分词短语,在非人称动词过去式 `ἦν` 与形容词 `δίκαιον`(是正义的)的语境中,充当表示判断主体的“关涉与格”(“对于……的人来说”)。

引用这一段

伊壁鸠鲁, 主要教义 §149-154. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0537.tlg013.humanitext-grc1:149-154

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。